21
Paul is warned—again
Ὡς δὲ ἐγένετο ἀναχθῆναι ἡμᾶς ἀποσπασθέντας ἀπ᾿ αὐτῶν, εὐθυδρομήσαντες ἤλθομεν εἰς τὴν Κῶ,* τῇ δὲ ἑξῆς εἰς τὴν Ῥόδον, κἀκεῖθεν εἰς Πάταρα. Καὶ εὑρόντες πλοῖον διαπερῶν εἰς Φοινίκην, ἐπιβάντες ἀνήχθημεν. Ἀναφανέντες δὲ τὴν Κύπρον καὶ καταλιπόντες§ αὐτὴν εὐώνυμον, ἐπλέομεν εἰς Συρίαν καὶ κατήχθημεν* εἰς Τύρον, ἐκεῖσε γὰρ ἦν τὸ πλοῖον ἀποφορτιζόμενον τὸν γόμον. Καὶ ἀνευρόντες μαθητάς, ἐπεμείναμεν αὐτοῦ ἡμέρας ἑπτά· οἵτινες τῷ Παύλῳ ἔλεγον διὰ τοῦ Πνεύματος μὴ ἀναβαίνειν§ εἰς Ἱερουσαλήμ.* Ὅτε δὲ ἐγένετο ἡμᾶς ἐξαρτίσαι τὰς ἡμέρας, ἐξελθόντες ἐπορευόμεθα, προπεμπόντων ἡμᾶς πάντων, σὺν γυναιξὶν καὶ τέκνοις, ἕως ἔξω τῆς πόλεως, καὶ θέντες τὰ γόνατα ἐπὶ τὸν αἰγιαλὸν προσηυξάμεθα. Καὶ ἀσπασάμενοι ἀλλήλους, ἐπέβημεν§ εἰς τὸ πλοῖον, ἐκεῖνοι δὲ ὑπέστρεψαν εἰς τὰ ἴδια.
Ἡμεῖς δὲ τὸν πλοῦν διανύσαντες ἀπὸ Τύρου, κατηντήσαμεν εἰς Πτολεμαΐδα· καὶ ἀσπασάμενοι τοὺς ἀδελφοὺς ἐμείναμεν ἡμέραν μίαν παρ᾿ αὐτοῖς. Τῇ δὲ ἐπαύριον ἐξελθόντες, ἤλθομεν*
εἰς Καισάρειαν· καὶ εἰσελθόντες εἰς τὸν οἶκον Φιλίππου τοῦ εὐαγγελιστοῦ (ὄντος ἐκ τῶν ἑπτά), ἐμείναμεν παρ᾿ αὐτῷ.
(Τούτῳ δὲ ἦσαν θυγατέρες παρθένοι τέσσαρες προφητεύουσαι.)
Agabus
10 Ἐπιμενόντων δὲ ἡμῶν§ ἡμέρας πλείους, κατῆλθέν τις ἀπὸ τῆς Ἰουδαίας προφήτης ὀνόματι Ἄγαβος. 11 Καὶ ἐλθὼν πρὸς ἡμᾶς καὶ ἄρας τὴν ζώνην τοῦ Παύλου, δήσας τε αὐτοῦ* τοὺς πόδας καὶ τὰς χεῖρας εἶπεν, «Τάδε λέγει τὸ Πνεῦμα τὸ Ἅγιον· ‹Τὸν ἄνδρα οὗ ἐστιν ζώνη αὕτη οὕτως δήσουσιν ἐν Ἱερουσαλὴμ οἱ Ἰουδαῖοι, καὶ παραδώσουσιν εἰς χεῖρας ἐθνῶν.› » 12 Ὡς δὲ ἠκούσαμεν ταῦτα, παρεκαλοῦμεν, ἡμεῖς τε καὶ οἱ ἐντόπιοι, τοῦ μὴ ἀναβαίνειν αὐτὸν εἰς Ἱερουσαλήμ. 13 Ἀπεκρίθη τε§ Παῦλος· «Τί ποιεῖτε, κλαίοντες καὶ συνθρύπτοντές μου τὴν καρδίαν; Ἐγὼ γὰρ οὐ μόνον δεθῆναι, ἀλλὰ καὶ ἀποθανεῖν εἰς Ἱερουσαλὴμ, ἑτοίμως ἔχω* ὑπὲρ τοῦ ὀνόματος τοῦ Κυρίου Ἰησοῦ 14 Μὴ πειθομένου δὲ αὐτοῦ, ἡσυχάσαμεν εἰπόντες, «Τὸ θέλημα τοῦ Κυρίου γενέσθω
