23
1 Ὑπολαβὼν δὲ Ἰὼβ, λέγει,
2 Καὶ δὴ οἶδα ὅτι ἐκ χειρός μου ἡ ἔλεγξίς ἐστι, καὶ ἡ χεὶρ αὐτοῦ βαρεῖα γέγονεν ἐπʼ ἐμῷ στεναγμῷ.
3 Τίς δʼ ἄρα γνοίη, ὅτι εὕροιμι αὐτὸν, καὶ ἔλθοιμι εἰς τέλος;
4 Εἴποιμι δὲ ἐμαυτοῦ κρίμα, τὸ δὲ στόμα μου ἐμπλήσαι ἐλέγχων.
5 Γνοίην δὲ ἰάματα ἅ μοι ἐρεῖ, αἰσθοίμην δὲ τίνα μοι ἀπαγγελεῖ.
6 Καὶ ἐν πολλῇ ἰσχύϊ ἐπελεύσεταί μοι, εἶτα ἐν ἀπειλῇ μοι οὐ χρήσεται.
7 Ἀλήθεια γὰρ καὶ ἔλεγχος παρʼ αὐτοῦ, ἐξαγάγοι δὲ εἰς τέλος τὸ κρίμα μου.
8 Εἰ γὰρ πρῶτος πορεύσομαι, καὶ οὐκ ἔτι εἰμὶ, τὰ δὲ ἐπʼ ἐσχάτοις, τί οἶδα;
9 Ἀριστερὰ ποιήσαντος αὐτοῦ καὶ οὐ κατέσχον, περιβαλεῖ δεξιὰ καὶ οὐκ ὄψομαι·
10 Οἶδε γὰρ ἤδη ὁδόν μου· διέκρινε δέ με ὥσπερ τὸ χρυσίον.
11 Ἐξελεύσομαι δὲ ἐν ἐντάλμασιν αὐτοῦ, ὁδοὺς γὰρ αὐτοῦ ἐφύλαξα, καὶ οὐ μὴ ἐκκλίνω ἀπὸ ἐνταλμάτων αὐτοῦ,
12 καὶ οὐ μὴ παρέλθω, ἐν δὲ κόλπῳ μου ἔκρυψα ῥήματα αὐτοῦ.
13 Εἰ δὲ καὶ αὐτὸς ἔκρινεν οὕτως, τίς ἐστιν ὁ ἀντειπὼν αὐτῷ; ὁ γὰρ αὐτὸς ἠθέλησε, καὶ ἐποίησε.
15 Διὰ τοῦτο ἐπʼ αὐτῷ ἐσπούδακα· νουθετούμενος δὲ, ἐφρόντισα αὐτοῦ.
15a Ἐπὶ τούτῳ ἀπὸ προσώπου αὐτοῦ κατασπουδασθῶ· κατανοήσω, καὶ πτοηθήσομαι ἐξ αὐτοῦ.
16 Κύριος δὲ ἐμαλάκυνε τὴν καρδίαν μου· ὁ δὲ παντοκράτωρ ἐσπούδασέ με.
17 Οὐ γὰρ ᾔδειν ὅτι ἐπελεύσεταί μοι σκότος, πρὸ προσώπου δέ μου ἐκάλυψε γνόφος.