12
Καυχᾶσθαιδεῖ* οὐσυμφέρον μέν, ἐλεύσομαιδὲεἰς ὀπτασίας καὶ ἀποκαλύψεις κυρίου. οἶδα ἄνθρωπον ἐν Χριστῷ πρὸ ἐτῶν δεκατεσσάρωνεἴτε ἐν σώματι οὐκ οἶδα, εἴτε ἐκτὸς τοῦ σώματος οὐκ οἶδα, θεὸς οἶδενἁρπαγέντα τὸν τοιοῦτον ἕως τρίτου οὐρανοῦ. καὶ οἶδα τὸν τοιοῦτον ἄνθρωπονεἴτε ἐν σώματι εἴτεχωρὶς§τοῦ σώματος οὐκ οἶδα, θεὸς οἶδεν ὅτι ἡρπάγη εἰς τὸν παράδεισον καὶ ἤκουσεν ἄρρητα ῥήματα οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι. ὑπὲρ τοῦ τοιούτου καυχήσομαι, ὑπὲρ δὲ ἐμαυτοῦ οὐ καυχήσομαι εἰ μὴ ἐν ταῖςἀσθενείαις* ἐὰν γὰρ θελήσω καυχήσασθαι, οὐκ ἔσομαι ἄφρων, ἀλήθειαν γὰρ ἐρῶ· φείδομαι δέ, μή τι εἰς ἐμὲ λογίσηται ὑπὲρ βλέπει με ἀκούειτι ἐξ ἐμοῦ, καὶ τῇ ὑπερβολῇ τῶν ἀποκαλύψεων. ⸀διὸἵνα μὴ ὑπεραίρωμαι, ἐδόθη μοι σκόλοψ τῇ σαρκί, ἄγγελοςΣατανᾶ§ ἵνα με κολαφίζῃ, ⸂ἵνα μὴ ὑπεραίρωμαι*. ὑπὲρ τούτου τρὶς τὸν κύριον παρεκάλεσα ἵνα ἀποστῇ ἀπʼ ἐμοῦ· καὶ εἴρηκέν μοι· Ἀρκεῖ σοι χάρις μου· γὰρδύναμιςἐν ἀσθενείᾳ ⸀τελεῖται ἥδιστα οὖν μᾶλλον καυχήσομαι ἐν ταῖς ἀσθενείαιςμου§ ἵνα ἐπισκηνώσῃ ἐπʼ ἐμὲ δύναμις τοῦ Χριστοῦ. 10 διὸ εὐδοκῶ ἐν ἀσθενείαις, ἐν ὕβρεσιν, ἐν ἀνάγκαις, ἐν διωγμοῖςκαὶ*στενοχωρίαις, ὑπὲρ Χριστοῦ· ὅταν γὰρ ἀσθενῶ, τότε δυνατός εἰμι.
11 Γέγοναἄφρων ὑμεῖς με ἠναγκάσατε· ἐγὼ γὰρ ὤφειλον ὑφʼ ὑμῶν συνίστασθαι. οὐδὲν γὰρ ὑστέρησα τῶν ὑπερλίαν ἀποστόλων, εἰ καὶ οὐδέν εἰμι· 12 τὰ μὲν σημεῖα τοῦ ἀποστόλου κατειργάσθη ἐν ὑμῖν ἐν πάσῃὑπομονῇ σημείοιςτε§καὶ τέρασιν καὶ δυνάμεσιν. 13 τί γάρ ἐστιν ⸀ἡσσώθητε*ὑπὲρ τὰς λοιπὰς ἐκκλησίας, εἰ μὴ ὅτι αὐτὸς ἐγὼ οὐ κατενάρκησα ὑμῶν; χαρίσασθέ μοι τὴν ἀδικίαν ταύτην.
