ΣΩΣΑΝΝΑ
1
1 ΚΑΙ ἦν ἀνὴρ οἰκῶν ἐν Βαβυλῶνι, καὶ ὄνομα αὐτῷ Ἰωακείμ.
2 Καὶ ἔλαβε γυναῖκα ᾗ ὄνομα Σωσάννα, θυγάτηρ Χελκείου, καλὴ σφόδρα, καὶ φοβουμένη τὸν Κύριον.
3 Καὶ οἱ γονεῖς αὐτῆς δίκαιοι, καὶ ἐδίδαξαν τὴν θυγατέρα αὐτῶν κατὰ τὸν νόμον Μωυσῆ.
4 Καὶ ἦν Ἰωακεὶμ πλούσιος σφόδρα, καὶ ἦν αὐτῷ παράδεισος γειτνιῶν τῷ οἴκῳ αὐτοῦ· καὶ πρὸς αὐτὸν προσήγοντο οἱ Ἰουδαῖοι, διὰ τὸ εἶναι αὐτὸν ἐνδοξότερον πάντων.
5 Καὶ ἀπεδείχθησαν δύο πρεσβύτεροι ἐκ τοῦ λαοῦ κριταὶ ἐν τῷ ἐνιαυτῷ ἐκείνῳ, περὶ ὧν ἐλάλησεν ὁ δεσπότης, ὅτι ἐξῆλθεν ἀνομία ἐκ Βαβυλῶνος ἐκ πρεσβυτέρων κριτῶν, οἳ ἐδόκουν κυβερνᾷν τὸν λαόν.
6 Οὗτοι προσεκαρτέρουν ἐν τῇ οἰκίᾳ Ἰωακεὶμ, καὶ ἤρχοντο πρὸς αὐτοὺς πάντες οἱ κρινόμενοι.
7 Καὶ ἐγένετο ἡνίκα ἀπέτρεχεν ὁ λαὸς μέσον ἡμέρας, εἰσεπορεύετο Σωσάννα, καὶ περιεπάτει ἐν τῷ παραδείσῳ τοῦ ἀνδρὸς αὐτῆς.
8 Καὶ ἐθεώρουν αὐτὴν οἱ δύο πρεσβύτεροι καθʼ ἡμέραν εἰσπορευομένην, καὶ περιπατοῦσαν, καὶ ἐγένοντο ἐν ἐπιθυμίᾳ αὐτῆς,
9 καὶ διέστρεψαν τὸν ἑαυτῶν νοῦν, καὶ ἐξέκλιναν τοὺς ὀφθαλμοὺς αὐτῶν, τοῦ μὴ βλέπειν εἰς τὸν οὐρανὸν, μηδὲ μνημονεύειν κριμάτων δικαίων.
10 Καὶ ἦσαν ἀμφότεροι κατανενυγμένοι περὶ αὐτῆς, καὶ οὐκ ἀνήγγειλαν ἀλλήλοις τὴν ὀδύνην ἑαυτῶν·
11 Ὅτι ᾐσχύνοντο ἀναγγεῖλαι τὴν ἐπιθυμίαν αὐτῶν, ὅτι ἤθελον συγγενέσθαι αὐτῇ.
12 Καὶ παρετηροῦσαν φιλοτίμως καθʼ ἡμέραν ὁρᾷν αὐτήν.
13 Καὶ εἶπαν ἕτερος τῷ ἑτέρῳ, πορευθῶμεν δὴ εἰς οἶκον, ὅτι ἀρίστου ὥρα ἐστί.
14 Καὶ ἐξελθόντες διεχωρίσθησαν ἀπʼ ἀλλήλων, καὶ ἀνακάμφαντες ἦλθον ἐπιτοαυτὸ, καὶ ἀνετάζοντες ἀλλήλους τὴν αἰτίαν, ὡμολόγησαν τὴν ἐπιθυμίαν αὐτῶν· καὶ τότε κοινῇ συνετάξαντο καιρὸν, ὅτε αὐτὴν δυνήσονται εὑρεῖν μόνην.
15 Καὶ ἐγένετο ἐν τῷ παρατηρεῖν αὐτοὺς ἡμέραν εὔθετον, εἰσῆλθέ ποτε καθὼς χθὲς καὶ τρίτης ἡμέρας μετὰ δύο μόνων κορασίων, καὶ ἐπεθύμησε λούσασθαι ἐν τῷ παραδείσῳ, ὅτι καῦμα ἦν.
16 Καὶ οὐκ ἧν οὐδεὶς ἐκεῖ πλὴν οἱ δύο πρεσβύτεροι κεκρυμμένοι, καὶ παρατηροῦντες αὐτήν.
