19
Καὶ εἰσελθὼν διήρχετο τὴν Ἰεριχώ. καὶ ἰδοὺ ἀνὴρ ὀνόματικαλούμενος*Ζακχαῖος, καὶ αὐτὸςἦν ἀρχιτελώνης καὶαὐτὸς πλούσιος· καὶ ἐζήτει ἰδεῖν τὸν Ἰησοῦν τίς ἐστιν, καὶ οὐκ ἠδύνατο ἀπὸ τοῦ ὄχλου ὅτι τῇ ἡλικίᾳ μικρὸς ἦν. καὶ προδραμὼνεἰς τὸ ἔμπροσθεν ἀνέβη ἐπὶ συκομορέαν ἵνα ἴδῃ αὐτόν, ὅτι ἐκείνης ἤμελλεν διέρχεσθαι. καὶ ὡς ἦλθεν ἐπὶ τὸν τόπον, ἀναβλέψας Ἰησοῦς§εἶπεν πρὸς αὐτόν· Ζακχαῖε, σπεύσας κατάβηθι, σήμερον γὰρ ἐν τῷ οἴκῳ σου δεῖ με μεῖναι. καὶ σπεύσας κατέβη, καὶ ὑπεδέξατο αὐτὸν χαίρων. καὶ ἰδόντες πάντες διεγόγγυζον λέγοντες ὅτι Παρὰ ἁμαρτωλῷ ἀνδρὶ εἰσῆλθεν καταλῦσαι. σταθεὶς δὲ Ζακχαῖος εἶπεν πρὸς τὸν κύριον· Ἰδοὺ τὰ ⸀ἡμίσιά*μου τῶν ὑπαρχόντων, κύριε, ⸂τοῖς πτωχοῖς δίδωμι, καὶ εἴ τινός τι ἐσυκοφάντησα ἀποδίδωμι τετραπλοῦν. εἶπεν δὲ πρὸς αὐτὸν Ἰησοῦς ὅτι Σήμερον σωτηρία τῷ οἴκῳ τούτῳ ἐγένετο, καθότι καὶ αὐτὸς υἱὸς Ἀβραάμ ἐστιν· 10 ἦλθεν γὰρ υἱὸς τοῦ ἀνθρώπου ζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλός.
11 Ἀκουόντων δὲ αὐτῶν ταῦτα προσθεὶς εἶπεν παραβολὴν διὰ τὸ ἐγγὺςεἶναι Ἰερουσαλὴμ αὐτὸν§ καὶ δοκεῖν αὐτοὺς ὅτι παραχρῆμα μέλλει βασιλεία τοῦ θεοῦ ἀναφαίνεσθαι· 12 εἶπεν οὖν· Ἄνθρωπός τις εὐγενὴς ἐπορεύθη εἰς χώραν μακρὰν λαβεῖν ἑαυτῷ βασιλείαν καὶ ὑποστρέψαι. 13 καλέσας δὲ δέκα δούλους ἑαυτοῦ ἔδωκεν αὐτοῖς δέκα μνᾶς καὶ εἶπεν πρὸς αὐτούς· ⸀Πραγματεύσασθε*ἐν ἔρχομαι. 14 οἱ δὲ πολῖται αὐτοῦ ἐμίσουν αὐτόν, καὶ ἀπέστειλαν πρεσβείαν ὀπίσω αὐτοῦ λέγοντες· Οὐ θέλομεν τοῦτον βασιλεῦσαι ἐφʼ ἡμᾶς. 15 καὶ ἐγένετο ἐν τῷ ἐπανελθεῖν αὐτὸν λαβόντα τὴν βασιλείαν καὶ εἶπεν φωνηθῆναι αὐτῷ τοὺς δούλους τούτους οἷςδεδώκειτὸ ἀργύριον, ἵνα ⸀γνοῖ§τί ⸀διεπραγματεύσαντο* 16 παρεγένετο δὲ πρῶτος λέγων· Κύριε, μνᾶ σουδέκα προσηργάσατο μνᾶς. 17 καὶ εἶπεν αὐτῷ· ⸀Εὖγε ἀγαθὲ δοῦλε, ὅτι ἐν ἐλαχίστῳ πιστὸς ἐγένου, ἴσθι ἐξουσίαν ἔχων ἐπάνω δέκα πόλεων. 