ΕΥΑΓΓΕΛΙΟΝ ΚΑΤΑ ΛΟΥΚΑΝ
1
Dedicatory
Ἐπειδήπερ πολλοὶ ἐπεχείρησαν ἀνατάξασθαι διήγησιν περὶ τῶν πεπληροφορημένων ἐν ἡμῖν πραγμάτων, καθὼς παρέδοσαν ἡμῖν οἱ ἀπ᾿ ἀρχῆς αὐτόπται καὶ ὑπηρέται γενόμενοι τοῦ λόγου, ἔδοξεν κἀμοί, παρηκολουθηκότι Ἄνωθεν πᾶσιν, ἀκριβῶς καθεξῆς σοι γράψαι, κράτιστε Θεόφιλε, ἵνα ἐπιγνῷς περὶ ὧν κατηχήθης λόγων τὴν ἀσφάλειαν.
The birth of John the baptizer foretold
Ἐγένετο ἐν ταῖς ἡμέραις Ἡρῴδου, τοῦ* βασιλέως τῆς Ἰουδαίας, ἱερεύς τις ὀνόματι Ζαχαρίας, ἐξ ἐφημερίας Ἀβιά· καὶ γυνὴ αὐτοῦ ἐκ τῶν θυγατέρων Ἀαρών, καὶ τὸ ὄνομα αὐτῆς Ἐλισάβετ. Ἦσαν δὲ δίκαιοι ἀμφότεροι ἐνώπιον τοῦ Θεοῦ, πορευόμενοι ἐν πάσαις ταῖς ἐντολαῖς καὶ δικαιώμασιν τοῦ Κυρίου ἄμεμπτοι. Καὶ οὐκ ἦν αὐτοῖς τέκνον, καθότι Ἐλισάβετ ἦν§ στεῖρα· καὶ ἀμφότεροι προβεβηκότες ἐν ταῖς ἡμέραις αὐτῶν ἦσαν.
The setting
Ἐγένετο δὲ ἐν τῷ ἱερατεύειν αὐτὸν ἐν τῇ τάξει τῆς ἐφημερίας αὐτοῦ ἔναντι* τοῦ Θεοῦ, κατὰ τὸ ἔθος τῆς ἱερατείας, ἔλαχεν τοῦ θυμιᾶσαι εἰσελθὼν εἰς τὸν ναὸν τοῦ Κυρίου· 10 καὶ πᾶν τὸ πλῆθος τοῦ λαοῦ ἦν προσευχόμενον ἔξω τῇ ὥρᾳ τοῦ θυμιάματος. 11 Ὤφθη δὲ αὐτῷ ἄγγελος Κυρίου ἑστὼς ἐκ δεξιῶν τοῦ θυσιαστηρίου τοῦ θυμιάματος· 12 καὶ ἐταράχθη Ζαχαρίας ἰδών, καὶ φόβος ἐπέπεσεν ἐπ᾿ αὐτόν.