Jerusalem
15 Μετὰ δὲ τὰς ἡμέρας ταύτας ἐπισκευασάμενοι§ ἀνεβαίνομεν εἰς Ἱερουσαλήμ.* 16 Συνῆλθον δὲ καὶ τῶν μαθητῶν ἀπὸ Καισαρείας σὺν ἡμῖν, ἄγοντες παρ᾿ ξενισθῶμεν, Μνάσωνί τινι Κυπρίῳ, ἀρχαίῳ μαθητῇ. 17 Γενομένων δὲ ἡμῶν εἰς Ἱεροσόλυμα, ἀσμένως ἐδέξαντο ἡμᾶς οἱ ἀδελφοί. 18 Τῇ δὲ ἐπιούσῃ εἰσῄει Παῦλος, σὺν ἡμῖν, πρὸς Ἰάκωβον, πάντες τε παρεγένοντο οἱ πρεσβύτεροι. 19 Καὶ ἀσπασάμενος αὐτούς, ἐξηγεῖτο καθ᾿ ἓν ἕκαστον ὧν ἐποίησεν Θεὸς ἐν τοῖς ἔθνεσιν διὰ τῆς διακονίας αὐτοῦ.
Paul submits to a false agenda
20 Οἱ δὲ ἀκούσαντες§ ἐδόξαζον τὸν Κύριον,* εἰπόντες αὐτῷ· «Θεωρεῖς, ἀδελφέ, πόσαι μυριάδες εἰσὶν Ἰουδαίων τῶν πεπιστευκότων, καὶ πάντες ζηλωταὶ τοῦ νόμου ὑπάρχουσιν· 21 κατηχήθησαν δὲ περὶ σοῦ ὅτι ἀποστασίαν διδάσκεις ἀπὸ Μωϋσέος§ τοὺς κατὰ τὰ ἔθνη πάντας Ἰουδαίους, λέγων μὴ περιτέμνειν αὐτοὺς τὰ τέκνα μηδὲ τοῖς ἔθεσιν* περιπατεῖν. 22 Τί οὖν ἐστιν; Πάντως δεῖ πλῆθος συνελθεῖν· ἀκούσονται γὰρ ὅτι ἐλήλυθας. 23 Τοῦτο οὖν ποίησον σοι λέγομεν· Εἰσὶν ἡμῖν ἄνδρες τέσσαρες εὐχὴν ἔχοντες ἐφ᾿ ἑαυτῶν. 24 Τούτους παραλαβὼν ἁγνίσθητι σὺν αὐτοῖς, καὶ δαπάνησον§ ἐπ᾿ αὐτοῖς ἵνα ξυρήσωνται* τὴν κεφαλήν, καὶ γνῶσιν πάντες ὅτι ὧν κατήχηνται περὶ σοῦ οὐδέν ἐστιν· ἀλλὰ στοιχεῖς καὶ αὐτὸς τὸν νόμον φυλάσσων. 25 Περὶ δὲ τῶν πεπιστευκότων ἐθνῶν ἡμεῖς ἐπεστείλαμεν, κρίναντες μηδὲν τοιοῦτον τηρεῖν αὐτούς, εἰ μὴ§ φυλάσσεσθαι αὐτοὺς τό τε εἰδωλόθυτον καὶ τὸ* αἷμα καὶ πνικτὸν καὶ πορνείαν
Paul arrested
26 Τότε Παῦλος παραλαβὼν τοὺς ἄνδρας, τῇ ἐχομένῃ ἡμέρᾳ σὺν αὐτοῖς ἁγνισθεὶς εἰσῄει εἰς τὸ ἱερόν, διαγγέλλων τὴν ἐκπλήρωσιν τῶν ἡμερῶν τοῦ ἁγνισμοῦ, ἕως οὗ προσηνέχθη ὑπὲρ ἑνὸς ἑκάστου αὐτῶν προσφορά. 27 Ὡς δὲ ἤμελλον§ αἱ ἑπτὰ ἡμέραι συντελεῖσθαι, οἱ ἀπὸ τῆς Ἀσίας Ἰουδαῖοι, θεασάμενοι αὐτὸν ἐν τῷ ἱερῷ, συνέχεον πάντα τὸν ὄχλον καὶ ἐπέβαλον ἐπ᾿ αὐτὸν τὰς χεῖρας,* 28 κράζοντες· «Ἄνδρες Ἰσραηλῖται, βοηθεῖτε. Οὗτός ἐστιν ἄνθρωπος κατὰ τοῦ λαοῦ καὶ τοῦ νόμου καὶ τοῦ τόπου τούτου πάντας πανταχοῦ διδάσκων. Ἔτι τε καὶ Ἕλληνας εἰσήγαγεν εἰς τὸ ἱερὸν καὶ κεκοίνωκεν τὸν ἅγιον τόπον τοῦτον 29 (Ἦσαν γὰρ ἑωρακότες§ Τρόφιμον* τὸν Ἐφέσιον ἐν τῇ πόλει σὺν αὐτῷ, ὃν ἐνόμιζον ὅτι εἰς τὸ ἱερὸν εἰσήγαγεν Παῦλος.)
