6
Down with lawsuits!
Τολμᾷ τις ὑμῶν πρᾶγμα ἔχων πρὸς τὸν ἕτερον κρίνεσθαι ἐπὶ τῶν ἀδίκων, καὶ οὐχὶ ἐπὶ τῶν ἁγίων; Οὐκ* οἴδατε ὅτι οἱ ἅγιοι τὸν κόσμον κρινοῦσιν; Καὶ εἰ ἐν ὑμῖν κρίνεται κόσμος, ἀνάξιοί ἐστε κριτηρίων ἐλαχίστων; Οὐκ οἴδατε ὅτι ἀγγέλους κρινοῦμεν; Μήτι γε βιωτικά; Βιωτικὰ μὲν οὖν κριτήρια ἐὰν ἔχητε, τοὺς ἐξουθενημένους ἐν τῇ ἐκκλησίᾳ, τούτους καθίζετε. Πρὸς ἐντροπὴν ὑμῖν λέγω. Οὕτως οὐκ ἔνι ἐν ὑμῖν σοφὸς οὐδὲ εἷς§ ὃς δυνήσεται διακρῖναι* ἀνὰ μέσον τοῦ ἀδελφοῦ αὐτοῦ; Ἀλλὰ ἀδελφὸς μετὰ ἀδελφοῦ κρίνεται, καὶ τοῦτο ἐπὶ ἀπίστων; Ἤδη μὲν οὖν ὅλως ἥττημα ὑμῖν ἐστιν ὅτι κρίματα ἔχετε μεθ᾿ ἑαυτῶν. Διὰ τί οὐχὶ μᾶλλον ἀδικεῖσθε; Διὰ τί οὐχὶ μᾶλλον ἀποστερεῖσθε; Ἀλλ᾿§ ὑμεῖς ἀδικεῖτε καὶ ἀποστερεῖτε, καὶ ταῦτα* ἀδελφούς.
How to avoid inheriting the Kingdom
οὐκ οἴδατε ὅτι ἄδικοι βασιλείαν Θεοῦ οὐ κληρονομήσουσιν; Μὴ πλανᾶσθε· οὔτε πόρνοι, οὔτε εἰδωλολάτραι, οὔτε μοιχοί, οὔτε μαλακοί, οὔτε ἀρσενοκοῖται, 10 οὔτε πλεονέκται, οὔτε κλέπται, οὔτε§ μέθυσοι, οὐ λοίδοροι, οὐχ ἅρπαγες βασιλείαν Θεοῦ οὐ* κληρονομήσουσιν. 11 Καὶ ταῦτά τινες ἦτε· ἀλλὰ ἀπελούσασθε, ἀλλ᾿ ἡγιάσθητε, ἀλλ᾿ ἐδικαιώθητε ἐν τῷ ὀνόματι τοῦ Κυρίου Ἰησοῦ§ καὶ ἐν τῷ Πνεύματι τοῦ Θεοῦ ἡμῶν.
Fornication is bad!
12 Πάντα μοι ἔξεστιν, ἀλλ᾿ οὐ πάντα συμφέρει. Πάντα μοι ἔξεστιν, ἀλλ᾿ οὐκ ἐγὼ ἐξουσιασθήσομαι ὑπό τινος. 13 Τὰ βρώματα τῇ κοιλίᾳ καὶ κοιλία τοῖς βρώμασιν, δὲ Θεὸς καὶ ταύτην καὶ ταῦτα καταργήσει. Τὸ δὲ σῶμα οὐ τῇ πορνείᾳ ἀλλὰ τῷ Κυρίῳ, καὶ Κύριος τῷ σώματι. 14  δὲ Θεὸς καὶ τὸν Κύριον ἤγειρεν καὶ ἡμᾶς ἐξεγερεῖ διὰ τῆς δυνάμεως αὐτοῦ. 15 Οὐκ οἴδατε ὅτι τὰ σώματα ὑμῶν μέλη Χριστοῦ ἐστιν; Ἄρας* οὖν τὰ μέλη τοῦ Χριστοῦ ποιήσω πόρνης μέλη; Μὴ γένοιτο. 16  οὐκ οἴδατε ὅτι κολλώμενος τῇ πόρνῃ ἓν σῶμά ἐστιν; «Ἔσονται» γάρ, φησίν, «οἱ δύο εἰς σάρκα μίαν 17  δὲ κολλώμενος τῷ Κυρίῳ ἓν πνεῦμά ἐστιν.