18 καὶ ἦλθεν δεύτερος λέγων· ⸂ μνᾶ σου, κύριε⸃, ἐποίησεν πέντε μνᾶς.§ 19 εἶπεν δὲ καὶ τούτῳ· Καὶ σὺἐπάνω γίνου* πέντε πόλεων. 20 καὶἕτερος ἦλθεν λέγων· Κύριε, ἰδοὺ μνᾶ σου ἣν εἶχον ἀποκειμένην ἐν σουδαρίῳ· 21 ἐφοβούμην γάρ σε ὅτι ἄνθρωπος αὐστηρὸς εἶ, αἴρεις οὐκ ἔθηκας καὶ θερίζεις οὐκ ἔσπειρας. 22 λέγειαὐτῷ· Ἐκ τοῦ στόματός σου κρίνω σε, πονηρὲ δοῦλε· ᾔδεις ὅτι ἐγὼ ἄνθρωπος αὐστηρός εἰμι, αἴρων οὐκ ἔθηκα καὶ θερίζων οὐκ ἔσπειρα; 23 καὶ διὰ τί οὐκ ἔδωκάςμου τὸ ἀργύριον§ ἐπὶ τράπεζαν; κἀγὼ ἐλθὼν σὺν τόκῳ ἂναὐτὸ ἔπραξα*. 24 καὶ τοῖς παρεστῶσιν εἶπεν· Ἄρατε ἀπʼ αὐτοῦ τὴν μνᾶν καὶ δότε τῷ τὰς δέκα μνᾶς ἔχοντι 25 καὶ εἶπαν αὐτῷ· Κύριε, ἔχει δέκα μνᾶς 26 λέγωὑμῖν ὅτι παντὶ τῷ ἔχοντι δοθήσεται, ἀπὸ δὲ τοῦ μὴ ἔχοντος καὶ ἔχειἀρθήσεται. 27 πλὴν τοὺς ἐχθρούς μουτούτους§τοὺς μὴ θελήσαντάς με βασιλεῦσαι ἐπʼ αὐτοὺς*ἀγάγετε ὧδε καὶ κατασφάξατεαὐτοὺς ἔμπροσθέν μου.
28 Καὶ εἰπὼν ταῦτα ἐπορεύετο ἔμπροσθεν ἀναβαίνων εἰς Ἱεροσόλυμα.
29 Καὶ ἐγένετο ὡς ἤγγισεν εἰς Βηθφαγὴ καὶ Βηθανίαν πρὸς τὸ ὄρος τὸ καλούμενον Ἐλαιῶν, ἀπέστειλεν δύο τῶνμαθητῶν 30 λέγων Ὑπάγετε εἰς τὴν κατέναντι κώμην, ἐν εἰσπορευόμενοι εὑρήσετε πῶλον δεδεμένον, ἐφʼ ὃν οὐδεὶς πώποτε ἀνθρώπων ἐκάθισεν, ⸀καὶ§λύσαντες αὐτὸν ἀγάγετε. 31 καὶ ἐάν τις ὑμᾶς ἐρωτᾷ· Διὰ τί λύετε; οὕτωςἐρεῖτε*ὅτι κύριος αὐτοῦ χρείαν ἔχει. 32 ἀπελθόντες δὲ οἱ ἀπεσταλμένοι εὗρον καθὼς εἶπεν αὐτοῖς. 