16
Ἔλεγεν δὲ καὶ πρὸς τοὺςμαθητάς* Ἄνθρωπός τις ἦν πλούσιος ὃς εἶχεν οἰκονόμον, καὶ οὗτος διεβλήθη αὐτῷ ὡς διασκορπίζων τὰ ὑπάρχοντα αὐτοῦ. καὶ φωνήσας αὐτὸν εἶπεν αὐτῷ· Τί τοῦτο ἀκούω περὶ σοῦ; ἀπόδος τὸν λόγον τῆς οἰκονομίας σου, οὐ γὰρδύνῃἔτι οἰκονομεῖν. εἶπεν δὲ ἐν ἑαυτῷ οἰκονόμος· Τί ποιήσω ὅτι κύριός μου ἀφαιρεῖται τὴν οἰκονομίαν ἀπʼ ἐμοῦ; σκάπτειν οὐκ ἰσχύω, ἐπαιτεῖν αἰσχύνομαι· ἔγνων τί ποιήσω, ἵνα ὅταν μετασταθῶἐκτῆς οἰκονομίας δέξωνταί με εἰς τοὺς οἴκουςἑαυτῶν§ καὶ προσκαλεσάμενος ἕνα ἕκαστον τῶν χρεοφειλετῶν τοῦ κυρίου ἑαυτοῦ ἔλεγεν τῷ πρώτῳ· Πόσον ὀφείλεις τῷ κυρίῳ μου; δὲ*εἶπεν· Ἑκατὸν βάτους ἐλαίου· ⸂ δὲεἶπεν αὐτῷ· Δέξαι σουτὰ γράμματα καὶ καθίσας ταχέως γράψον πεντήκοντα. ἔπειτα ἑτέρῳ εἶπεν· Σὺ δὲ πόσον ὀφείλεις; δὲ εἶπεν· Ἑκατὸν κόρους σίτου· ⸀λέγειαὐτῷ· Δέξαι σουτὰ γράμματα§ καὶ γράψον ὀγδοήκοντα. καὶ ἐπῄνεσεν κύριος τὸν οἰκονόμον τῆς ἀδικίας ὅτι φρονίμως ἐποίησεν· ὅτι οἱ υἱοὶ τοῦ αἰῶνος τούτου φρονιμώτεροι ὑπὲρ τοὺς υἱοὺς τοῦ φωτὸς εἰς τὴν γενεὰν τὴν ἑαυτῶν εἰσιν. καὶ ἐγὼ ὑμῖν λέγω, ⸂ἑαυτοῖς ποιήσατε* φίλους ἐκ τοῦ μαμωνᾶ τῆς ἀδικίας, ἵνα ὅτανἐκλίπῃδέξωνται ὑμᾶς εἰς τὰς αἰωνίους σκηνάς.
10  πιστὸς ἐν ἐλαχίστῳ καὶ ἐν πολλῷ πιστός ἐστιν, καὶ ἐν ἐλαχίστῳ ἄδικος καὶ ἐν πολλῷ ἄδικός ἐστιν. 11 εἰ οὖν ἐν τῷ ἀδίκῳ μαμωνᾷ πιστοὶ οὐκ ἐγένεσθε, τὸ ἀληθινὸν τίς ὑμῖν πιστεύσει; 12 καὶ εἰ ἐν τῷ ἀλλοτρίῳ πιστοὶ οὐκ ἐγένεσθε, τὸὑμέτεροντίςδώσει ὑμῖν§; 13 οὐδεὶς οἰκέτης δύναται δυσὶ κυρίοις δουλεύειν· γὰρ τὸν ἕνα μισήσει καὶ τὸν ἕτερον ἀγαπήσει, ἑνὸς ἀνθέξεται καὶ τοῦ ἑτέρου καταφρονήσει. οὐ δύνασθε θεῷ δουλεύειν καὶ μαμωνᾷ.
14 Ἤκουον δὲ ταῦταπάντα*οἱ Φαρισαῖοι φιλάργυροι ὑπάρχοντες, καὶ ἐξεμυκτήριζον αὐτόν. 15 καὶ εἶπεν αὐτοῖς· Ὑμεῖς ἐστε οἱ δικαιοῦντες ἑαυτοὺς ἐνώπιον τῶν ἀνθρώπων, δὲ θεὸς γινώσκει τὰς καρδίας ὑμῶν· ὅτι τὸ ἐν ἀνθρώποις ὑψηλὸν βδέλυγμα ἐνώπιον τοῦ θεοῦ.
16  νόμος καὶ οἱ προφῆταιμέχριἸωάννου· ἀπὸ τότε βασιλεία τοῦ θεοῦ εὐαγγελίζεται καὶ πᾶς εἰς αὐτὴν βιάζεται. 17 Εὐκοπώτερον δέ ἐστιν τὸν οὐρανὸν καὶ τὴν γῆν παρελθεῖν τοῦ νόμου μίαν κεραίαν πεσεῖν.
18 Πᾶς ἀπολύων τὴν γυναῖκα αὐτοῦ καὶγαμῶν ἑτέραν μοιχεύει, ⸀καὶ ἀπολελυμένην ἀπὸ ἀνδρὸς γαμῶν μοιχεύει.