30 Ἐκινήθη τε πόλις ὅλη καὶ ἐγένετο συνδρομὴ τοῦ λαοῦ. Καὶ ἐπιλαβόμενοι τοῦ Παύλου εἷλκον αὐτὸν ἔξω τοῦ ἱεροῦ, καὶ εὐθέως ἐκλείσθησαν αἱ θύραι. 31 Ζητούντων δὲ αὐτὸν ἀποκτεῖναι, ἀνέβη φάσις τῷ χιλιάρχῳ τῆς σπείρας ὅτι ὅλη συγκέχυται§ Ἱερουσαλήμ· 32 ὃς ἐξαυτῆς παραλαβὼν στρατιώτας καὶ ἑκατοντάρχους,* κατέδραμεν ἐπ᾿ αὐτούς· οἱ δέ, ἰδόντες τὸν χιλίαρχον καὶ τοὺς στρατιώτας, ἐπαύσαντο τύπτοντες τὸν Παῦλον. 33 Ἐγγίσας δὲ χιλίαρχος ἐπελάβετο αὐτοῦ, καὶ ἐκέλευσεν δεθῆναι ἁλύσεσιν δυσίν, καὶ ἐπυνθάνετο τίς ἂν εἴη καὶ τί ἐστιν πεποιηκώς. 34 Ἄλλοι δὲ ἄλλο τι ἐβόων§ ἐν τῷ ὄχλῳ· μὴ δυνάμενος δὲ* γνῶναι τὸ ἀσφαλές, διὰ τὸν θόρυβον, ἐκέλευσεν ἄγεσθαι αὐτὸν εἰς τὴν παρεμβολήν. 35 Ὅτε δὲ ἐγένετο ἐπὶ τοὺς ἀναβαθμούς, συνέβη βαστάζεσθαι αὐτὸν ὑπὸ τῶν στρατιωτῶν, διὰ τὴν βίαν τοῦ ὄχλου. 36 Ἠκολούθει γὰρ τὸ πλῆθος τοῦ λαοῦ κράζον, «Αἶρε αὐτόν
37 Μέλλων δὲ§ εἰς τὴν παρεμβολὴν εἰσάγεσθαι,* Παῦλος λέγει τῷ χιλιάρχῳ, «Εἰ ἔξεστίν μοι εἰπεῖν πρός σε δὲ ἔφη· «Ἑλληνιστὶ γινώσκεις; 38 Οὐκ ἄρα σὺ εἶ Αἰγύπτιος πρὸ τούτων τῶν ἡμερῶν ἀναστατώσας καὶ ἐξαγαγὼν εἰς τὴν ἔρημον τοὺς τετρακισχιλίους ἄνδρας τῶν Σικαρίων 39 Εἶπεν δὲ Παῦλος, «Ἐγὼ ἄνθρωπος μέν εἰμι Ἰουδαῖος, Ταρσεὺς τῆς Κιλικίας, οὐκ ἀσήμου πόλεως πολίτης· δέομαι δέ§ σου, ἐπίτρεψόν μοι λαλῆσαι πρὸς τὸν λαόν 40 Ἐπιτρέψαντος δὲ αὐτοῦ, Παῦλος ἑστὼς ἐπὶ τῶν ἀναβαθμῶν κατέσεισεν τῇ χειρὶ τῷ λαῷ· πολλῆς δὲ σιγῆς γενομένης, προσεφώνει* τῇ Ἑβραΐδι διαλέκτῳ λέγων·
