The nature of the ministry
3
It is not to be sectarian
Καὶ ἐγώ,* ἀδελφοί, οὐκ ἠδυνήθην ὑμῖν λαλῆσαι ὡς πνευματικοῖς, ἀλλ᾿ ὡς σαρκικοῖς, ὡς νηπίοις ἐν Χριστῷ. Γάλα ὑμᾶς ἐπότισα καὶ§ οὐ βρῶμα, οὔπω γὰρ ἠδύνασθε.* Ἀλλ᾿ οὔτε ἔτι νῦν δύνασθε, ἔτι γὰρ σαρκικοί ἐστε· ὅπου γὰρ ἐν ὑμῖν ζῆλος καὶ ἔρις καὶ διχοστασίαι, οὐχὶ σαρκικοί ἐστε καὶ κατὰ ἄνθρωπον περιπατεῖτε; Ὅταν γὰρ λέγῃ§ τις, «Ἐγὼ μέν εἰμι Παύλουἕτερος δέ, «Ἐγὼ* Ἀπολλώοὐχὶ σαρκικοί ἐστε;
God’s coworkers
Τίς§ οὖν ἐστιν Παῦλος,* τίς δὲ Ἀπολλώς,§ ἀλλ᾿ * διάκονοι δι᾿ ὧν ἐπιστεύσατε, καὶ ἑκάστῳ ὡς Κύριος ἔδωκεν; Ἐγὼ ἐφύτευσα, Ἀπολλὼς ἐπότισεν, ἀλλ᾿ Θεὸς ηὔξανεν. Ὥστε οὔτε φυτεύων ἐστίν τι, οὔτε ποτίζων, ἀλλ᾿ αὐξάνων Θεός. φυτεύων δὲ καὶ ποτίζων ἕν εἰσιν, ἕκαστος δὲ τὸν ἴδιον μισθὸν λήψεται κατὰ τὸν ἴδιον κόπον. Θεοῦ γάρ ἐσμεν συνεργοί· Θεοῦ γεώργιον, Θεοῦ οἰκοδομή ἐστε.
There will be an accounting
10 Κατὰ τὴν χάριν τοῦ Θεοῦ τὴν δοθεῖσάν μοι, ὡς σοφὸς ἀρχιτέκτων θεμέλιον τέθεικα,§ ἄλλος δὲ ἐποικοδομεῖ. Ἕκαστος δὲ βλεπέτω πῶς ἐποικοδομεῖ· 11 θεμέλιον γὰρ ἄλλον οὐδεὶς δύναται θεῖναι* παρὰ τὸν κείμενον, ὅς ἐστιν Ἰησοῦς Χριστός. 12 Εἰ δέ τις ἐποικοδομεῖ ἐπὶ τὸν θεμέλιον τοῦτον χρυσόν, ἄργυρον, λίθους τιμίους, ξύλα, χόρτον, καλάμην, 13 ἑκάστου τὸ ἔργον φανερὸν γενήσεται· γὰρ ἡμέρα δηλώσει, ὅτι ἐν πυρὶ ἀποκαλύπτεται. Καί, ἑκάστου τὸ ἔργον ὁποῖόν ἐστιν τὸ πῦρ§ δοκιμάσει. 14 Εἴ τινος τὸ ἔργον μενεῖ ἐπῳκοδόμησεν,* μισθὸν λήψεται. 15 Εἴ τινος τὸ ἔργον κατακαήσεται, ζημιωθήσεται· αὐτὸς δὲ σωθήσεται, οὕτως δὲ ὡς διὰ πυρός.
We are a temple of God
16 Οὐκ οἴδατε ὅτι ναὸς Θεοῦ ἐστε καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ οἰκεῖ ἐν ὑμῖν; 17 Εἴ τις τὸν ναὸν τοῦ Θεοῦ φθείρει, φθερεῖ τοῦτον Θεός· γὰρ ναὸς τοῦ Θεοῦ ἅγιός ἐστιν, οἵτινές ἐστε ὑμεῖς.
18 Μηδεὶς ἑαυτὸν ἐξαπατάτω. Εἴ τις δοκεῖ σοφὸς εἶναι ἐν ὑμῖν ἐν τῷ αἰῶνι τούτῳ, μωρὸς γενέσθω ἵνα γένηται σοφός. 19  γὰρ σοφία τοῦ κόσμου τούτου μωρία παρὰ τῷ Θεῷ ἐστιν. Γέγραπται γάρ· « δρασσόμενος τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ αὐτῶν»· 20 καὶ πάλιν, «Κύριος γινώσκει τοὺς διαλογισμοὺς τῶν σοφῶν, ὅτι εἰσὶν μάταιοι 21 Ὥστε, μηδεὶς καυχάσθω ἐν ἀνθρώποις, πάντα γὰρ ὑμῶν ἐστιν· 22 εἴτε Παῦλος εἴτε Ἀπολλὼς εἴτε Κηφᾶς, εἴτε κόσμος εἴτε ζωὴ εἴτε θάνατος, εἴτε ἐνεστῶτα εἴτε μέλλονταπάντα ὑμῶν ἐστιν, 23 ὑμεῖς δὲ Χριστοῦ, Χριστὸς δὲ Θεοῦ.