19 Ἄνθρωπος δέ τις ἦν πλούσιος, καὶ ἐνεδιδύσκετο πορφύραν καὶ βύσσον εὐφραινόμενος καθʼ ἡμέραν λαμπρῶς. 20 πτωχὸς δέτις§ὀνόματιΛάζαρος*ἐβέβλητο πρὸς τὸν πυλῶνα αὐτοῦ εἱλκωμένος 21 καὶ ἐπιθυμῶν χορτασθῆναιἀπὸτῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τοῦ πλουσίου· ἀλλὰ καὶ οἱ κύνες ἐρχόμενοι ⸀ἐπέλειχοντὰ ἕλκη αὐτοῦ. 22 ἐγένετο δὲ ἀποθανεῖν τὸν πτωχὸν καὶ ἀπενεχθῆναι αὐτὸν ὑπὸ τῶν ἀγγέλων εἰς τὸν κόλπον Ἀβραάμ· ἀπέθανεν δὲ καὶ πλούσιος καὶ ἐτάφη. 23 καὶ ἐν τῷ ᾅδῃ ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ, ὑπάρχων ἐν βασάνοις, ⸀ὁρᾷ§Ἀβραὰμ ἀπὸ μακρόθεν καὶ Λάζαρον ἐν τοῖς κόλποις αὐτοῦ. 24 καὶ αὐτὸς φωνήσας εἶπεν· Πάτερ Ἀβραάμ, ἐλέησόν με καὶ πέμψον Λάζαρον ἵνα βάψῃ τὸ ἄκρον τοῦ δακτύλου αὐτοῦ ὕδατος καὶ καταψύξῃ τὴν γλῶσσάν μου, ὅτι ὀδυνῶμαι ἐν τῇ φλογὶ ταύτῃ. 25 εἶπεν δὲ Ἀβραάμ· Τέκνον, μνήσθητι ὅτιἀπέλαβες*τὰ ἀγαθά σου ἐν τῇ ζωῇ σου, καὶ Λάζαρος ὁμοίως τὰ κακά· νῦν δὲ ὧδε παρακαλεῖται σὺ δὲ ὀδυνᾶσαι. 26 καὶἐνπᾶσι τούτοις μεταξὺ ἡμῶν καὶ ὑμῶν χάσμα μέγα ἐστήρικται, ὅπως οἱ θέλοντες διαβῆναι ἔνθεν πρὸς ὑμᾶς μὴ δύνωνται, ⸀μηδὲ ἐκεῖθεν πρὸς ἡμᾶς διαπερῶσιν. 27 εἶπεν δέ· Ἐρωτῶσε οὖν§, πάτερ, ἵνα πέμψῃς αὐτὸν εἰς τὸν οἶκον τοῦ πατρός μου, 28 ἔχω γὰρ πέντε ἀδελφούς, ὅπως διαμαρτύρηται αὐτοῖς, ἵνα μὴ καὶ αὐτοὶ ἔλθωσιν εἰς τὸν τόπον τοῦτον τῆς βασάνου. 29 λέγειδὲ*Ἀβραάμ· Ἔχουσι Μωϋσέα καὶ τοὺς προφήτας· ἀκουσάτωσαν αὐτῶν. 30  δὲ εἶπεν· Οὐχί, πάτερ Ἀβραάμ, ἀλλʼ ἐάν τις ἀπὸ νεκρῶν πορευθῇ πρὸς αὐτοὺς μετανοήσουσιν. 31 εἶπεν δὲ αὐτῷ· Εἰ Μωϋσέως καὶ τῶν προφητῶν οὐκ ἀκούουσιν, οὐδʼ ἐάν τις ἐκ νεκρῶν ἀναστῇ πεισθήσονται.
* 16:1 μαθητάς WH Treg NA28 ] + αὐτοῦ RP 16:2 δύνῃ WH Treg NA28 ] δύνήσῃ RP 16:4 ἐκ WH Treg NA28 ] – RP § 16:4 ἑαυτῶν WH Treg ] αὐτῶν NA28 RP * 16:6 ὁ δὲ WH Treg NA28 ] Καὶ RP 16:6 τὰ γράμματα WH Treg NA28 ] τὸ γράμμα RP 16:7 λέγει WH Treg NA28 ] Καὶ λέγει RP § 16:7 τὰ γράμματα WH Treg NA28 ] τὸ γράμμα RP * 16:9 ἑαυτοῖς ποιήσατε WH NA28 ] Ποιήσατε ἑαυτοῖς Treg RP 16:9 ἐκλίπῃ WH Treg NA28 ] ἐκλίπητε RP 16:12 ὑμέτερον Treg NA28 RP ] ἡμέτερον WH § 16:12 δώσει ὑμῖν WH Treg ] ὑμῖν δώσει NA28 RP * 16:14 πάντα WH Treg NA28 ] + καὶ RP 16:16 μέχρι WH Treg NA28 ] ἕως RP 16:18 καὶ WH Treg NA28 ] + πᾶς RP § 16:20 τις WH Treg NA28 ] + ἦν RP * 16:20 Λάζαρος WH Treg NA28 ] + ὃς RP 16:21 ἀπὸ WH NA28 ] + τῶν ψιχίων Treg RP 16:21 ἐπέλειχον WH Treg NA28 ] ἀπέλειχον RP § 16:23 ὁρᾷ WH Treg NA28 ] + τὸν RP * 16:25 ἀπέλαβες WH Treg NA28 ] + σὺ RP 16:26 ἐν WH NA28 ] ἐπὶ Treg RP 16:26 μηδὲ WH Treg NA28 ] + οἱ RP § 16:27 σε οὖν WH Treg NA28 ] οὖν σε RP * 16:29 δὲ WH NA28 ] δὲ αὐτῷ Treg; αὐτῷ RP