Gabriel delivers
13 Εἶπεν δὲ πρὸς αὐτὸν ἄγγελος· «Μὴ φοβοῦ, Ζαχαρία, διότι εἰσηκούσθη δέησίς σου, καὶ γυνή σου Ἐλισάβετ γεννήσει υἱόν σοι, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰωάννην. 14 Καὶ ἔσται χαρά σοι καὶ ἀγαλλίασις, καὶ πολλοὶ ἐπὶ τῇ γεννήσει αὐτοῦ χαρήσονται· 15 ἔσται γὰρ μέγας ἐνώπιον τοῦ§ Κυρίου· καὶ οἶνον καὶ σίκερα οὐ μὴ πίῃ· καὶ Πνεύματος Ἁγίου πλησθήσεται ἔτι ἐκ κοιλίας μητρὸς αὐτοῦ. 16 Καὶ πολλοὺς τῶν υἱῶν Ἰσραὴλ ἐπιστρέψει ἐπὶ Κύριον τὸν Θεὸν αὐτῶν· 17 καὶ αὐτὸς προελεύσεται ἐνώπιον Αὐτοῦ ἐν πνεύματι καὶ δυνάμει Ἠλιού, ἐπιστρέψαι καρδίας πατέρων ἐπὶ τέκνα, καὶ ἀπειθεῖς ἐν φρονήσει δικαίων, ἑτοιμάσαι Κυρίῳ λαὸν κατεσκευασμένον
Zacharias doubts
18 Καὶ εἶπεν Ζαχαρίας πρὸς τὸν ἄγγελον· «Κατὰ τί γνώσομαι τοῦτο; Ἐγὼ γάρ εἰμι πρεσβύτης, καὶ γυνή μου προβεβηκυῖα ἐν ταῖς ἡμέραις αὐτῆς 19 Καὶ ἀποκριθεὶς ἄγγελος εἶπεν αὐτῷ· «Ἐγώ εἰμι Γαβριήλ, παρεστηκὼς ἐνώπιον τοῦ Θεοῦ· καὶ ἀπεστάλην λαλῆσαι πρός σε καὶ εὐαγγελίσασθαί σοι ταῦτα. 20 Καὶ ἰδού, ἔσῃ σιωπῶν καὶ μὴ δυνάμενος λαλῆσαι ἄχρι ἧς ἡμέρας γένηται ταῦτα, ἀνθ᾿ ὧν οὐκ ἐπίστευσας τοῖς λόγοις μου, οἵτινες πληρωθήσονται εἰς τὸν καιρὸν αὐτῶν
Zacharias punished
21 Καὶ ἦν λαὸς προσδοκῶν τὸν Ζαχαρίαν, καὶ ἐθαύμαζον ἐν τῷ χρονίζειν αὐτὸν ἐν τῷ ναῷ.* 22 Ἐξελθὼν δὲ οὐκ ἠδύνατο λαλῆσαι αὐτοῖς, καὶ ἐπέγνωσαν ὅτι ὀπτασίαν ἑώρακεν ἐν τῷ ναῷκαὶ αὐτὸς ἦν διανεύων αὐτοῖς, καὶ διέμενεν κωφός. 23 Καὶ ἐγένετο, ὡς ἐπλήσθησαν αἱ ἡμέραι τῆς λειτουργίας αὐτοῦ, ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ.
24 Μετὰ δὲ ταύτας τὰς ἡμέρας συνέλαβεν Ἐλισάβετ γυνὴ αὐτοῦ, καὶ περιέκρυβεν ἑαυτὴν μῆνας πέντε· λέγουσα 25 ὅτι «Οὕτως μοι πεποίηκεν Κύριος ἐν ἡμέραις αἷς ἐπεῖδεν ἀφελεῖν τὸ§ ὄνειδός μου ἐν ἀνθρώποις
The birth of Jesus foretold—5 BC
26 Ἐν δὲ τῷ μηνὶ τῷ ἕκτῳ ἀπεστάλη ἄγγελος Γαβριὴλ ὑπὸ* τοῦ Θεοῦ εἰς πόλιν τῆς Γαλιλαίας ὄνομα Ναζαρέτ, 27 πρὸς παρθένον μεμνηστευμένην ἀνδρὶ ὄνομα Ἰωσήφ, ἐξ οἴκου§ Δαυίδ· καὶ τὸ ὄνομα τῆς παρθένου Μαριάμ. 28 Καὶ εἰσελθὼν ἄγγελος πρὸς αὐτὴν* εἶπεν, «Χαῖρε, κεχαριτωμένη, Κύριος μετὰ σοῦ· εὐλογημένη σὺ ἐν γυναιξίν 29  δὲ ἰδοῦσα διεταράχθη ἐπὶ τῷ λόγῳ§ αὐτοῦ,* καὶ διελογίζετο ποταπὸς εἴη ἀσπασμὸς οὗτος.