14 Ἰδοὺ τρίτοντοῦτοἑτοίμως ἔχω ἐλθεῖν πρὸς ὑμᾶς, καὶ οὐκαταναρκήσω οὐ γὰρ ζητῶ τὰ ὑμῶν ἀλλὰ ὑμᾶς, οὐ γὰρ ὀφείλει τὰ τέκνα τοῖς γονεῦσιν θησαυρίζειν, ἀλλὰ οἱ γονεῖς τοῖς τέκνοις. 15 ἐγὼ δὲ ἥδιστα δαπανήσω καὶ ἐκδαπανηθήσομαι ὑπὲρ τῶν ψυχῶν ὑμῶν. ⸀εἰ§περισσοτέρως ὑμᾶςἀγαπῶν* ἧσσον ἀγαπῶμαι; 16 ἔστω δέ, ἐγὼ οὐ κατεβάρησα ὑμᾶς· ἀλλὰ ὑπάρχων πανοῦργος δόλῳ ὑμᾶς ἔλαβον. 17 μή τινα ὧν ἀπέσταλκα πρὸς ὑμᾶς, διʼ αὐτοῦ ἐπλεονέκτησα ὑμᾶς; 18 παρεκάλεσα Τίτον καὶ συναπέστειλα τὸν ἀδελφόν· μήτι ἐπλεονέκτησεν ὑμᾶς Τίτος; οὐ τῷ αὐτῷ πνεύματι περιεπατήσαμεν; οὐ τοῖς αὐτοῖς ἴχνεσιν;
19 Πάλαιδοκεῖτε ὅτι ὑμῖν ἀπολογούμεθα; ⸀κατέναντιθεοῦ ἐν Χριστῷ λαλοῦμεν. τὰ δὲ πάντα, ἀγαπητοί, ὑπὲρ τῆς ὑμῶν οἰκοδομῆς, 20 φοβοῦμαι γὰρ μή πως ἐλθὼν οὐχ οἵους θέλω εὕρω ὑμᾶς, κἀγὼ εὑρεθῶ ὑμῖν οἷον οὐ θέλετε, μή πωςἔρις§ζῆλος* θυμοί, ἐριθεῖαι, καταλαλιαί, ψιθυρισμοί, φυσιώσεις, ἀκαταστασίαι· 21 μὴ πάλινἐλθόντος μουταπεινώσῃμε§ θεός μου πρὸς ὑμᾶς, καὶ πενθήσω πολλοὺς τῶν προημαρτηκότων καὶ μὴ μετανοησάντων ἐπὶ τῇ ἀκαθαρσίᾳ καὶ πορνείᾳ καὶ ἀσελγείᾳ ἔπραξαν.
* 12:1 δεῖ WH Treg NA28 ] δὴ RP 12:1 συμφέρον μέν WH Treg NA28 ] συμφέρει μοι RP 12:1 δὲ WH Treg NA28 ] γὰρ RP § 12:3 χωρὶς WH Treg NA28 ] ἐκτὸς RP * 12:5 ἀσθενείαις WH Treg NA28 ] + μου RP 12:6 τι NA28 RP ] – WH Treg 12:7 διὸ WH Treg NA28 ] – RP § 12:7 Σατανᾶ WH Treg NA28 ] Σατᾶν RP * 12:7 ἵνα μὴ ὑπεραίρωμαι WH NA28 RP ] – Treg 12:9 δύναμις WH Treg NA28 ] + μου RP 12:9 τελεῖται WH Treg NA28 ] τελειοῦται RP § 12:9 μου Treg NA28 RP ] – WH * 12:10 καὶ WH NA28 ] ἐν Treg RP 12:11 ἄφρων WH Treg NA28 ] + καυχώμενος RP 12:12 ὑπομονῇ WH Treg NA28 ] + ἐν RP § 12:12 τε WH NA28 ] – Treg RP * 12:13 ἡσσώθητε WH Treg NA28 ] ἡττήθητε RP 12:14 τοῦτο WH Treg NA28 ] – RP 12:14 καταναρκήσω WH Treg NA28 ] + ὑμῶν RP § 12:15 εἰ WH Treg NA28 ] + καὶ RP * 12:15 ἀγαπῶν Treg NA28 RP ] ἀγαπῶ WH 12:19 Πάλαι WH Treg NA28 ] Πάλιν RP 12:19 κατέναντι WH Treg NA28 ] Κατενώπιον τοῦ RP § 12:20 ἔρις WH NA28 ] ἔρεις Treg RP * 12:20 ζῆλος WH Treg NA28 ] ζῆλοι RP 12:21 ἐλθόντος μου WH Treg NA28 ] ἐλθόντα με RP 12:21 ταπεινώσῃ WH NA28 ] ταπεινώσει Treg RP § 12:21 με WH Treg NA28 ] – RP