23
Jesus excoriates the scribes and Pharisees
Τότε Ἰησοῦς ἐλάλησεν τοῖς ὄχλοις καὶ τοῖς μαθηταῖς αὐτοῦ, λέγων· «Ἐπὶ τῆς Μωσέως* καθέδρας ἐκάθισαν οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι· πάντα οὖν ὅσα ἐὰν εἴπωσιν ὑμῖν τηρεῖν, τηρεῖτε καὶ ποιεῖτε·§ κατὰ δὲ τὰ ἔργα αὐτῶν μὴ ποιεῖτε, λέγουσιν γὰρ καὶ οὐ ποιοῦσιν. Δεσμεύουσιν γὰρ* φορτία βαρέα καὶ δυσβάστακτα, καὶ ἐπιτιθέασιν ἐπὶ τοὺς ὤμους τῶν ἀνθρώπων· τῷ δὲ δακτύλῳ αὐτῶν οὐ θέλουσιν κινῆσαι αὐτά.
»Πάντα δὲ τὰ ἔργα αὐτῶν ποιοῦσιν πρὸς τὸ θεαθῆναι τοῖς ἀνθρώποις. Πλατύνουσιν δὲ§ τὰ φυλακτήρια αὐτῶν καὶ μεγαλύνουσιν τὰ κράσπεδα τῶν ἱματίων αὐτῶν·* φιλοῦσιν τε τὴν πρωτοκλισίαν ἐν τοῖς δείπνοις καὶ τὰς πρωτοκαθεδρίας ἐν ταῖς συναγωγαῖς, καὶ τοὺς ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς καὶ καλεῖσθαι ὑπὸ τῶν ἀνθρώπων, ‹Ῥαββί, Ῥαββί.›
We have only one Teacher and one Father
»Ὑμεῖς δὲ μὴ κληθῆτεῬαββί›· εἷς γάρ ἐστιν ὑμῶν§ διδάσκαλος,* Χριστός, πάντες δὲ ὑμεῖς ἀδελφοί ἐστε. Καὶπατέραμὴ καλέσητε ὑμῶν ἐπὶ τῆς γῆς· εἷς γάρ ἐστιν Πατὴρ ὑμῶν, ἐν τοῖς οὐρανοῖς.§ 10 Μηδὲ κληθῆτε καθηγηταί· εἷς γάρ ἐστιν ὑμῶν καθηγητής,* Χριστός. 11  δὲ μείζων ὑμῶν ἔστω ὑμῶν διάκονος. 12 Ὅστις δὲ ὑψώσει ἑαυτὸν ταπεινωθήσεται, καὶ ὅστις ταπεινώσει ἑαυτὸν ὑψωθήσεται.
A series of ‘Woes’
13 »Οὐαὶ δὲ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι, ὑποκριταί, ὅτι κατεσθίετε τὰς οἰκίας τῶν χηρῶν, καὶ προφάσει μακρὰ προσευχόμενοι. Διὰ τοῦτο λήψεσθε περισσότερον κρῖμα. 14 Οὐαὶ§ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι, ὑποκριταί, ὅτι κλείετε τὴν βασιλείαν τῶν οὐρανῶν ἔμπροσθεν τῶν ἀνθρώπων· ὑμεῖς γὰρ οὐκ εἰσέρχεσθε, οὐδὲ τοὺς εἰσερχομένους ἀφίετε εἰσελθεῖν.* 15 Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι, ὑποκριταί, ὅτι περιάγετε τὴν θάλασσαν καὶ τὴν ξηρὰν ποιῆσαι ἕνα προσήλυτον, καὶ ὅταν γένηται, ποιεῖτε αὐτὸν υἱὸν Γεέννης διπλότερον ὑμῶν.