Gabriel delivers
30 Καὶ εἶπεν ἄγγελος αὐτῇ· «Μὴ φοβοῦ, Μαριάμ, εὗρες γὰρ χάριν παρὰ τῷ Θεῷ. 31 Καὶ ἰδού, συλλήψῃ ἐν γαστρὶ καὶ τέξῃ Υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν. 32 Οὗτος ἔσται μέγας, καὶ Υἱὸς Ὑψίστου κληθήσεται· καὶ δώσει αὐτῷ Κύριος Θεὸς τὸν θρόνον Δαυὶδ τοῦ πατρὸς αὐτοῦ· 33 καὶ βασιλεύσει ἐπὶ τὸν οἶκον Ἰακὼβ εἰς τοὺς αἰῶνας· καί, τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος
Mary agrees
34 Εἶπεν δὲ Μαριὰμ πρὸς τὸν ἄγγελον, «Πῶς ἔσται τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω 35 Καὶ ἀποκριθεὶς ἄγγελος εἶπεν αὐτῇ· «Πνεῦμα Ἅγιον ἐπελεύσεται ἐπὶ σέ, καὶ δύναμις Ὑψίστου ἐπισκιάσει σοι· διὸ καὶ τὸ γεννώμενον Ἅγιον κληθήσεται Υἱὸς Θεοῦ. 36 Καὶ ἰδού, Ἐλισάβετ συγγενής§ σου, καὶ αὕτη* συνειληφυῖα υἱὸν ἐν γήρει αὐτῆς, καὶ οὗτος μὴν ἕκτος ἐστὶν αὐτῇ τῇ καλουμένῃ στείρᾳ· 37 ὅτι οὐκ ἀδυνατήσει παρὰ τῷ Θεῷ§ πᾶν ῥῆμα 38 Εἶπεν δὲ Μαριάμ· «Ἰδοὺ δούλη Κυρίου· γένοιτό μοι κατὰ τὸ ῥῆμά σουΚαὶ ἀπῆλθεν ἀπ᾿ αὐτῆς ἄγγελος.
Mary visits Elizabeth
39 Ἀναστᾶσα δὲ* Μαριὰμ ἐν ταῖς ἡμέραις ταύταις ἐπορεύθη εἰς τὴν ὀρεινήν, μετὰ σπουδῆς, εἰς πόλιν Ἰούδα, 40 καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. 41 Καὶ ἐγένετο ὡς ἤκουσεν Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας ἐσκίρτησεν τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς, καὶ ἐπλήσθη Πνεύματος Ἁγίου Ἐλισάβετ.
Elizabeth prophesies
42 Καὶ ἀνεφώνησεν φωνῇ§ μεγάλῃ καὶ εἶπεν· «Εὐλογημένη σὺ ἐν γυναιξίν, καὶ εὐλογημένος Καρπὸς τῆς κοιλίας σου. 43 Καὶ πόθεν μοι τοῦτο ἵνα ἔλθῃ μήτηρ τοῦ Κυρίου μου πρός με;* 44 Ἰδοὺ γάρ, ὡς ἐγένετο φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου ἐσκίρτησεν τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. 45 Καὶ μακαρία πιστεύσασα, ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου
Mary worships
46 Καὶ εἶπεν Μαριάμ· «Μεγαλύνει ψυχή μου τὸν Κύριον, 47 καὶ ἠγαλλίασεν τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου· 48 ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ. Ἰδοὺ γάρ, ἀπὸ τοῦ νῦν μακαριοῦσίν με πᾶσαι αἱ γενεαί, 49 ὅτι ἐποίησέν μοι μεγαλεῖα Δυνατός, καὶ Ἅγιον τὸ ὄνομα αὐτοῦ. 50 Καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰς γενεῶν§ τοῖς φοβουμένοις αὐτόν. 51 Ἐποίησεν κράτος ἐν βραχίονι αὐτοῦ· διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν· 52 καθεῖλεν δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσεν ταπεινούς· 53 πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλεν κενούς. 54 Ἀντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, 55 καθὼς ἐλάλησεν πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἁβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος*
56 Ἔμεινεν δὲ Μαριὰμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς, καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.