33 λυόντων δὲ αὐτῶν τὸν πῶλον εἶπαν οἱ κύριοι αὐτοῦ πρὸς αὐτούς· Τί λύετε τὸν πῶλον; 34 οἱ δὲ εἶπαν ⸀ὅτι κύριος αὐτοῦ χρείαν ἔχει. 35 καὶ ἤγαγον αὐτὸν πρὸς τὸν Ἰησοῦν, καὶ ἐπιρίψαντες ⸀αὐτῶντὰ ἱμάτια ἐπὶ τὸν πῶλον ἐπεβίβασαν τὸν Ἰησοῦν· 36 πορευομένου δὲ αὐτοῦ ὑπεστρώννυον τὰ ἱμάτιαἑαυτῶν§ἐν τῇ ὁδῷ. 37 ἐγγίζοντος δὲ αὐτοῦ ἤδη πρὸς τῇ καταβάσει τοῦ Ὄρους τῶν Ἐλαιῶν ἤρξαντο ἅπαν τὸ πλῆθος τῶν μαθητῶν χαίροντες αἰνεῖν τὸν θεὸν φωνῇ μεγάλῃ περὶπασῶν*ὧν εἶδον δυνάμεων, 38 λέγοντες· Εὐλογημένος ἐρχόμενοςβασιλεὺςἐν ὀνόματι κυρίου· ⸂ἐν οὐρανῷ εἰρήνη καὶ δόξα ἐν ὑψίστοις. 39 καί τινες τῶν Φαρισαίων ἀπὸ τοῦ ὄχλου εἶπαν πρὸς αὐτόν· Διδάσκαλε, ἐπιτίμησον τοῖς μαθηταῖς σου. 40 καὶ ἀποκριθεὶςεἶπεν§ Λέγω ὑμῖν, ⸀ὅτι*ἐὰν οὗτοι ⸀σιωπήσουσιν οἱ λίθοι ⸀κράξουσιν
41 Καὶ ὡς ἤγγισεν, ἰδὼν τὴν πόλιν ἔκλαυσεν ἐπʼαὐτήν§ 42 λέγων ὅτι Εἰ ἔγνωςἐν τῇ ἡμέρᾳ ταύτῃ καὶ σὺ* τὰ πρὸςεἰρήνην νῦν δὲ ἐκρύβη ἀπὸ ὀφθαλμῶν σου. 43 ὅτι ἥξουσιν ἡμέραι ἐπὶ σὲ καὶ ⸀παρεμβαλοῦσινοἱ ἐχθροί σου χάρακά σοι καὶ περικυκλώσουσίν σε καὶ συνέξουσίν σε πάντοθεν, 44 καὶ ἐδαφιοῦσίν σε καὶ τὰ τέκνα σου ἐν σοί, καὶ οὐκ ἀφήσουσινλίθον ἐπὶ λίθον ἐν σοί§, ἀνθʼ ὧν οὐκ ἔγνως τὸν καιρὸν τῆς ἐπισκοπῆς σου.
45 Καὶ εἰσελθὼν εἰς τὸ ἱερὸν ἤρξατο ἐκβάλλειν τοὺςπωλοῦντας* 46 λέγων αὐτοῖς· Γέγραπται· ⸂Καὶ ἔσται οἶκός μου οἶκοςπροσευχῆς ὑμεῖς δὲ αὐτὸν ἐποιήσατε σπήλαιον λῃστῶν.
47 Καὶ ἦν διδάσκων τὸ καθʼ ἡμέραν ἐν τῷ ἱερῷ· οἱ δὲ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς ἐζήτουν αὐτὸν ἀπολέσαι καὶ οἱ πρῶτοι τοῦ λαοῦ, 48 καὶ οὐχεὕρισκον§τὸ τί ποιήσωσιν, λαὸς γὰρ ἅπας ἐξεκρέματο αὐτοῦ ἀκούων.
