63
1 Εἰς τὸ τέλος, ψαλμὸς τῷ Δαυίδ.
2 Εἰσάκουσον ὁ Θεὸς τῆς προσευχῆς μου ἐν τῷ δέεσθαί με πρὸς σὲ, ἀπὸ φόβου ἐχθροῦ ἐξελοῦ τὴν ψυχήν μου.
3 Ἐσκέπασάς με ἀπὸ συστροφῆς πονηρευομένων, ἀπὸ πλήθους ἐργαζομένων ἀδικίαν·
4 Οἵτινες ἠκόνησαν ὡς ῥομφαίαν τὰς γλώσσας αὐτῶν, ἐνέτειναν τόξον πρᾶγμα πικρὸν,
5 τοῦ κατατοξεῦσαι ἐν ἀποκρύφοις ἄμωμον, ἐξάπινα κατατοξεύσουσιν αὐτὸν, καὶ οὐ φοβηθήσονται.
6 Ἐκραταίωσαν ἑαυτοῖς λόγον πονηρὸν, διηγήσαντο τοῦ κρύψαι παγίδας· εἶπαν, τίς ὄψεται αὐτούς;
7 Ἐξηρεύνησαν ἀνομίαν, ἐξέλιπον ἐξερευνῶντες ἐξερευνήσει· προσελεύσεται ἄνθρωπος, καὶ καρδία βαθεῖα,
8 καὶ ὑψωθήσεται ὁ Θεός· βέλος νηπίων ἐγενήθησαν αἱ πληγαὶ αὐτῶν,
9 καὶ ἐξουθένησαν αὐτὸν αἱ γλῶσσαι αὐτῶν· ἐταράχθησαν πάντες οἱ θεωροῦντες αὐτοὺς,
10 καὶ ἐφοβήθη πᾶς ἄνθρωπος· καὶ ἀνήγγειλαν τὰ ἔργα τοῦ Θεοῦ, καὶ τὰ ποιήματα αὐτοῦ συνῆκαν.
11 Εὐφρανθήσεται δίκαιος ἐν τῷ Κυρίῳ, καὶ ἐλπιεῖ ἐπʼ αὐτόν· καὶ ἐπαινεθήσονται πάντες οἱ εὐθεῖς τῇ καρδίᾳ.