The birth of John
57 Τῇ δὲ Ἐλισάβετ ἐπλήσθη χρόνος τοῦ τεκεῖν αὐτήν, καὶ ἐγέννησεν υἱόν. 58 Καὶ ἤκουσαν οἱ περίοικοι καὶ οἱ συγγενεῖς αὐτῆς ὅτι ἐμεγάλυνεν Κύριος τὸ ἔλεος αὐτοῦ μετ᾿ αὐτῆς, καὶ συνέχαιρον αὐτῇ.
John is named
59 Καὶ ἐγένετο ἐν τῇ ὀγδόῃ ἡμέρᾳ ἦλθον περιτεμεῖν τὸ παιδίον, καὶ ἐκάλουν αὐτὸ ἐπὶ τῷ ὀνόματι τοῦ πατρὸς αὐτοῦ, Ζαχαρίαν. 60 Καὶ ἀποκριθεῖσα μήτηρ αὐτοῦ εἶπεν, «Οὐχί, ἀλλὰ κληθήσεται Ἰωάννης 61 Καὶ εἶπον§ πρὸς αὐτὴν ὅτι «Οὐδείς ἐστιν ἐν τῇ συγγενείᾳ* σου ὃς καλεῖται τῷ ὀνόματι τούτῳ 62 Ἐνένευον δὲ τῷ πατρὶ αὐτοῦ τὸ τί ἂν θέλοι καλεῖσθαι αὐτόν. 63 Καὶ αἰτήσας πινακίδιον ἔγραψεν λέγων, «Ἰωάννης ἔσται τὸ§ ὄνομα αὐτοῦΚαὶ ἐθαύμασαν πάντες. 64 Ἀνεῴχθη δὲ τὸ στόμα αὐτοῦ παραχρῆμα καὶ γλῶσσα αὐτοῦ, καὶ ἐλάλει εὐλογῶν τὸν Θεόν. 65 (Καὶ ἐγένετο ἐπὶ πάντας φόβος τοὺς περιοικοῦντας αὐτούς· καὶ ἐν ὅλῃ τῇ ὀρεινῇ τῆς Ἰουδαίας διελαλεῖτο πάντα τὰ ῥήματα ταῦτα. 66 Καὶ ἔθεντο πάντες οἱ ἀκούσαντες ἐν τῇ καρδίᾳ αὐτῶν λέγοντες, «Τί ἄρα τὸ παιδίον τοῦτο ἔσταιΚαὶ* χεὶρ Κυρίου ἦν μετ᾿ αὐτοῦ.)
Zacharias prophesies
67 Καὶ Ζαχαρίας, πατὴρ αὐτοῦ, ἐπλήσθη Πνεύματος Ἁγίου καὶ προεφήτευσεν λέγων· 68 «Εὐλογητὸς Κύριος Θεὸς τοῦ Ἰσραήλ, ὅτι ἐπεσκέψατο καὶ ἐποίησεν λύτρωσιν τῷ λαῷ αὐτοῦ, 69 καὶ ἤγειρεν κέρας σωτηρίας ἡμῖν ἐν τῷ οἴκῳ Δαυὶδ τοῦ§ παιδὸς αὐτοῦ 70 καθὼς ἐλάλησεν διὰ στόματος τῶν ἁγίων τῶν* ἀπ᾿ αἰῶνος προφητῶν αὐτοῦ 71 σωτηρίαν ἐξ ἐχθρῶν ἡμῶν καὶ ἐκ χειρὸς πάντων τῶν μισούντων ἡμᾶς· 72 ποιῆσαι ἔλεος μετὰ τῶν πατέρων ἡμῶν, καὶ μνησθῆναι διαθήκης ἁγίας αὐτοῦ, 73 ὅρκον ὃν ὤμοσεν πρὸς Ἁβραὰμ τὸν πατέρα ἡμῶν· 74 τοῦ δοῦναι ἡμῖν ἀφόβως (ἐκ χειρὸς τῶν ἐχθρῶν ἡμῶν ῥυσθέντας) λατρεύειν αὐτῷ, 75 ἐν ὁσιότητι καὶ δικαιοσύνῃ ἐνώπιον αὐτοῦ πάσας τὰς ἡμέρας§ τῆς ζωῆς* ἡμῶν.
