21
1 Τέκνον, ἥμαρτες; μὴ προσθῇς μηκέτι, καὶ περὶ τῶν προτέρων σου δεήθητι.
2 Ὡς ἀπὸ προσώπου ὄφεως, φεῦγε ἀπὸ ἁμαρτίας, ἐὰν γὰρ προσέλθῃς, δήξεταί σε· ὀδόντες λέοντος οἱ ὀδόντες αὐτῆς, ἀναιροῦντες ψυχὰς ἀνθρώπεν.
3 Ὡς ῥομφαία δίστομος πᾶσα ἀνομία, τῇ πληγῇ αὐτῆς οὐκ ἔστιν ἴασις.
4 Καταπληγμὸς καὶ ὕβρις ἐρημώσουσι πλοῦτον, οὕτως οἶκος ὑπερηφάνου ἐρημωθήσεται.
5 Δέησις πτωχοῦ ἐκ στόματος ἕως ὠτίων αὐτοῦ, καὶ τὸ κρίμα αὐτοῦ κατὰ σπουδὴν ἔρχεται.
6 Μισῶν ἐλεγμὸν, ἐν ἴχνει ἁμαρτωλοῦ, καὶ ὁ φοβούμενος Κύριον ἐπιστρέψει ἐν καρδίᾳ.
7 Γνωστὸς μακρόθεν ὁ δυνατὸς ἐν γλώσσῃ, ὁ δὲ νοήμων οἶδεν ἐν τῷ ὀλισθαίνειν αὐτόν.
8 Ὁ οἰκοδομῶν τὴν οἰκίαν αὐτοῦ ἐν χρήμασιν ἀλλοτρίοις, ὡς ὁ συνάγων αὐτοῦ τοὺς λίθους εἰς χειμῶνα.
9 Στυππεῖον συνηγμένον συναγωγὴ ἀνόμων, καὶ ἡ συντέλεια αὐτῶν φλὸξ πυρός.
10 Ὁδὸς ἁμαρτωλῶν ὡμαλισμένη ἐκ λίθων, καὶ ἐπʼ ἐσχάτῳ αὐτῆς βόθρος ᾅδου.
11 Ὁ φύλασσων νόμον κατακρατεῖ τοῦ ἐννοήματος αὐτοῦ, καὶ συντέλεια τοῦ φόβου Κυρίου σοφία.
12 Οὐ παιδευθήσεται ὃς οὐκ ἔστι πανοῦργος· ἔστι πανουργία πληθύνουσα πικρίαν.
13 Γνῶσις σοφοῦ ὡς κατακλυσμὸς πληθυνθήσεται, καὶ ἡ βουλὴ αὐτοῦ ὡς πηγὴ ζωῆς.
14 Ἔγκατα μωροῦ ὡς ἀγγεῖον συντετριμμένον, καὶ πᾶσαν γνῶσιν οὐ κρατήσει.
15 Λόγον σοφὸν ἐὰν ἀκούσῃ ἐπιστήμων, αἰνέσει αὐτὸν, καὶ ἐπʼ αὐτὸν προσθήσει· ἤκουσεν ὁ σπαταλῶν καὶ ἀπήρεσεν αὐτῷ, καὶ ἀπέστρεψεν αὐτὸν ὀπίσω τοῦ νώτου αὐτοῦ.
16 Ἐξήγησις μωροῦ ὡς ἐν ὁδῷ φορτίον, ἐπὶ δὲ χείλους συνετοῦ εὑρεθήσεται χάρις.
17 Στόμα φρονίμου ζητηθήσεται ἐν ἐκκλησίᾳ, καὶ τοὺς λόγους αὐτοῦ διανοηθήσεται ἐν καρδίᾳ.
18 Ὡς οἶκος ἠφανισμένος οὕτως μωρῷ σοφία· καὶ γνῶσις ἀσυνέτου, ἀδιεξέταστοι λόγοι.
19 Πέδαι ἐν ποσὶν ἀνόητοις παιδεία, καὶ ὡς χειροπέδαι ἐπὶ χειρὸς δεξιᾶς.
20 Μωρὸς ἐν γέλωτι ἀνυψοῖ φωνὴν αὐτοῦ, ἀνὴρ δὲ πανοῦργος μόλις ἡσυχῇ μειδιάσει.
21 Ὡς κόσμος χρυσοῦ φρονίμῳ παιδεία, καὶ ὡς χλιδὼν ἐπὶ βραχίονι δεξιῷ.
22 Ποὺς μωροῦ ταχὺς εἰς οἰκίαν, ἄνθρωπος δὲ πολύπειρος αἰσχυνθήσεται ἀπὸ προσώπου.
23 Ἄφρων ἀπὸ θύρας παρακύπτει εἰς οἰκίαν, ἀνὴρ δὲ πεπαιδευμένος ἔξω στήσεται.
24 Ἀπαιδευσία ἀνθρώπου ἀκροᾶσθαι παρὰ θύραν, ὁ δὲ φρόνιμος βαρυνθήσεται ἀτιμίᾳ.
25 Χείλη ἀλλοτρίων ἐν τούτοις βαρυνθήσεται, λόγοι δὲ φρονίμων ἐν ζυγῷ σταθήσονται.
26 Ἐν στόματι μωρῶν ἡ καρδία αὐτῶν, καρδία δὲ σοφῶν στόμα αὐτῶν.
27 Ἐν τῷ καταρᾶσθαι ἀσεβῆ τὸν Σατανᾶν, αὐτὸς καταρᾶται τὴν ἑαυτοῦ ψυχήν.
28 Μολύνει τὴν ἑαυτοῦ ψυχὴν ὁ ψιθυρίζων, καὶ ἐν παροικήσει μισηθήσεται.