ΙΩΑΝΝΟΥ Γ
1
πρεσβύτερος Γαΐῳ τῷ ἀγαπητῷ, ὃν ἐγὼ ἀγαπῶ ἐν ἀληθείᾳ.
Ἀγαπητέ, περὶ πάντων εὔχομαί σε εὐοδοῦσθαι καὶ ὑγιαίνειν, καθὼς εὐοδοῦταί σου ψυχή. ἐχάρην γὰρ λίαν ἐρχομένων ἀδελφῶν καὶ μαρτυρούντων σου τῇ ἀληθείᾳ, καθὼς σὺ ἐν ἀληθείᾳ περιπατεῖς. μειζοτέραν τούτων οὐκ ἔχωχαράν* ἵνα ἀκούω τὰ ἐμὰ τέκνα ἐντῇἀληθείᾳ περιπατοῦντα.
Ἀγαπητέ, πιστὸν ποιεῖς ἐὰν ἐργάσῃ εἰς τοὺς ἀδελφοὺς καὶτοῦτοξένους, οἳ ἐμαρτύρησάν σου τῇ ἀγάπῃ ἐνώπιον ἐκκλησίας, οὓς καλῶς ποιήσεις προπέμψας ἀξίως τοῦ θεοῦ· ὑπὲρ γὰρ τοῦ ὀνόματος ἐξῆλθον μηδὲν λαμβάνοντες ἀπὸ τῶν ⸀ἐθνικῶν§ ἡμεῖς οὖν ὀφείλομεν ⸀ὑπολαμβάνειν*τοὺς τοιούτους, ἵνα συνεργοὶ γινώμεθα τῇ ἀληθείᾳ.
Ἔγραψάτιτῇ ἐκκλησίᾳ· ἀλλʼ φιλοπρωτεύων αὐτῶν Διοτρέφης οὐκ ἐπιδέχεται ἡμᾶς. 10 διὰ τοῦτο, ἐὰν ἔλθω, ὑπομνήσω αὐτοῦ τὰ ἔργα ποιεῖ, λόγοις πονηροῖς φλυαρῶν ἡμᾶς, καὶ μὴ ἀρκούμενος ἐπὶ τούτοις οὔτε αὐτὸς ἐπιδέχεται τοὺς ἀδελφοὺς καὶ τοὺς βουλομένους κωλύει καὶ ἐκ τῆς ἐκκλησίας ἐκβάλλει.
11 Ἀγαπητέ, μὴ μιμοῦ τὸ κακὸν ἀλλὰ τὸ ἀγαθόν. ἀγαθοποιῶν ἐκ τοῦ θεοῦ ἐστιν· κακοποιῶν οὐχ ἑώρακεν τὸν θεόν. 12 Δημητρίῳ μεμαρτύρηται ὑπὸ πάντων καὶ ὑπὸ αὐτῆς τῆς ἀληθείας· καὶ ἡμεῖς δὲ μαρτυροῦμεν, καὶοἶδαςὅτι μαρτυρία ἡμῶν ἀληθής ἐστιν.
13 Πολλὰ εἶχονγράψαι σοι§, ἀλλʼ οὐ θέλω διὰ μέλανος καὶ καλάμου σοιγράφειν* 14 ἐλπίζω δὲ εὐθέωςσε ἰδεῖν, καὶ στόμα πρὸς στόμα λαλήσομεν.
15 Εἰρήνη σοι. ἀσπάζονταί σε οἱ φίλοι. ἀσπάζου τοὺς φίλους κατʼ ὄνομα. ‘p /’ ‘/book’
* 1:4 χαράν Treg NA28 RP ] χάριν WH 1:4 τῇ WH Treg NA27 ] – NA28 RP 1:5 τοῦτο WH Treg NA28 ] εἰς τοὺς RP § 1:7 ἐθνικῶν WH Treg NA28 ] ἐθνῶν RP * 1:8 ὑπολαμβάνειν WH Treg NA28 ] ἀπολαμβάνειν RP 1:9 τι WH Treg NA28 ] – RP 1:12 οἶδας WH Treg NA28 ] οἴδατε RP § 1:13 γράψαι σοι WH Treg NA28 ] γράφειν RP * 1:13 γράφειν WH Treg NA28 ] γράψαι RP 1:14 σε ἰδεῖν WH Treg NA28 ] ἰδεῖν σε RP