18 Φεύγετε τὴν πορνείαν. Πᾶν ἁμάρτημα ἐὰν ποιήσῃ ἄνθρωπος ἐκτὸς τοῦ σώματός ἐστιν, δὲ πορνεύων εἰς τὸ ἴδιον σῶμα ἁμαρτάνει. 19  οὐκ οἴδατε ὅτι τὸ σῶμα§ ὑμῶν ναὸς τοῦ ἐν ὑμῖν Ἁγίου Πνεύματός ἐστιν, οὗ ἔχετε ἀπὸ Θεοῦ, καὶ οὐκ ἐστὲ ἑαυτῶν; 20 Ἠγοράσθητε γὰρ τιμῆς· δοξάσατε δὴ τὸν Θεὸν ἐν τῷ σώματι ὑμῶν καὶ ἐν τῷ πνεύματι ὑμῶν, ἅτινά ἐστιν τοῦ Θεοῦ.*
* 6:2 ουκ f35 [92%] HF,RP,OC,TR,CP ¦ η 1 𝕻46ℵA,B,C [8%] NU 6:5 υμιν rell ¦ υμων [15%] 6:5 ενι f35 𝕻46ℵB,C [96%] HF,RP,OC,CP,NU ¦ εστιν [4%] TR ¦ A omits verses 3-6 § 6:5 σοφος ουδε εις f35 [92%] HF,RP,OC,TR,CP ¦ ~ ουδεις 1 𝕻46ℵB,C [4%] NU ¦ ~ 231 [2%] ¦ 1 ουδεις [2%] ¦ A omits verses 3-6 * 6:5 διακριναι rell ¦ ανακριναι ℵ [20%] ¦ A omits verses 3-6 6:7 ουν f35 A,B,C [95%] HF,RP,OC,TR,CP[NU] ¦ — 𝕻46ℵ [5%] 6:7 ηττημα rell ¦ 1 εν TR § 6:8 αλλ f35 [35%] ¦ αλλα 𝕻46ℵA,B,C [65%] HF,RP,OC,TR,CP,NU * 6:8 ταυτα f35 [93%] HF,RP,OC,TR,CP ¦ τουτο 𝕻46ℵA,B,C [5%] NU ¦ τοτε [2%] 6:9 βασιλειαν θεου f35 [97%] HF,RP,OC,TR,CP ¦ ~ 21 𝕻46ℵA(B)C [3%] NU 6:10 πλεονεκται ουτε κλεπται f35 [80%] HF,RP,OC,CP ¦ ~ 32 (ουδε 𝕻46) 1 𝕻46ℵA,B,C [15%] TR,NU ¦ ~ 31 [5%] § 6:10 ουτε f35 B [94%] HF,RP,OC,TR,CP ¦ ου ℵA,C [6%] NU ¦ ουδε 𝕻46 * 6:10 ου f35 (85.9%) HF,RP,OC,TR ¦ — 𝕻46ℵA,B,C (13.6%) CP,NU ¦ one other reading (0.5%) 6:11 αλλ f35 [35%] ¦ αλλα rell 6:11 αλλ f35 C [77%] HF,RP,TR,CP ¦ αλλα 𝕻46ℵA,B [23%] OC,NU § 6:11 ιησου f35 A [87%] HF,RP,OC,TR,CP ¦ 1 χριστου 𝕻46ℵ [3%] NU ¦ ημων 1 χριστου B [10%] * 6:15 αρας f35 𝕻46ℵA,B,C [70%] HF,RP,OC,TR,CP,NU ¦ αρα [30%] 6:16 η f35 ℵA,B,C [60%] OC,TR[NU] ¦ — 𝕻46 [40%] HF,RP,CP 6:18 ποιηση rell ¦ ποιησει [13%] § 6:19 το σωμα f35 𝕻46ℵB,C [65%] HF,RP,OC,TR,CP,NU ¦ τα σωματα [35%] * 6:20 και εν τω πνευματι υμων ατινα εστιν του θεου f35 (96.3%) HF,RP,OC,TR,CP ¦ — 𝕻46ℵA,B,C (3.7%) NU