17 Καὶ εἶπε τοῖς κορασίοις, ἐνέγκατε δή μοι ἔλαιον καὶ σμήγματα, καὶ τας θύρας τοῦ παραδείσου κλείσατε, ὅπως λούσωμαι.
18 Καὶ ἐποίησαν καθὼς εἶπε, καὶ ἀπέκλεισαν τὰς θύρας τοῦ παραδείσου, καὶ ἐξῆλθαν κατὰ τὰς πλαγίας θύρας, ἐνέγκαι τὰ προστεταγμένα αὐταῖς, καὶ οὐκ εἴδοσαν τοὺς πρεσβυτέρους ὅτι ἦσαν κεκρυμμένοι.
19 Καὶ ἐγένετο ὡς ἐξήλθοσαν τὰ κοράσια, καὶ ἀνέστησαν οἱ δύο πρεσβύται, καὶ ἐπέδραμον αὐτῇ,
20 καὶ εἶπον, ἰδοὺ αἱ θύραι τοῦ παραδείσου κέκλεινται, καὶ οὐδεὶς θεωρεῖ ἡμᾶς, καὶ ἐν ἐπιθυμίᾳ σου ἐσμέν· διὸ συγκατάθου ἡμῖν, καὶ γενοῦ μεθʼ ἡμῶν.
21 Εἰ δὲ μὴ, καταμαρτυρήσομέν σου, ὅτι ἦν μετὰ σοῦ νεανίσκος, καὶ διὰ τοῦτο ἐξαπέστειλας τὰ κοράσια ἀπὸ σοῦ.
22 Καὶ ἀνεστέναξε Σωσάννα, καὶ εἶπε, στενά μοι πάντοθεν· ἐάν τε γὰρ τοῦτο πράξω, θάνατός μοι ἐστίν· ἐάν τε μὴ πράξω, οὐκ ἐκφεύξομαι τὰς χεῖρας ὑμῶν.
23 Αἱρετώτερόν μοι ἐστὶ μὴ πράξασαν ἐμπεσεῖν εἰς τὰς χεῖρας ὑμῶν, ἢ ἁμαρτεῖν ἐνώπιον Κυρίου.
24 Καὶ ἀνεβόησε φωνῇ μεγάλῃ Σωσάννα· ἐβόησαν δὲ καὶ οἱ δύο πρεσβύται κατέναντι αὐτῆς.
25 Καὶ δραμων ὁ εἷς, ἤνοιξε τὰς θύρας τοῦ παραδείσου.
26 Ὡς δὲ ἤκουσαν τὴν κραυγὴν ἐν τῷ παραδεισῳ οἱ ἐκ τῆς οἰκίας, εἰσεπήδησαν διὰ τῆς πλαγίας θύρας ἰδεῖν τὸ συμβεβηκὸς αὐτῇ.
27 Ἡνίκα δὲ εἶπα οἱ πρεσβύται τοὺς λόγους αὐτῶν, κατῃσχύνθησαν οἱ δοῦλοι σφόδρα, ὅτι πώποτε οὐκ ἐῤῥήθη λόγος τοιοῦτος περὶ Σωσάννης.
28 Καὶ ἐγένετο τῇ ἐπαύριον, ὡς συνῆλθεν ὁ λαὸς πρὸς τὸν ἄνδρα αὐτῆς Ἰωακεὶμ, ἦλθον οἱ δύο πρεσβύται πλήρεις τῆς ἀνόμου ἐννοίας κατὰ Σωσάννης, τοῦ θανατῶσαι αὐτὴν,
29 καὶ εἶπαν ἔμπροσθεν τοῦ λαοῦ, ἀποστείλατε ἐπὶ Σωσάνναν θυγατέρα Χελκίου, ἥ ἐστι γυνὴ Ἰωακείμ· οἱ δὲ ἀπέστειλαν.
30 Καὶ ἦλθεν αὐτὴ, καὶ οἱ γονεῖς αὐτῆς, καὶ τὰ τέκνα αὐτῆς, καὶ πάντες οἱ συγγενεῖς αὐτῆς.
31 Ἡ δὲ Σωσάννα ἦν τρυφερὰ σφόδρα, καὶ καλὴ τῷ εἴδει.
32 Οἱ δὲ παράνομοι ἐκέλευσαν ἀποκαλυφθῆναι αὐτὴν, ἦν γὰρ κατακεκαλυμμένη, ὅπως ἐμπλησθῶσι τοῦ κάλλους αὐτῆς.
