Paul’s example
3
Τὸ λοιπόν, ἀδελφοί μου, χαίρετε ἐν Κυρίῳ. Τὰ αὐτὰ γράφειν ὑμῖν ἐμοὶ μὲν οὐκ ὀκνηρόν, ὑμῖν δὲ τὸ* ἀσφαλές. Βλέπετε τοὺς κύνας, βλέπετε τοὺς κακοὺς ἐργάτας, βλέπετε τὴν κατατομήν· ἡμεῖς γάρ ἐσμεν περιτομή, οἱ Πνεύματι Θεοῦ λατρεύοντες καὶ καυχώμενοι ἐν Χριστῷ Ἰησοῦ, καὶ οὐκ ἐν σαρκὶ πεποιθότες (καίπερ ἐγὼ ἔχων πεποίθησιν καὶ ἐν σαρκί).
About Paul
Εἴ τις δοκεῖ ἄλλος πεποιθέναι ἐν σαρκί, ἐγὼ μᾶλλον· περιτομῇ ὀκταήμερος, ἐκ γένους Ἰσραήλ, φυλῆς Βενιαμίν,§ Ἑβραῖος ἐξ Ἑβραίων· κατὰ νόμον, Φαρισαῖος· κατὰ ζῆλον,* διώκων τὴν ἐκκλησίαν· κατὰ δικαιοσύνην τὴν ἐν νόμῳ γενόμενος, ἄμεμπτος.
Ἀλλ᾿ ἅτινα ἦν μοι κέρδη, ταῦτα ἥγημαι διὰ τὸν Χριστὸν ζημίαν. Ἀλλὰ μὲν οὖν§ καὶ ἡγοῦμαι πάντα ζημίαν εἶναι διὰ τὸ ὑπερέχον τῆς γνώσεως Χριστοῦ Ἰησοῦ* τοῦ Κυρίου μουδι᾿ ὃν τὰ πάντα ἐζημιώθην (καὶ ἡγοῦμαι σκύβαλα εἶναι), ἵνα Χριστὸν κερδήσω καὶ εὑρεθῶ ἐν αὐτῷ, μὴ ἔχων ἐμὴν δικαιοσύνην τὴν ἐκ νόμου ἀλλὰ τὴν διὰ πίστεως Χριστοῦ, τὴν ἐκ Θεοῦ δικαιοσύνην ἐπὶ τῇ πίστει· 10 τοῦ γνῶναι αὐτὸν καὶ τὴν δύναμιν τῆς ἀναστάσεως αὐτοῦ, καὶ τὴν κοινωνίαν τῶν§ παθημάτων αὐτοῦ, συμμορφούμενος* τῷ θανάτῳ αὐτοῦ, 11 εἴ πως καταντήσω εἰς τὴν ἐξανάστασιν τῶν νεκρῶν 12 οὐχ ὅτι ἤδη ἔλαβον ἤδη τετελείωμαι· διώκω δὲ εἰ καὶ καταλάβω ἐφ᾿ καὶ κατελήφθην ὑπὸ τοῦ§ Χριστοῦ Ἰησοῦ.*
13 Ἀδελφοί, ἐγὼ ἐμαυτὸν οὔπω λογίζομαι κατειληφέναι, ἓν δέ· τὰ μὲν ὀπίσω ἐπιλανθανόμενος τοῖς δὲ ἔμπροσθεν ἐπεκτεινόμενος, 14 κατὰ σκοπὸν διώκω ἐπὶ§ τὸ βραβεῖον τῆς ἄνω κλήσεως τοῦ Θεοῦ ἐν Χριστῷ Ἰησοῦ.