76 »Καὶ σύ, παιδίον, προφήτης Ὑψίστου κληθήσῃ, προπορεύσῃ γὰρ πρὸ προσώπου Κυρίου ἑτοιμάσαι ὁδοὺς αὐτοῦ, 77 τοῦ δοῦναι γνῶσιν σωτηρίας τῷ λαῷ αὐτοῦ ἐν ἀφέσει ἁμαρτιῶν αὐτῶν,§ 78 διὰ σπλάγχνα ἐλέους Θεοῦ ἡμῶν, ἐν οἷς ἐπεσκέψατο* ἡμᾶς ἀνατολὴ ἐξ ὕψους· 79 ἐπιφᾶναι τοῖς ἐν σκότει καὶ σκιᾷ θανάτου καθημένοις, τοῦ κατευθῦναι τοὺς πόδας ἡμῶν εἰς ὁδὸν εἰρήνης
80 Τὸ δὲ παιδίον ηὔξανεν καὶ ἐκραταιοῦτο πνεύματι, καὶ ἦν ἐν ταῖς ἐρήμοις ἕως ἡμέρας ἀναδείξεως αὐτοῦ πρὸς τὸν Ἰσραήλ.
* 1:5 του f35 A,C,D [99%] CP,HF,RP,TR,OC ¦ — ℵB,W [1%] NU 1:5 η γυνη αυτου f35 A [98.6%] CP,HF,RP,TR,OC ¦ 2 αυτω ℵB,C,D,W [1.4%] NU 1:6 ενωπιον f35 A,D,W [99.4%] CP,HF,RP,TR,OC ¦ εναντιον ℵB,C [0.6%] NU § 1:7 η ελισαβετ ην f35 A,C [92.9%] CP,HF,RP,TR,OC ¦ ~ 312 ℵD [2.3%] NU ¦ 23 [4.4%] ¦ ~ 32 B,W [0.4%] * 1:8 εναντι f35 B,D,W [80%] CP,HF,RP,TR,OC,NU ¦ εναντιον ℵA,C [20%] 1:10 του λαου ην f35 A,C,D [45%] CP,TR ¦ ~ 312 ℵB,W [55%] HF,RP,OC,NU (The verb works with the participle in a periphrastic construction; the reading of A,C,D is the more natural, by far.) 1:14 γεννησει f35 [70%] CP,HF,RP,TR,OC ¦ γενεσει ℵA,B,C,D,W [30%] NU § 1:15 του f35 B,D,W [80%] CP,HF,RP,TR,OC[NU] ¦ — ℵA,C [20%] * 1:21 αυτον εν τω ναω f35 ℵA,C,D [96.6%] CP,HF,RP,TR,OC ¦ ~ 2341 B,W [1%] NU ¦ 1 [2.4%] 1:22 ηδυνατο f35 C,D,W [93%] CP,HF,RP,TR,OC ¦ εδυνατο ℵA,B [7%] NU (Attic or Koine?) 1:25 ο f35 A,B [99.3%] CP,HF,RP,TR,OC ¦ — ℵC,D,W [0.7%] NU § 1:25 το f35 A,C [98.8%] CP,HF,RP,TR,OC ¦ — ℵB,D,W [1.2%] NU * 1:26 υπο f35 A,C,D [98.4%] CP,HF,RP,TR,OC ¦ απο ℵB,W [1.6%] NU 1:26 ναζαρετ f35 ℵB,D,W [69%] CP,HF,RP,TR,OC ¦ ναζαρεθ (C) [29.5%] NU ¦ ναζαραθ A [1.5%] 1:27 μεμνηστευμενην f35 C [99.6%] CP,HF,RP,TR,OC ¦ εμνηστευμενην ℵA,B,W [0.3%] NU ¦ μεμνησμενην D [alone] § 1:27 οικου f35 A,B,D,W [88%] CP,HF,RP,TR,OC,NU ¦ 1 και πατριας ℵC [12%] * 1:28 ο αγγελος προς αυτην f35 A,C,D [97.8%] CP,HF,RP,TR,OC ¦ 34 B,W [1.2%] NU ¦ ~ 3412 ℵ [1%] 1:28 ευλογημενη συ εν γυναιξιν f35 A,C,D [98.6%] CP,HF,RP,TR,OC ¦ — ℵB,W [1.4%] NU 1:29 ιδουσα f35 A,C [97.6%] CP,HF,RP,TR,OC ¦ — ℵB,D,W [2.4%] NU § 1:29 διεταραχθη επι τω λογω f35 A [97%] CP,HF,RP,TR,OC ¦ ~ 2341 ℵB(D)W [3%] NU ¦ 1 C [alone] * 1:29 αυτου f35 A [96.3%] CP,HF,RP,TR,OC ¦ — ℵB,C,D,W [3.7%] NU 1:31 συλληψη f35 [99.4%] CP,HF,RP,TR,OC ¦ συλλημψη ℵA,B,C(D,W) [0.6%] NU 1:34 εσται f35 ℵA,B,C,D,W [78%] CP,HF,RP,TR,NU ¦ 1 μοι [22%] OC § 1:36 συγγενης f35 C [90%] CP,HF,RP,TR,OC ¦ συγγενις ℵA,B(D) [10%] NU ¦ συνγενεις W [alone] * 1:36 αὑτη f35 ¦ αὐτη CP,HF,RP,TR,OC,NU 1:36 συνειληφυια f35 A,C,D [98.8%] CP,HF,RP,TR,OC ¦ συνειληφεν ℵB,W [1.2%] NU 1:36 γηρει f35 ℵA,B,C,D,W [90%] CP,HF,RP,OC,NU ¦ γηρα [10%] TR § 1:37 τω θεω f35 A,C [99%] CP,HF,RP,TR,OC ¦ του θεου ℵB,D,W [1%] NU * 1:39 αναστασα δε f35 ℵB,C,D,W [90.6%] CP,HF,RP,TR,OC,NU ¦ ~ και 1 A [9.4%] 1:41 η ελισαβετ τον ασπασμον της μαριας f35 A,W [98.3%] CP,HF,RP,TR,OC ¦ ~ 345612 ℵB,C,D [1.7%] NU 1:42 ανεφωνησεν f35 A,B,D,W [89%] CP,HF,RP,TR,OC,NU ¦ ανεβοησεν ℵC [11%] § 1:42 φωνη f35 ℵA,C,D [99.2%] CP,HF,RP,TR,OC ¦ κραυγη B,W [0.8%] NU * 1:43 με f35 A,C,D,W [99.7%] CP,HF,RP,TR,OC ¦ εμε ℵB [0.3%] NU 1:44 το βρεφος εν αγαλλιασει f35 A [97.5%] CP,HF,RP,OC ¦ ~ 3412 ℵB,C,D,W [2.5%] TR,NU 1:49 μεγαλεια f35 A,C [99.7%] CP,HF,RP,TR,OC ¦ μεγαλα ℵB,D,W [0.3%] NU § 1:50 γενεας γενεων f35 A [69%] CP,HF,RP,TR,OC ¦ 1 και 2 [2.8%] ¦ γενεαν 2 D [0.6%] ¦ γενεαν και γενεαν ℵ [25.3%] ¦ 1 και 1 B,C,W [0.8%] NU ¦ three other