33 Ἔκλαιον δὲ οἱ παρʼ αὐτῆς, καὶ πάντες οἱ ἰδόντες αὐτήν.
34 Ἀναστάντες δὲ οἱ δύο πρεσβύται ἐν μέσῳ τῷ λαῷ, ἔθηκαν τὰς χεῖρας ἐπὶ τὴν κεφαλὴν αὐτῆς.
35 Ἡ δὲ κλαίουσα ἀνέβλεψεν εἰς τὸν οὐρανὸν, ὅτι ἦν ἡ καρδία αὐτῆς πεποιθυῖα ἐπὶ Κυρίῳ.
36 Εἶπον δὲ οἱ πρεσβύται, περιπατούντων ἡμῶν ἐν τῷ παραδείσῳ μόνων, εἰσῆλθεν αὕτη μετὰ δύο παιδισκῶν, καὶ ἀπέκλεισε τὰς θύρας τοῦ παραδείσου, καὶ ἀπέλυσε τὰς παιδίσκας.
37 Καὶ ἦλθε πρὸς αὐτὴν νεανίσκος ὃς ἦν κεκρυμμένος, καὶ ἀνέπεσε μετʼ αὐτῆς.
38 Ἡμεῖς δὲ ὄντες ἐν τῇ γωνίᾳ τοῦ παραδείσου, ἰδόντες τὴν ἀνομίαν, ἐδράμομεν ἐπʼ αὐτούς.
39 Καὶ ἰδόντες συγγινομένους αὐτοὺς, ἐκείνου μὲν οὐκ ἠδυνήθημεν ἐγκρατεῖς γενέσθαι, διὰ τὸ ἰσχύειν αὐτὸν ὑπὲρ ἡμᾶς, καὶ ἀνοίξαντα τὰς θύρας ἐκπεπηδηκέναι,
40 Ταύτης δὲ ἐπιλαβόμενοι, ἐπηρωτῶμεν, τίς ἦν ὁ νεανίσκος· καὶ οὐκ ἠθέλησεν ἀγγεῖλαι ἡμῖν· ταῦτα μαρτυροῦμεν.
41 Καὶ ἐπίστευσεν αὐτοῖς ἡ συναγωγὴ ὡς πρεσβυτέροις τοῦ λαοῦ καὶ κριταῖς· καὶ κατέκριναν αὐτὴν ἀποθανεῖν.
42 Ἀνεβόησε δὲ φωνῇ μεγάλῃ Σωσάννα, καὶ εἶπεν, ὁ Θεὸς ὁ αἰώνιος, ὁ τῶν κρυπτῶν γνώστης, ὁ εἰδὼς τὰ πάντα πρὶν γενέσεως αὐτῶν,
43 σὺ ἐπίστασαι ὅτι ψευδῆ μου κατεμαρτύρησαν· καὶ ἰδοὺ ἀποθνήσκω μὴ ποιήσασα μηδὲν ὧν οὗτοι ἐπονηρεύσαντο κατʼ ἐμοῦ.
44 Καὶ εἰσήκουσε Κύριος τῆς φωνῆς αὐτῆς.
45 Καὶ ἀπαγομένης αὐτῆς ἀπολέσθαι, ὁ Θεὸς ἐξήγειρε τὸ πνεῦμα τὸ ἅγιον παιδαρίου νεωτέρου ᾧ ὄνομα Δανιήλ.
46 Καὶ ἐβόησε φωνῇ μεγάλῃ, ἀθῶος ἐγὼ ἀπὸ τοῦ αἵματος ταύτης.
47 Ἐπέστρεψε δὲ πᾶς ὁ λαὸς πρὸς αὐτὸν, καὶ εἶπαν, τίς ὁ λόγος οὗτος, ὃν σὺ λελάληκας;
48 Ὁ δὲ στὰς ἐν μέσῳ αὐτῶν, εἶπεν, οὕτως μωροὶ οἱ υἱοὶ Ἰσραήλ; οὐκ ἀνακρίναντες, οὐδὲ τὸ σαφὲς ἐπιγνόντες, κατεκρίνατε θυγατέρα Ἰσραήλ;
49 Ἀναστρέψατε εἰς τὸ κριτήριον, ψευδῆ γὰρ οὗτοι κατεμαρτύρησαν αὐτῆς.
50 Καὶ ἀνέστρεψε πᾶς ὁ λαὸς μετὰ σπουδῆς· καὶ εἶπαν αὐτῷ οἱ πρεσβύτεροι, δεῦρο κάθισον ἐν μέσῳ ἡμῶν, καὶ ἀνάγγειλον ἡμῖν, ὅτι σοὶ δέδωκεν ὁ Θεὸς τὸ πρεσβεῖον.