Our citizenship is in Heaven
15 Ὅσοι οὖν τέλειοι τοῦτο φρονῶμεν, καὶ εἴ τι ἑτέρως φρονεῖτε, καὶ τοῦτο Θεὸς ὑμῖν ἀποκαλύψει. 16 Πλήν, εἰς ἐφθάσαμεν, τῷ αὐτῷ στοιχεῖν κανόνι, τὸ αὐτὸ φρονεῖν.*
17 Συμμιμηταί μου γίνεσθε, ἀδελφοί, καὶ σκοπεῖτε τοὺς οὕτως περιπατοῦντας καθὼς ἔχετε τύπον ἡμᾶς. 18 Πολλοὶ γὰρ περιπατοῦσινοὓς πολλάκις ἔλεγον ὑμῖν, νῦν δὲ καὶ κλαίων λέγωτοὺς ἐχθροὺς τοῦ σταυροῦ τοῦ Χριστοῦ, 19 ὧν τὸ τέλος ἀπώλεια, ὧν θεὸς κοιλία, καὶ δόξα ἐν τῇ αἰσχύνῃ αὐτῶν· οἱ τὰ ἐπίγεια φρονοῦντες. 20 Ἡμῶν γὰρ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει, ἐξ οὗ καὶ σωτῆρα ἀπεκδεχόμεθα, Κύριον Ἰησοῦν Χριστόν· 21 ὃς μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν εἰς τὸ γενέσθαι αὐτὸ σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ, κατὰ τὴν ἐνέργειαν τοῦ δύνασθαι αὐτὸν καὶ ὑποτάξαι ἑαυτῷ§ τὰ πάντα.
* 3:1 το f35 Av [40%] HF ¦ — 𝕻46ℵB,C [60%] RP,OC,TR,CP,NU 3:3 θεου f35 ℵA,B,C [95%] RP,HF,OC,CP,NU ¦ θεω [5%] TR ¦ — 𝕻46 3:4 και rell ¦ — [10%] § 3:5 βενιαμιν rell ¦ βενιαμην C [10%] ¦ βενιαμειν ℵA,B [5%] * 3:6 ζηλον f35 [97%] RP,HF,OC,TR,CP ¦ ζηλος 𝕻46ℵA,B,I [3%] NU 3:7 αλλ f35 [95%] RP,HF,OC,TR,CP ¦ αλλα B [2%] [NU] ¦ — 𝕻46ℵA [3%] 3:7 ην μοι rell ¦ ~ 21 B [10%] § 3:8 ουν f35 B [90%] RP,HF,CP ¦ ουνγε 𝕻46ℵA [10%] OC,TR,NU * 3:8 χριστου ιησου f35 𝕻46ℵ(B) [80%] RP,HF,OC,TR,CP,NU ¦ ~ 21 A [20%] 3:8 ειναι f35 A [97%] RP,HF,OC,TR,CP ¦ — ℵB [3%] NU 3:10 την f35 [98%] RP,HF,OC,TR,CP[NU] ¦ — 𝕻46ℵA,B [2%] § 3:10 των f35 A [99%] RP,HF,OC,TR,CP[NU] ¦ — 𝕻46ℵB [1%] * 3:10 συμμορφουμενος f35 [97%] RP,HF,OC,TR,CP ¦ συμμορφιζομενος (ℵ)A [2%] NU ¦ συμορφιζομενος B ¦ συνφορτειζομενος [1%] ¦ — 𝕻46 omits whole phrase 3:11 των f35 [96%] RP,HF,OC,TR,CP ¦ την εκ 𝕻46ℵA,B [3%] NU ¦ 1 εκ [1%] 3:12 κατεληφθην rell ¦ κατελημφθην ℵA,B [2%] NU § 3:12 του f35 [80%] RP,HF,OC,TR,CP ¦ — 𝕻46ℵA,B,C [20%] NU * 3:12 χριστου ιησου f35 𝕻46ℵA [97%] RP,HF,OC,TR[NU] ¦ ~ 21 [1%] ¦ 1 B [2%] ¦ ~ κυριου 21 CP 3:13 ουπω f35 𝕻16vℵA [40%] OC,CP ¦ ου 𝕻46B [60%] RP,HF,TR,NU 3:13 οπισω rell ¦ οπισθεν [10%] § 3:14 επι f35 [96%] RP,HF,OC,TR,CP ¦ εις 𝕻16,46ℵA,B,I [4%] NU * 3:16 κανονι το αυτο φρονειν f35 (91%) RP,HF,OC,TR,CP ¦ ~ 2314 (6.3%) ¦ 234 (1%) ¦ — 𝕻16,46ℵA,B,Iv (1.7%) NU (Some 7% invert the order of στοιχειν and φρονειν.) 3:19 ο rell ¦ — CP 3:21 εις το γενεσθαι αυτο f35 (90.2%) RP,HF,OC,TR,CP ¦ 123 αυτω (3.2%) ¦ 123 αυτον (3.2%) ¦ 123 (0.8%) ¦ — ℵA,B (2.5%) NU ¦ one other reading (0.2%) § 3:21 εαυτω f35 [80%] RP,HF,TR,CP ¦ αυτω ℵA,B [20%] OC,NU