10
Καὶ τούτου τὸν ἀοίδιμον θάνατον καρτερήσαντος, ὁ τρίτος ἤγετο, παρακαλούμενος πολλὰ ὑπὸ πολλῶν ὅπως ἀπογευσάμενος σώζοιτο. Ὁ δὲ ἀναβοήσας, ἔφη, ἤ ἀγνοεῖτε, ὅτι αὐτός με τοῖς ἀποθανοῦσιν ἔσπειρεν πατὴρ, καὶ ἡ αὐτὴ μήτηρ ἐγέννεσιν, καὶ ἐπὶ τοῖς αὐτοῖς ἀνετράφην δόγμασιν; Οὐκ ἐξόμνυμαι τὴν εὐγενῆ τῆς ἀδελφότητος συγγένειαν. 3a Πρὸς ταῦτα εἴ τι ἔχετε κολαστήριον προσαγάγετε τῷ σώματί μου· τῆς γὰρ ψυχῆς μου, οὐδʼ ἂν θέλητε, ἅψασθαι δύνασθε.
Οἱ δὲ πίκρῶς ἐνέγκαντες τὴν παῤῥησίαν τοῦ ἀνδρὸς, ἀρθρεμβόλοις ὀργάνοις τὰς χεῖρας αὐτοῦ καὶ τοὺς πόδας ἐξήρθρουν, καὶ ἐξ ἁρμῶν ἀναμοχλεύοντες ἐξεμέλιζον· καὶ τοὺς δακτύλους, καὶ τοὺς βραχίονας, καὶ τὰ σκέλη, καὶ τοὺς ἀγκῶνας περιέλκων. Καὶ κατὰ μηδένα τρόπον ἰσχύοντες αὐτὸν ἄγξαι, περισύραντες τὸ δέρμα σὺν ἄκραις ταῖς τῶν δακτύλων κορυφαῖς ἀπεσκύθιζον, καὶ εὐθέως ἦγον ἐπὶ τὸν τροχόν. Περὶ ὃν ἐκ σφονδύλων ἐκμελιζόμενος ἑώρα τὰς ἑαυτοῦ σάρκας περιλακιζομένας καὶ κατὰ σπλάγχνων σταγόνας αἵματος ἀποῤῥεούσας. Μέλλων δὲ ἀποθνήσκειν, 10 ἔφη, ἡμεῖς μὲν ὦ μιαιρώτατε τύραννε, διὰ παιδείαν καί ἀρετὴν Θεοῦ ταῦτα πάσχομεν. 11 Σὺ δὲ διὰ τὴν ἀσέβειαν καὶ μιαιφονίαν, ἀκαταλύτους καρτερήσεις βασάνους.
12 Καὶ τούτου θανόντος ἀδελφοπρεπῶς, τὸν τέταρτον ἐπεσπῶντο, λέγοντες, 13 Μὴ μανῄς καὶ σὺ τοῖς ἀδελφοῖς σου τὴν αὐτὴν μανίαν· ἀλλὰ πεισθεὶς τῷ βασιλεῖ, σῶζε σεαυτόν. 14 Ὁ δὲ αὐτοῖς ἔφη, οὐχ οὕτως καυστικώτερον ἔχετε κατʼ ἐμοῦ τὸ πῦρ, ὥστε με δειλανδρῆσαι. 15 Μὰ τὸν μακάριον τῶν ἀδελφῶν μου θάνατον, καὶ τὸν αἰώνιον τοῦ τυράννου ὄλεθρον, καὶ τὸν ἀοίδιμον τῶν εὐσεβῶν βίον, οὐκ ἀρνήσομαι τὴν εὐγενῆ ἀδελφότητα. 16 Ἐπινόει, τύραννε, βασάνους· ἵνα καὶ διὰ τούτων μάθῃς, ὅτι ἀδελφός εἰμι τῶν προβεβανασισθέντων.
17 Ταῦτα ἀκούσας ὁ αἱμοβόρος καὶ φονώδης καὶ πανμιαιρώτατος Ἀντίοχος, ἐκέλευσεν τὴν γλῶτταν αὐτοῦ ἐκτεμεῖν. 18 Ὁ δὲ ἔφη, κᾂν ἀφέλῃς τὸ τῆς φωνῆς ὄργανον, καὶ σιωπώντων ἀκούει ὁ Θεός. 19 Ἰδοὺ κεχάλασται ἡ γλῶσσα· τέμνε· οὐ γὰρ παρὰ τοῦτο τὸν λογισμὸν ἡμῶν γλωσσοτομήσεις. 20 Ἡδέως ὑπὲρ τοῦ Θεοῦ τὰ τοῦ σώματος μέλη ἀκρωτηριαζόμενα. 21 Σὲ δὲ ταχέως μετελεύσεται ὁ Θεός· τὴν γὰρ τῶν θείων ὕμνων μελῳδὸν γλῶτταν ἐκτέμνεις.