4
Πόθεν πόλεμοι καὶπόθεν*μάχαι ἐν ὑμῖν; οὐκ ἐντεῦθεν, ἐκ τῶν ἡδονῶν ὑμῶν τῶν στρατευομένων ἐν τοῖς μέλεσιν ὑμῶν; ἐπιθυμεῖτε, καὶ οὐκ ἔχετε· φονεύετε καὶ ζηλοῦτε, καὶ οὐ δύνασθε ἐπιτυχεῖν· μάχεσθε καὶ πολεμεῖτε. οὐκ ἔχετε διὰ τὸ μὴ αἰτεῖσθαι ὑμᾶς· αἰτεῖτε καὶ οὐ λαμβάνετε, διότι κακῶς αἰτεῖσθε, ἵνα ἐν ταῖς ἡδοναῖς ὑμῶν δαπανήσητε. μοιχαλίδες οὐκ οἴδατε ὅτι φιλία τοῦ κόσμου ἔχθρα τοῦ θεοῦ ἐστιν; ὃςἐὰνοὖν βουληθῇ φίλος εἶναι τοῦ κόσμου, ἐχθρὸς τοῦ θεοῦ καθίσταται. δοκεῖτε ὅτι κενῶς γραφὴ λέγει· Πρὸς φθόνον ἐπιποθεῖ τὸ πνεῦμα ⸀κατῴκισεν§ἐν ἡμῖν; μείζονα δὲ δίδωσιν χάριν· διὸ λέγει· θεὸς ὑπερηφάνοις ἀντιτάσσεται ταπεινοῖς δὲ δίδωσιν χάριν. ὑποτάγητε οὖν τῷ θεῷ· ἀντίστητε δὲ τῷ διαβόλῳ, καὶ φεύξεται ἀφʼ ὑμῶν· ἐγγίσατε τῷ θεῷ, καὶἐγγιεῖ*ὑμῖν. καθαρίσατε χεῖρας, ἁμαρτωλοί, καὶ ἁγνίσατε καρδίας, δίψυχοι. ταλαιπωρήσατε καὶ πενθήσατε καὶ κλαύσατε· γέλως ὑμῶν εἰς πένθος ⸀μετατραπήτωκαὶ χαρὰ εἰς κατήφειαν· 10 ταπεινώθητε ἐνώπιονκυρίου καὶ ὑψώσει ὑμᾶς.
11 Μὴ καταλαλεῖτε ἀλλήλων, ἀδελφοί· καταλαλῶν ἀδελφοῦ§κρίνων τὸν ἀδελφὸν αὐτοῦ καταλαλεῖ νόμου καὶ κρίνει νόμον· εἰ δὲ νόμον κρίνεις, οὐκ εἶ ποιητὴς νόμου ἀλλὰ κριτής. 12 εἷςἐστιν*νομοθέτηςκαὶ κριτής, δυνάμενος σῶσαι καὶ ἀπολέσαι· σὺ δὲ τίς εἶ, ⸂ κρίνων τὸνπλησίον§
13 Ἄγε νῦν οἱ λέγοντες· Σήμερον*αὔριον ⸀πορευσόμεθαεἰς τήνδε τὴν πόλιν καὶποιήσομενἐκεῖἐνιαυτὸν§καὶ ⸀ἐμπορευσόμεθα*καὶ ⸀κερδήσομεν 14 οἵτινες οὐκ ἐπίστασθετὸτῆς αὔριονποία§ ζωὴ ὑμῶν· ἀτμὶς γάρἐστε*πρὸς ὀλίγον φαινομένη, ⸀ἔπειτακαὶ ἀφανιζομένη· 15 ἀντὶ τοῦ λέγειν ὑμᾶς· Ἐὰν κύριοςθελήσῃ§ καὶζήσομεν*καὶποιήσομεντοῦτο ἐκεῖνο. 16 νῦν δὲ καυχᾶσθε ἐν ταῖς ἀλαζονείαις ὑμῶν· πᾶσα καύχησις τοιαύτη πονηρά ἐστιν. 17 εἰδότι οὖν καλὸν ποιεῖν καὶ μὴ ποιοῦντι, ἁμαρτία αὐτῷ ἐστιν.
* 4:1 πόθεν WH Treg NA28 ] – RP 4:4 μοιχαλίδες WH Treg NA28 ] Μοιχοὶ καὶ μοιχαλίδες RP 4:4 ἐὰν WH NA28 ] ἂν Treg RP § 4:5 κατῴκισεν WH Treg NA28 ] κατῴκησεν RP * 4:8 ἐγγιεῖ Treg NA28 RP ] ἐγγίσει WH 4:9 μετατραπήτω WH NA28 ] μεταστραφήτω Treg RP 4:10 κυρίου WH Treg NA27 ] τοῦ κυρίου NA28 RP § 4:11 ἢ WH Treg NA28 ] καὶ RP * 4:12 ἐστιν WH ] + ὁ Treg NA28 RP 4:12 καὶ κριτής WH Treg NA28 ] – RP 4:12 ὁ κρίνων WH Treg NA28 ] ὃς κρίνεις RP § 4:12 πλησίον WH Treg NA28 ] ἕτερον RP * 4:13 ἢ WH Treg NA28 ] καὶ RP 4:13 πορευσόμεθα WH Treg NA28 ] πορευσώμεθα RP 4:13 ποιήσομεν WH NA28 ] ποιήσωμεν Treg RP § 4:13 ἐνιαυτὸν WH Treg NA28 ] + ἕνα RP * 4:13 ἐμπορευσόμεθα WH Treg NA28 ] ἐμπορευσώμεθα RP 4:13 κερδήσομεν WH Treg NA28 ] κερδήσωμεν RP 4:14 τὸ Treg NA28 RP ] – WH § 4:14 ποία WH NA28 ] + γὰρ Treg RP * 4:14 ἐστε WH Treg NA28 ] ἔσται RP 4:14 ἡ Treg NA28 RP ] – WH 4:14 ἔπειτα WH Treg NA28 ] + δὲ RP § 4:15 θελήσῃ Treg NA28 RP ] θέλῃ WH * 4:15 ζήσομεν WH Treg NA28 ] ζήσωμεν RP 4:15 ποιήσομεν WH Treg NA28 ] ποιήσωμεν RP