* 19:2 καλούμενος WH Treg RP NA28 ] – NIV 19:2 αὐτὸς WH Treg NA28 ] οὗτος ἦν RP 19:4 εἰς τὸ WH Treg NA28 ] – RP § 19:5 Ἰησοῦς WH Treg NA28 ] + εἶδεν αὐτόν καὶ RP * 19:8 ἡμίσιά WH Treg NA28 ] ἡμίση RP 19:8 μου τῶν ὑπαρχόντων WH Treg NA28 ] τῶν ὑπαρχόντων μου RP 19:8 τοῖς πτωχοῖς δίδωμι WH Treg NA28 ] δίδωμι τοῖς πτωχοῖς RP § 19:11 εἶναι Ἰερουσαλὴμ αὐτὸν WH Treg NA28 ] αὐτὸν εἶναι Ἰερουσαλὴμ RP * 19:13 Πραγματεύσασθε Treg NA28 RP ] πραγματεύσασθαι WH 19:13 ἐν ᾧ WH Treg NA28 ] ἕως RP 19:15 δεδώκει WH Treg NA28 ] ἔδωκεν RP § 19:15 γνοῖ WH Treg NA28 ] γνῷ τίς RP * 19:15 διεπραγματεύσαντο WH Treg NA28 ] διεπραγματεύσατο RP 19:16 δέκα προσηργάσατο WH Treg NA28 ] προσηργάσατο δέκα RP 19:17 Εὖγε WH Treg NA28 ] Εὖ RP § 19:18 Ἡ μνᾶ σου κύριε WH Treg NA28 ] Κύριε ἡ μνᾶ σου RP * 19:19 ἐπάνω γίνου WH NA28 ] γίνου ἐπάνω Treg RP 19:20 ὁ WH Treg NA28 ] – RP 19:22 λέγει WH Treg NA28 ] + δὲ RP § 19:23 μου τὸ ἀργύριον WH Treg NA28 ] τὸ ἀργύριόν μου RP * 19:23 αὐτὸ ἔπραξα WH Treg NA28 ] ἔπραξα αὐτό RP 19:26 λέγω WH NA28 ] + γὰρ Treg RP 19:26 ἀρθήσεται WH NA28 ] + ἀπʼ αὐτοῦ Treg RP § 19:27 τούτους WH Treg NA28 ] ἐκείνους RP * 19:27 αὐτοὺς WH Treg NA28 ] – RP 19:29 μαθητῶν WH NA28 ] + αὐτοῦ Treg RP 19:30 λέγων WH Treg NA28 ] εἰπών RP § 19:30 καὶ WH Treg NA28 ] – RP * 19:31 ἐρεῖτε WH Treg NA28 ] + αὐτῷ RP 19:34 ὅτι WH Treg NA28 ] – RP 19:35 αὐτῶν WH Treg NA28 ] – RP § 19:36 ἑαυτῶν WH Treg ] αὐτῶν NA28 RP * 19:37 πασῶν WH NA28 RP ] πάντων Treg 19:38 βασιλεὺς Treg RP ] ὁ βασιλεὺς WH NA28 19:38 ἐν οὐρανῷ εἰρήνη WH Treg NA28 ] εἰρήνη ἐν οὐρανῷ RP § 19:40 εἶπεν WH NA28 ] + αὐτοῖς Treg RP * 19:40 ὅτι Treg RP ] – WH NA28 19:40 σιωπήσουσιν WH Treg NA28 ] σιωπήσωσιν RP 19:40 κράξουσιν WH Treg NA28 ] κεκράξονται RP § 19:41 αὐτήν WH Treg NA28 ] αὐτῇ RP * 19:42 ἐν τῇ ἡμέρᾳ ταύτῃ καὶ σὺ WH NA28 ] καὶ σὺ ἐν τῇ ἡμέρᾳ ταύτῃ Treg; καὶ σύ καί γε ἐν τῇ ἡμέρᾳ σου RP 19:42 εἰρήνην WH NA28 ] + σου Treg RP 19:43 παρεμβαλοῦσιν WH Treg NA28 ] περιβαλοῦσιν RP § 19:44 λίθον ἐπὶ λίθον ἐν σοί WH Treg NA28 ] ἐν σοὶ λίθον ἐπὶ λίθῳ RP * 19:45 πωλοῦντας WH Treg NA28 ] + ἐν αὐτῷ καὶ ἀγοράζοντας RP 19:46 Καὶ ἔσται WH Treg NA28 ] – RP 19:46 προσευχῆς WH Treg NA28 ] + ἐστίν RP § 19:48 εὕρισκον NA28 RP ] ηὕρισκον WH Treg