16 »Οὐαὶ ὑμῖν, ὁδηγοὶ τυφλοί, οἱ λέγοντες, ‹Ὃς ἂν ὀμόσῃ ἐν τῷ ναῷ, οὐδέν ἐστιν· ὃς δ᾿ ἂν ὀμόσῃ ἐν τῷ χρυσῷ τοῦ ναοῦ, ὀφείλει.› 17 Μωροὶ καὶ τυφλοί· τίς γὰρ μείζων ἐστίν, χρυσὸς ναὸς ἁγιάζων τὸν χρυσόν; 18 Καί, ‹Ὃς ἐὰν ὀμόσῃ ἐν τῷ θυσιαστηρίῳ, οὐδέν ἐστιν· ὃς δ᾿ ἂν ὀμόσῃ ἐν τῷ δώρῳ τῷ ἐπάνω αὐτοῦ, ὀφείλει.› 19 Μωροὶ καὶ§ τυφλοί· τί γὰρ μεῖζον, τὸ δῶρον τὸ θυσιαστήριον τὸ ἁγιάζον τὸ δῶρον; 20  οὖν ὀμόσας ἐν τῷ θυσιαστηρίῳ, ὀμνύει ἐν αὐτῷ καὶ ἐν πᾶσιν τοῖς ἐπάνω αὐτοῦ. 21 Καὶ ὀμόσας ἐν τῷ ναῷ, ὀμνύει ἐν αὐτῷ καὶ ἐν τῷ κατοικήσαντι* αὐτόν. 22 Καὶ ὀμόσας ἐν τῷ οὐρανῷ, ὀμνύει ἐν τῷ θρόνῳ τοῦ Θεοῦ καὶ ἐν τῷ καθημένῳ ἐπάνω αὐτοῦ.
23 »Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι, ὑποκριταί, ὅτι ἀποδεκατοῦτε τὸ ἡδύοσμον καὶ τὸ ἄνηθον καὶ τὸ κύμινον, καὶ ἀφήκατε τὰ βαρύτερα τοῦ νόμου· τὴν κρίσιν καὶ τὸν ἔλεον καὶ τὴν πίστιν. Ταῦτα ἔδει ποιῆσαι, κἀκεῖνα μὴ ἀφιέναι. 24 Ὁδηγοὶ τυφλοί, οἱ διϋλίζοντες τὸν κώνωπα, τὴν δὲ κάμηλον καταπίνοντες.
25 »Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι, ὑποκριταί, ὅτι καθαρίζετε τὸ ἔξωθεν τοῦ ποτηρίου καὶ τῆς παροψίδος, ἔσωθεν δὲ γέμουσιν ἐξ ἁρπαγῆς καὶ ἀδικίας.§ 26 Φαρισαῖε τυφλέ, καθάρισον πρῶτον τὸ ἐντὸς τοῦ ποτηρίου καὶ τῆς παροψίδος,* ἵνα γένηται καὶ τὸ ἐκτὸς αὐτῶν καθαρόν.
27 »Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι, ὑποκριταί, ὅτι παρομοιάζετε τάφοις κεκονιαμένοις, οἵτινες ἔξωθεν μὲν φαίνονται ὡραῖοι, ἔσωθεν δὲ γέμουσιν ὀστέων νεκρῶν καὶ πάσης ἀκαθαρσίας. 28 Οὕτως καὶ ὑμεῖς ἔξωθεν μὲν φαίνεσθε τοῖς ἀνθρώποις δίκαιοι, ἔσωθεν δὲ μεστοί ἐστε ὑποκρίσεως καὶ ἀνομίας.
29 »Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι, ὑποκριταί, ὅτι οἰκοδομεῖτε τοὺς τάφους τῶν προφητῶν καὶ κοσμεῖτε τὰ μνημεῖα τῶν δικαίων· 30 καὶ λέγετε,§Εἰ ἦμεν* ἐν ταῖς ἡμέραις τῶν πατέρων ἡμῶν, οὐκ ἂν ἦμεν κοινωνοὶ αὐτῶν ἐν τῷ αἵματι τῶν προφητῶν.› 31 Ὥστε μαρτυρεῖτε ἑαυτοῖς ὅτι υἱοί ἐστε τῶν φονευσάντων τοὺς προφήτας. 32 Καὶ ὑμεῖς πληρώσατε τὸ μέτρον τῶν πατέρων ὑμῶν.
Snakes!