* 21:1 κω f35 ℵA,B,C,D [50%] OC,CP,NU ¦ κων [50%] HF,RP,TR 21:2 διαπερων rell ¦ διαπερον [10%] CP ¦ two other variants 21:3 αναφανεντες f35 A,C [92%] HF,RP,OC,CP ¦ αναφαναντες ℵB [8%] TR,NU § 21:3 καταλιποντες rell ¦ καταλειποντες A [15%] * 21:3 κατηχθημεν f35 C [87%] HF,RP,OC,TR,CP ¦ κατηλθομεν ℵA,B [3%] NU ¦ — [10%] 21:3 ην το πλοιον f35 [95%] HF,RP,OC,TR,CP ¦ ~ 231 ℵA,B,C [5%] NU 21:4 και ανευροντες f35 [90%] HF,RP,CP ¦ 12 τους [1%] OC,TR ¦ ~ 2 δε τους ℵA,B,C [4%] NU ¦ 1 ευροντες [5%] (OC is in small print) § 21:4 αναβαινειν f35 [98%] HF,RP,OC,TR,CP ¦ επιβαινειν (ℵ)A,B,C [2%] NU * 21:4 ιερουσαλημ f35 [95%] HF,RP,TR,CP ¦ ιεροσολυμα ℵA,B,C [5%] OC,NU 21:5 προσηυξαμεθα f35 [95%] HF,RP,OC,TR,CP ¦ προσευξαμενοι ℵA,B,C [5%] NU 21:6 και ασπασαμενοι αλληλους f35 [96%] HF,RP,OC,TR,CP ¦ ~ απησπασαμεθα 31 ℵ(A)B(C) [4%] NU § 21:6 επεβημεν f35 [93%] HF,RP,OC,TR,CP ¦ ανεβημεν ℵA,C [4%] NU ¦ ενεβημεν B [3%] ¦ one other variant * 21:8 ηλθομεν f35 ℵA(B)C (38.8%) OC,CP,NU ¦ οι περι τον παυλον ηλθον (46.4%) HF,RP,TR ¦ οι περι τον παυλον ηλθομεν (13.3%) ¦ οι αποστολοι (απο τυρου) ηλθον (1.1%) ¦ one other reading (0.4%) The third variant would appear to be a not very felicitous conflation. The first variant best fits the context—since the beginning of the chapter, and before, the main participants have been presented in the first person plural. The closest finite verb on each side of the variant in question is εμειναμεν, 1st plural. The information in the second variant is unnecessary but not objectionable; if it were original there would be no need to change it. Of course, if the first variant were original there would be no need to change it either, unless some felt it was time to remind the reader who “we” was referring to. More likely it was the influence of the Lectionaries, since they have precisely the second variant (while all three ancient versions have the first one). 