142
1 Ψαλμὸς τῷ Δαυὶδ, ὅτε αὐτὸν ὁ υἱὸς κατεδιώκει.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, ἐπάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου.
2 Καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν.
3 Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου· ἐταπείνωσεν εἰς τὴν γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος,
4 καὶ ἠκηδίασεν ἐπʼ ἐμὲ τὸ πνεῦμά μου· ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου.
5 Ἐμνήσθην ἡμερῶν ἀρχαίων· καὶ ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων.
6 Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι· διάψαλμα.
7 Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπʼ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον.
8 Ἀκουστὸν ποίησόν μοι τοπρωῒ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ᾖρα τὴν ψυχήν μου.
9 Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου Κύριε, ὅτι πρὸς σὲ κατέφυγον.
10 Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι Θεός μου εἶ σὺ, τὸ πνεῦμά σου τὸ ἁγαθὸν ὁδηγήσει με ἐν τῇ εὐθείᾳ.
11 Ἕνεκα τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου.
12 Καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου, καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι δοῦλός σου εἰμὶ ἐγώ.