33 »Ὄφεις, γεννήματα ἐχιδνῶν, πῶς φύγητε ἀπὸ τῆς κρίσεως τῆς Γεέννης; 34 Διὰ τοῦτο, ἰδού· ἐγὼ ἀποστέλλω πρὸς ὑμᾶς προφήτας καὶ σοφοὺς καὶ γραμματεῖς· καὶ ἐξ αὐτῶν ἀποκτενεῖτε, καὶ σταυρώσετε· καὶ ἐξ αὐτῶν μαστιγώσετε ἐν ταῖς συναγωγαῖς ὑμῶν καὶ διώξετε ἀπὸ πόλεως εἰς πόλιν 35 ὅπως ἔλθῃ ἐφ᾿ ὑμᾶς πᾶν αἷμα δίκαιον ἐκχυνόμενον§ ἐπὶ τῆς γῆς, ἀπὸ τοῦ αἵματος Ἄβελ* τοῦ δικαίου ἕως τοῦ αἵματος Ζαχαρίου υἱοῦ Βαραχίου, ὃν ἐφονεύσατε μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου. 36 Ἀμὴν λέγω ὑμῖν ὅτι ἥξει πάντα ταῦτα ἐπὶ τὴν γενεὰν ταύτην.
Jesus laments over Jerusalem
37 »Ἱερουσαλήμ, Ἱερουσαλήμ, ἀποκτένουσα§ τοὺς προφήτας καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτήν, ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου, ὃν τρόπον ἐπισυνάγει ὄρνις* τὰ νοσσία ἑαυτῆς ὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἠθελήσατε. 38 Ἰδού, ἀφίεται ὑμῖν οἶκος ὑμῶν ἔρημος. 39 Λέγω γὰρ ὑμῖν, οὐ μή με ἴδητε ἀπ᾿ ἄρτι ἕως ἂν εἴπητε, ‹Εὐλογημένος ἐρχόμενος ἐν ὀνόματι Κυρίου.› »
* 23:2 μωσεως f35 [95%] RP,HF,OC,CP,TR ¦ μωυσεως ℵB(D)W [5%] NU 23:3 εαν f35 ℵW [90%] RP,HF,OC,CP,NU ¦ αν B,D [9%] TR ¦ — [1%] 23:3 τηρειν f35 W (97.4%) RP,HF,OC,CP,TR ¦ ποιειν (1.2%) ¦ — ℵB,D (1.4%) NU § 23:3 τηρειτε και ποιειτε f35 W (96.3%) RP,HF,OC,CP,TR ¦ ~ ποιησατε 21 B (0.4%) NU ¦ ποιησατε ℵ ¦ ~ 321 D (0.7%) ¦ 3 (0.7%) ¦ 1 (1.2%) ¦ 12 φυλασσετε (0.5%) ¦ one other variant * 23:4 γαρ f35 D,W [90%] RP,HF,OC,CP,TR ¦ δε ℵB [9%] NU ¦ — [1%] 23:4 και δυσβαστακτα f35 B(D)W [99%] RP,HF,OC,CP,TR[NU] ¦ — ℵ [1%] 23:4 τω δε f35 W [99%] RP,HF,OC,CP,TR ¦ ~ αυτοι 21 ℵB,D [1%] NU § 23:5 δε f35 W [95%] RP,HF,CP,TR ¦ γαρ ℵB,D [5%] OC,NU * 23:5 των ιματιων αυτων f35 W [98.5%] RP,HF,OC,CP,TR ¦ — ℵB,D [1.5%] NU 23:6 τε f35 W [90%] RP,HF,CP,TR ¦ δε ℵB,D [10%] OC,NU ¦ — [0.5%] ¦ two other variants 23:7 ραββι f35 D,W [95%] RP,HF,OC,CP,TR ¦ — ℵB [5%] NU § 23:8 εστιν υμων rell ¦ ~ 21 [2%] OC * 23:8 διδασκαλος f35 B [30%] OC,NU ¦ καθηγητης ℵD(W) [70%] RP,HF,CP,TR 23:8 ο χριστος f35 [96%] RP,HF,OC,CP,TR ¦ — ℵB,D,W [4%] NU 23:9 ο πατηρ υμων f35 D,W [99%] RP,HF,OC,CP,TR ¦ ~ 312 ℵB [1%] NU § 23:9 εν τοις ουρανοις f35 [96%] RP,HF,OC,CP,TR ¦ ουρανιος ℵB [2%] NU ¦ 13 D,W [2%] * 23:10 εις γαρ εστιν υμων ο καθηγητης f35 ℵ [30%] ¦ 12356 W [2%] ¦ ~ 123564 [1%] ¦ 12456 [0.5%] ¦ ~ 124356 [65%] RP,HF,OC,CP,TR ¦ ~ οτι 6431 B [0.5%] NU ¦ ~ οτι 643 [0.5%] ¦ ~ οτι 64 [0.5%] ¦ ~ οτι 6413 D 23:11 εστω f35 [25%] ¦ εσται (ℵ)B,D,W [75%] RP,HF,OC,CP,TR,NU 23:13 the whole verse f35 W [98%] RP,HF,OC,CP,TR ¦ — ℵB,D [2%] NU (An easy case of homoioarcton.) [NU calls this verse ‘14’ (omitted) and prints our ‘14’ as ‘13’.] ¦ reverse the order of verses 13 and 14 [1%] some TRs § 23:14 ουαι f35 ℵW [97%] RP,HF,OC,CP,TR ¦ 1 δε B,D [3%] NU * 23:14 Some TRs and [1%] invert the order of verses 13 and 14. 23:17 αγιαζων f35 C,W [99.5%] RP,HF,OC,CP,TR ¦ αγιασας ℵB,D [0.5%] NU 23:18 εαν f35 W [90%] RP,HF,CP,TR ¦ αν ℵB,C,D [10%] OC,NU § 23:19 μωροι και f35 B,C,W [99%] RP,HF,OC,CP,TR ¦ — ℵD [1%] NU * 23:21 κατοικησαντι f35 C,D,W [90%] RP,HF,OC,CP ¦ κατοικουντι ℵB [10%] TR,NU 23:23 τον ελεον f35 C,W [97%] RP,HF,OC,CP,TR ¦ το ελεος ℵB,D [2%] NU ¦ το 2 [1%] 23:23 ταυτα f35 ℵD [95%] RP,HF,CP,TR ¦ 1 δε B,C,W [5%] OC[NU] § 23:25 αδικιας f35 C [93%] RP,HF,OC,CP ¦ ακρασιας ℵB,D [5%] TR,NU ¦ ακαθαρσιας [1%] ¦ ακρασιας αδικειας W ¦ two other variants * 23:26 και της παροψιδος f35 ℵB,C,W [99%] RP,HF,OC,CP,TR ¦ — D [1%] NU 23:26 αυτων f35 ℵC,W [97%] RP,HF,OC,CP,TR ¦ αυτου B(D) [3%] NU 23:28 μεστοι εστε f35 W [98%] RP,HF,OC,CP,TR ¦ ~ 21 ℵB,C,D [2%] NU § 23:30 λεγετε rell ¦ 1 οτι [1%] CP * 23:30 ημεν f35 W [90%] RP,HF,OC,TR ¦ ημεθα ℵB,C,D [10%] CP,NU (twice) 23:30 κοινωνοι αυτων f35 ℵC,W [97%] RP,HF,OC,CP,TR ¦ ~ 21 B,D [3%] NU 23:34 και f35 C,D [94%] RP,HF,OC,CP,TR ¦ — ℵB,W [6%] NU § 23:35 εκχυνομενον f35 [95%] RP,HF,OC,CP,TR ¦ εκχυννομενον ℵB,C(D)W [5%] NU * 23:35 ἀβελ f35 [90%] RP,OC,CP,TR ¦ ἁβελ [10%] HF,NU 23:36 οτι f35 C,W [96%] RP,HF,OC,CP ¦ — ℵB,D [4%] TR,NU 23:36 παντα ταυτα f35 B,W [65%] RP,HF,CP ¦ ~ 21 ℵC,D [35%] OC,TR,NU § 23:37 αποκτενουσα f35 (ℵ) [87%] RP,HF,CP ¦ αποκτεινουσα B,D,W [10%] TR,NU ¦ αποκτεννουσα C [2%] OC ¦ αποκτεινασα [1%] * 23:37 επισυναγει ορνις f35 C,W [97%] RP,HF,OC,CP,TR ¦ ~ 21 ℵB,D [3%] NU 23:37 εαυτης f35 C [98.5%] RP,HF,OC,CP,TR ¦ αυτης ℵD,W [1.5%] NU ¦ — B 23:39 ιδητε rell ¦ ιδετε [1%] OC