51 Καὶ εἶπε πρὸς αὐτοὺς Δανιὴλ, διαχωρίσατε αὐτοὺς ἀπʼ ἀλλήλων μακρὰν, καὶ ἀνακρινῶ αὐτούς.
52 Ὡς δὲ διεχωρίσθησαν εἷς ἀπὸ τοῦ ἑνὸς, ἐκάλεσε τὸν ἕνα αὐτῶν, καὶ εἶπε πρὸς αὐτὸν, πεπαλαιωμένε ἡμερῶν κακῶν, νῦν ἥκασιν αἱ ἁμαρτίαι σου, ἃς ἐποίεις τὸ πρότερον,
53 κρίνων κρίσεις ἀδίκους· καὶ τοὺς μὲν ἀθώους κατακρίνων, ἀπολύων δὲ τοὺς αἰτίους, λέγοντος τοῦ Θεοῦ, ἀθῶον καὶ δίκαιον οὐκ ἀποκτενεῖς.
54 Νῦν οὖν ταύτην εἴπερ εἶδες, εἰπὸν, ὑπὸ τί δένδρον εἶδες αὐτοὺς ὁμιλοῦντας ἀλλήλοις; ὁ δὲ εἶπεν, ὑπὸ σχῖνον.
55 Εἶπε δὲ Δανιὴλ, ὀρθῶς ἔψευσαι εἰς τὴν σεαυτοῦ κεφαλήν· ἤδη γὰρ ἄγγελος φάσιν Θεοῦ λαβὼν παρὰ τοῦ Θεοῦ, σχίσει σε μέσον.
56 Καὶ μεταστήσας αὐτὸν, ἐκέλευσε προσαγαγεῖν τὸν ἕτερον, καὶ εἶπεν αὐτῷ, σπέρμα Χαναὰν, καὶ οὐκ Ἰούδα, τὸ κάλλος ἐξηπάτησέ σε, καὶ ἐπιθυμία διέστρεψε τὴν καρδίαν σου.
57 Οὕτως ἑποιεῖτε θυγατράσιν Ἰσραὴλ, καὶ ἐκεῖναι φοβούμεναι ὡμίλουν ὑμῖν· ἀλλʼ οὐ θυγάτηρ Ἰούδα ὑπέμεινε τὴν ἀνομίαν ὑμῶν.
58 Νῦν οὖν λέγε μοι, ὑπὸ τί δένδρον κατέλαβες αὐτοὺς ὁμιλοῦντας ἀλλήλοις; ὁ δὲ εἶπεν, ὑπὸ πρίνον.
59 Εἶπε δὲ αὐτῷ Δανιὴλ, ὀρθῶς ἔψευσαι καὶ σὺ εἰς τὴν σεαυτοῦ κεφαλὴν· μένει γὰρ ὁ ἄγγελος τοῦ Θεοῦ, τὴν ῥομφαίαν ἔχων πρίσαι σε μέσον, ὅπως ἐξολοθρεύσῃ ὑμᾶς.
60 Καὶ ἀνεβόησε πᾶσα ἡ συναγωγὴ φωνῇ μεγάλῃ, καὶ εὐλόγησαν τῷ Θεῷ τῷ σώζοντι τοὺς ἐλπίζοντας ἐπʼ αὐτόν.
61 Καὶ ἀνέστησαν ἐπὶ τοὺς δύο πρεσβύτας, ὅτι συνέστησεν αὐτοὺς Δανιὴλ ἐκ τοῦ στόματος αὐτῶν ψευδομαρτυρήσαντας.
62 Καὶ ἐποίησαν αὐτοῖς ὃν τρόπον ἐπονηρεύσαντο τῷ πλησίον· ποιῆσαι κατὰ τὸν νόμον Μωυσῆ· καὶ ἀπέκτειναν αὐτοὺς, καὶ ἐσώθη αἷμα ἀναίτιον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ.
63 Χελκίας δὲ καὶ ἡ γυνὴ αὐτοῦ ᾔνεσαν περὶ τῆς θυγατρὸς αὐτῶν μετὰ Ἰωακεὶμ τοῦ ἀνδρὸς αὐτῆς καὶ τῶν συγγενῶν αὐτῶν, ὅτι οὐχ εὑρέθη ἐν αὐτῇ ἄσχημον πρᾶγμα.
64 Καὶ Δανιὴλ ἐγένετο μέγας ἐνώπιον τοῦ λαοῦ ἀπὸ τῆς ἡμέρας ἐκείνης, καὶ ἐπέκεινα.