variants [1.5%] * 1:55 εως αιωνος f35 C [35%] CP ¦ 1 αιωνας [1%] ¦ εις τον αιωνα ℵA,B,D,W [64%] HF,RP,TR,OC,NU [Render “while there is an age”—I take the point to be that the things mentioned are pertinent to this world, not the next.] 1:56 ωσει f35 A,C [97.8%] CP,HF,RP,TR,OC ¦ ως ℵB,W [2%] NU ¦ — D [0.2%] 1:59 ογδοη ημερα f35 A [97.5%] CP,HF,RP,TR,OC ¦ ~ 2 τη 1 ℵB,C,D,W [2.5%] NU § 1:61 ειπον f35 A,B,C [99%] CP,HF,RP,TR,OC ¦ ειπαν ℵD,W [1%] NU * 1:61 εν τη συγγενεια f35 D [88%] CP,HF,RP,TR,OC ¦ εκ της συγγενειας ℵA,B,C,W [12%] NU 1:62 αυτον f35 A,C,W [92%] CP,HF,RP,TR,OC ¦ αυτο 𝕻4ℵB,D [8%] NU 1:63 εσται f35 C [26%] CP ¦ εστιν ℵA,B,D,W [74%] HF,RP,TR,OC,NU § 1:63 το f35 ℵA,C,D,W [99.4%] CP,HF,RP,TR,OC ¦ — 𝕻4B [0.6%] NU * 1:66 και f35 A [98.6%] CP,HF,RP,TR,OC ¦ 1 γαρ 𝕻4ℵB,C,D,W [1.4%] NU 1:67 προεφητευσεν f35 (D) [94%] CP,HF,RP,TR,OC ¦ επροφητευσεν 𝕻4ℵA,B,C,W [3.8%] NU ¦ επροεφητευσεν [2.2%] 1:69 τω f35 A [93%] CP,HF,RP,TR,OC ¦ — ℵB,C,D,W [7%] NU § 1:69 του f35 A,C [99.3%] CP,HF,RP,TR,OC ¦ — 𝕻4ℵB,D,W [0.7%] NU * 1:70 των f35 A,C,D [98%] CP,HF,RP,TR,OC ¦ — 𝕻4ℵB,W [2%] NU 1:74 των f35 A,C [98.4%] CP,HF,RP,TR,OC ¦ — ℵB,D,W [1.6%] NU 1:74 ημων f35 A,C,D [98.5%] CP,HF,RP,TR,OC ¦ — ℵB,W [1.5%] NU § 1:75 πασας τας ημερας f35 ℵA,C,D [99.5%] CP,HF,RP,TR,OC ¦ πασαις ταις ημεραις 𝕻4B,W [0.5%] NU * 1:75 της ζωης f35 [77%] CP,HF,RP,TR,OC ¦ — 𝕻4ℵA,B,C,D,W [23%] NU 1:76 συ f35 A [99.3%] CP,HF,RP,TR,OC ¦ 1 δε 𝕻4ℵB,C,D,W [0.7%] NU 1:76 προ προσωπου f35 A,C,D [99.7%] CP,HF,RP,TR,OC ¦ ενωπιον (𝕻4)ℵB,W [0.3%] NU § 1:77 αυτων f35 𝕻4ℵB,D [85%] CP,HF,RP,TR,OC,NU ¦ ημων A,C [13%] ¦ αυτου W [1%] ¦ — [1%] * 1:78 επεσκεψατο f35 A,C,D [99.6%] CP,HF,RP,TR,OC ¦ επισκεψεται 𝕻4ℵB,W [0.4%] NU