* 3:1 και εγω f35 [88%] HF,RP,OC,TR,CP ¦ καγω 𝕻46ℵA,B,C [12%] NU 3:1 υμιν λαλησαι f35 [80%] HF,RP,OC,CP ¦ ~ 21 𝕻46ℵA,B,C [20%] TR,NU 3:1 σαρκικοις f35 [98%] HF,RP,OC,TR,CP ¦ σαρκινοις 𝕻46ℵA,B,C [2%] NU § 3:2 και f35 [93%] HF,RP,OC,TR,CP ¦ — 𝕻46ℵA,B,C [7%] NU * 3:2 ηδυνασθε f35 [56%] OC,TR ¦ εδυνασθε 𝕻46ℵA,B,C [38%] HF,RP,CP,NU ¦ ηδυνασθαι [3%] ¦ εδυνασθαι [3%] (Both of the main readings are imperfect = same meaning; the majority variant being Attic is more likely correct, since why would medieval monks revert to it if the Koine were original.) 3:2 ουτε f35 [85%] HF,RP,OC,TR,CP ¦ ουδε 𝕻46ℵA,B,C,0185v [15%] NU 3:3 και διχοστασιαι f35 𝕻46 (91.4%) HF,RP,OC,TR,CP ¦ — ℵA,B,C,048 (4.8%) NU ¦ 1 διχοστασια (3%) ¦ three other readings (0.8%) § 3:4 λεγη rell ¦ λεγει [30%] CP * 3:4 ετερος δε εγω f35 𝕻46vℵB,C [96%] HF,RP,OC,TR,NU ¦ 1232 [3%] CP ¦ ~ 32 A [1%] 3:4 ουχι f35 (96.5%) HF,RP,OC,TR,CP ¦ ουκ 𝕻46ℵA,B,C,048 (2.7%) NU ¦ ου (0.8%) 3:4 σαρκικοι f35 (96%) HF,RP,OC,TR,CP ¦ ανθρωποι 𝕻46ℵA,B,C,048 (3.3%) NU ¦ three other readings (0.7%) § 3:5 τις f35 C [98%] HF,RP,OC,TR,CP ¦ τι ℵA,B [2%] NU * 3:5 παυλος f35 (93.8%) HF,RP,OC,TR,CP ¦ απολλως 𝕻46ℵA,B,C,048 (6.2%) NU 3:5 τις f35 𝕻46C (96.7%) HF,RP,OC,TR,CP ¦ τι ℵA,B,048 (3.3%) NU 3:5 δε f35 (92.3%) HF,RP,OC,TR,CP ¦ 1 εστιν ℵA,B,C,048 (7.2%) NU ¦ three other readings (0.5%) § 3:5 απολλως f35 (92%) HF,RP,OC,TR,CP ¦ απολλω (1.8%) ¦ παυλος 𝕻46ℵA,B,C,048 (6.2%) NU * 3:5 αλλ η f35 [97%] HF,RP,OC,TR,CP ¦ — ℵA,B,C [2%] NU ¦ three other variants [1%] 3:6 αλλ rell ¦ αλλα 𝕻46ℵA,B [1.5%] NU ¦ ~ ο δε [2%] 3:8 ληψεται rell ¦ λημψεται 𝕻46ℵA,B [1%] NU § 3:10 τεθεικα f35 [98%] HF,RP,OC,TR,CP ¦ εθηκα 𝕻46ℵA,B,C [2%] NU * 3:11 θειναι rell ¦ θηναι [15%] 3:11 ιησους χριστος f35 𝕻46ℵA,B [90%] HF,RP,OC,CP,NU ¦ 1 ο 2 [3%] TR ¦ 2 C [7%] 3:12 τουτον f35 [99%] HF,RP,OC,TR,CP ¦ — 𝕻46ℵA,B,C [1%] NU § 3:13 πυρ f35 𝕻46ℵ [97%] HF,RP,OC,TR,CP ¦ 1 αυτο A,B,C [3%] [NU] * 3:14 επωκοδομησεν f35 C [88%] OC,TR ¦ εποικοδομησεν 𝕻46ℵA,B [10%] HF,RP,CP,NU ¦ two other variants [2%] 3:14 ληψεται rell ¦ λημψεται 𝕻46vℵA,B,C [1.5%] NU 3:22 εστιν f35 [96%] HF,RP,OC,TR,CP ¦ — 𝕻46ℵA,B,C [4%] NU