21:8 ευαγγελιστου rell ¦ 1 του [5%] TR 21:9 θυγατερες παρθενοι τεσσαρες f35 [94%] HF,RP,OC,TR,CP ¦ ~ 132 ℵA,B [5%] NU ¦ ~ 213 C ¦ one other variant § 21:10 ημων f35 (84.6%) HF,RP,OC,TR,CP ¦ — A,B,C (14.4%) NU ¦ αυτων ℵ (0.4%) ¦ two other variants (0.6%) * 21:11 τε αυτου f35 [89%] HF,RP,OC,TR,CP ¦ εαυτου ℵA,B,C,D [10%] NU ¦ 2 [1%] 21:11 τους ποδας και τας χειρας f35 ℵB,C,D [85%] HF,RP,OC,CP,NU ¦ ~ 45312 A [15%] TR 21:11 εν rell ¦ εις D [1%] OC § 21:13 απεκριθη τε f35 [92%] HF,RP,OC,CP ¦ 1 δε [5%] TR ¦ ~ τοτε 1 ℵA,B [2%] NU ¦ ~ τοτε 1 δε C [1%] ¦ D is wild * 21:13 εις ιερουσαλημ ετοιμως εχω rell ¦ ~ 3412 A [5%] CP 21:14 το θελημα του κυριου f35 D [96%] HF,RP,OC,TR,CP ¦ ~ 3412 ℵA,B,C [4%] NU 21:14 γενεσθω f35 [73%] HF,RP,TR,CP ¦ γινεσθω C [25%] OC,NU ¦ γεινεσθω ℵA,B,D [2%] § 21:15 επισκευασαμενοι f35 A,B [90%] HF,RP,OC,CP,NU ¦ επισκευασαμενον ℵ ¦ αποσκευασαμενοι [5%] TR ¦ παρασκευασαμενοι C [2%] ¦ αποταξαμενοι D ¦ two other variants * 21:15 ιερουσαλημ f35 [93%] HF,RP,OC,TR,CP ¦ ιεροσολυμα ℵA,B,C [7%] NU 21:16 αγοντες rell ¦ αγαγοντες CP 21:17 εδεξαντο f35 [95%] HF,RP,OC,TR,CP ¦ απεδεξαντο ℵA,B,C [5%] NU § 21:20 ακουσαντες rell ¦ ακουοντες [23%] * 21:20 κυριον f35 D [70%] HF,RP,OC,TR ¦ θεον ℵA,B,C [30%] CP,NU 21:20 ειποντες f35 C,D [60%] HF,RP ¦ ειπον τε A,B [37%] OC,TR,CP,NU ¦ ειπαν τε ℵ [2%] ¦ two other variants 21:20 ιουδαιων f35 (88.1%) HF,RP,OC,TR,CP ¦ εν τοις ιουδαιοις A,B,C (6.9%) NU ¦ — ℵ (2.1%) ¦ των 1 (1.9%) ¦ ιουδαιοι (0.8%) ¦ εν τη ιουδαια D § 21:21 μωυσεος f35 [25%] ¦ μωυσεως ℵB,C [45%] HF,RP,OC,NU ¦ μωσεως A,D [30%] TR,CP * 21:21 εθεσιν rell ¦ εθνεσιν D [15%] 21:22 δει πληθος συνελθειν f35 D [94%] HF,RP,OC,TR,CP ¦ ~ 132 ℵA [4%] ¦ — B,C [2%] NU 21:22 γαρ f35 A,D [96%] HF,RP,OC,TR,CP ¦ — (ℵ)B,C [4%] NU § 21:24 δαπανησον rell ¦ δαπανισον [14%] * 21:24 ξυρησωνται f35 A,C [62%] HF,RP,OC,TR,CP ¦ ξυρησονται ℵB [18%] NU ¦ ξυρισωνται [18%] ¦ ξυρισονται [2%] ¦ ξυρωνται D 21:24 γνωσιν f35 [95%] HF,RP,OC,TR,CP ¦ γνωσονται ℵA,B,C,D [5%] NU 21:24 τον νομον φυλασσων f35 [90%] HF,RP,OC,TR,CP ¦ ~ 312 ℵA,B,C,D [10%] NU § 21:25 μηδεν τοιουτον (τοιουτο C 5.5% RP,HF) τηρειν αυτους ει μη (αλλα 4.6%) f35 (C)D (97.9%) (HF,RP)OC,TR,CP ¦ — ℵA,B (2.1%) NU * 21:25 το f35 [96%] HF,RP,OC,TR,CP ¦ — ℵA,B,C,D [4%] NU 21:26 ο παυλος παραλαβων rell ¦ ~ 312 [32%] ¦ 23 D [5%] 21:26 διαγγελλων rell ¦ διαγγελων [25%] CP § 21:27 ημελλον f35 [33%] ¦ εμελλον ℵA,B,C [60%] HF,RP,OC,TR,CP,NU ¦ εμελλων [7%] ¦ D is wild * 21:27 επ αυτον τας χειρας f35 ℵA,B,C,D [75%] NU ¦ ~ 3412 [25%] HF,RP,OC,TR,CP 21:28 πανταχου f35 [90%] HF,RP,OC,TR,CP ¦ πανταχη ℵA,B,C,D [10%] NU ¦ one other variant 21:28 κεκοινωκεν rell ¦ κεκοινωνηκεν (ℵ) [20%] ¦ εκοινωνησεν D § 21:29 εωρακοτες f35 [85%] HF,RP,OC,CP ¦ προεωρακοτες ℵA,B,C,D [10%] TR,NU ¦ εορακατες [5%] * 21:29 τροφιμον rell ¦ τροφημον [18%] 21:31 δε f35 [97%] HF,RP,OC,TR,CP ¦ τε ℵA,B [3%] NU ¦ και D 21:31 σπειρας f35 [30%] ¦ σπειρης (ℵ)A,B,D [70%] HF,RP,OC,TR,CP,NU § 21:31 συγκεχυται f35 [98%] HF,RP,OC,TR,CP ¦ συγχυννεται (ℵA)B(D) [2%] NU ¦ two other variants * 21:32 εκατονταρχους f35 [96%] HF,RP,OC,TR,CP ¦ εκατονταρχας ℵA,B,D [3%] NU ¦ εκατονταρχην [1%] 21:33 εγγισας δε f35 [92%] HF,RP,OC,CP ¦ ~ τοτε 1 ℵA,B,D [8%] TR,NU 21:33 αν f35 [96%] HF,RP,OC,TR,CP ¦ — ℵA,B,D [4%] NU § 21:34 εβοων f35 [77%] HF,RP,OC,TR,CP ¦ εβοουν [15%] ¦ επεφωνουν ℵA,B,D [6%] NU ¦ επιβοων [2%] * 21:34 δυναμενος δε f35 [96%] HF,RP,OC,TR,CP ¦ δυναμενου 2 αυτου ℵA,B(D) [4%] NU 21:36 ηκολουθει rell ¦ ηκολουθη [30%] ¦ ηκολουθι ℵD [1%] 21:36 κραζον f35 D [78%] HF,RP,OC,TR,CP ¦ κραζοντες ℵA,B [5%] NU ¦ κραζων [17%] § 21:37 δε f35 [40%] ¦ τε ℵA,B,D [58%] HF,RP,OC,TR,CP,NU ¦ — [2%] * 21:37 εις την παρεμβολην εισαγεσθαι f35 [20%] ¦ ~ 4123 ℵA,B,D [80%] HF,RP,OC,TR,CP,NU 21:37 ειπειν f35 [80%] HF,RP,CP ¦ 1 τι ℵA,B [20%] OC,TR,NU ¦ λαλησαι D 21:39 ασημου rell ¦ ασιμου [35%] ¦ — D § 21:39 δε rell ¦ — [20%] * 21:40 προσεφωνει f35 [40%] RP ¦ προσεφωνησεν ℵA,B,D [60%] HF,OC,TR,CP,NU