9
Συγκαλεσάμενος δὲ τοὺς δώδεκα ἔδωκεν αὐτοῖς δύναμιν καὶ ἐξουσίαν ἐπὶ πάντα τὰ δαιμόνια καὶ νόσους θεραπεύειν, καὶ ἀπέστειλεν αὐτοὺς κηρύσσειν τὴν βασιλείαν τοῦ θεοῦ καὶ ἰᾶσθαιτοὺς ἀσθενεῖς*, καὶ εἶπεν πρὸς αὐτούς· Μηδὲν αἴρετε εἰς τὴν ὁδόν, μήτεῥάβδονμήτε πήραν μήτε ἄρτον μήτε ἀργύριον, μήτεἀνὰδύο χιτῶνας ἔχειν. καὶ εἰς ἣν ἂν οἰκίαν εἰσέλθητε, ἐκεῖ μένετε καὶ ἐκεῖθεν ἐξέρχεσθε. καὶ ὅσοιἂν§μὴδέχωνται*ὑμᾶς, ἐξερχόμενοι ἀπὸ τῆς πόλεωςἐκείνηςτὸν κονιορτὸν ἀπὸ τῶν ποδῶν ὑμῶν ⸀ἀποτινάσσετεεἰς μαρτύριον ἐπʼ αὐτούς. ἐξερχόμενοι δὲ διήρχοντο κατὰ τὰς κώμας εὐαγγελιζόμενοι καὶ θεραπεύοντες πανταχοῦ.
Ἤκουσεν δὲ Ἡρῴδης τετραάρχης τὰγινόμενα§πάντα, καὶ διηπόρει διὰ τὸ λέγεσθαι ὑπό τινων ὅτι Ἰωάννηςἠγέρθη*ἐκ νεκρῶν, ὑπό τινων δὲ ὅτι Ἠλίας ἐφάνη, ἄλλων δὲ ὅτι προφήτηςτιςτῶν ἀρχαίων ἀνέστη. εἶπεν δὲ§Ἡρῴδης· Ἰωάννην ἐγὼ ἀπεκεφάλισα· τίς δέ ἐστιν οὗ*ος περὶοὗ ἀκούω τοιαῦτα; καὶ ἐζήτει ἰδεῖν αὐτόν.
10 Καὶ ὑποστρέψαντες οἱ ἀπόστολοι διηγήσαντο αὐτῷ ὅσα ἐποίησαν. καὶ παραλαβὼν αὐτοὺς ὑπεχώρησεν κατʼ ἰδίαν εἰςπόλιν καλουμένην Βηθσαϊδά. 11 οἱ δὲ ὄχλοι γνόντες ἠκολούθησαν αὐτῷ. καὶ ⸀ἀποδεξάμενοςαὐτοὺς ἐλάλει αὐτοῖς περὶ τῆς βασιλείας τοῦ θεοῦ, καὶ τοὺς χρείαν ἔχοντας θεραπείας ἰᾶτο.
12  δὲ ἡμέρα ἤρξατο κλίνειν· προσελθόντες δὲ οἱ δώδεκα εἶπαν αὐτῷ· Ἀπόλυσον τὸν ὄχλον, ἵναπορευθέντες§εἰς τὰς κύκλῳ κώμαςκαὶ*ἀγροὺς καταλύσωσιν καὶ εὕρωσιν ἐπισιτισμόν, ὅτι ὧδε ἐν ἐρήμῳ τόπῳ ἐσμέν. 13 εἶπεν δὲ πρὸς αὐτούς· Δότε αὐτοῖςὑμεῖς φαγεῖν. οἱ δὲ εἶπαν· Οὐκ εἰσὶν ἡμῖν πλεῖον ἄρτοι πέντε καὶ ἰχθύες δύο, εἰ μήτι πορευθέντες ἡμεῖς ἀγοράσωμεν εἰς πάντα τὸν λαὸν τοῦτον βρώματα. 14 ἦσαν γὰρ ὡσεὶ§ἄνδρες πεντακισχίλιοι. εἶπεν δὲ πρὸς τοὺς μαθητὰς αὐτοῦ· Κατακλίνατε αὐτοὺς κλισίαςὡσεὶ ἀνὰ πεντήκοντα. 15 καὶ ἐποίησαν οὕτως καὶ ⸀κατέκλιναν*ἅπαντας. 16 λαβὼν δὲ τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας ἀναβλέψας εἰς τὸν οὐρανὸν εὐλόγησεν αὐτοὺς καὶ κατέκλασεν καὶ ἐδίδου τοῖς μαθηταῖςπαραθεῖναιτῷ ὄχλῳ. 17 καὶ ἔφαγον καὶ ἐχορτάσθησαν πάντες, καὶ ἤρθη τὸ περισσεῦσαν αὐτοῖς κλασμάτων κόφινοι δώδεκα.
18 Καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτὸν προσευχόμενον κατὰ μόνας συνῆσαν αὐτῷ οἱ μαθηταί, καὶ ἐπηρώτησεν αὐτοὺς λέγων· Τίνα μεοἱ ὄχλοι λέγουσιν εἶναι; 19 οἱ δὲ ἀποκριθέντες εἶπαν· Ἰωάννην τὸν βαπτιστήν, ἄλλοι δὲ Ἠλίαν, ἄλλοι δὲ ὅτι προφήτης τις τῶν ἀρχαίων ἀνέστη. 20 εἶπεν δὲ αὐτοῖς· Ὑμεῖς δὲ τίνα με λέγετε εἶναι; ⸂Πέτρος δὲ ἀποκριθεὶς§ εἶπεν· Τὸν χριστὸν τοῦ θεοῦ.
21  δὲ ἐπιτιμήσας αὐτοῖς παρήγγειλεν μηδενὶλέγειν*τοῦτο, 22 εἰπὼν ὅτι Δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου πολλὰ παθεῖν καὶ ἀποδοκιμασθῆναι ἀπὸ τῶν πρεσβυτέρων καὶ ἀρχιερέων καὶ γραμματέων καὶ ἀποκτανθῆναι καὶ τῇ τρίτῃ ἡμέρᾳἐγερθῆναι
23 Ἔλεγεν δὲ πρὸς πάντας· Εἴ τις θέλει ὀπίσω μουἔρχεσθαι, ἀρνησάσθω⸃ ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦκαθʼ ἡμέραν⸃, καὶ ἀκολουθείτω μοι.§ 24 ὃς γὰρἂν*θέλῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι, ἀπολέσει αὐτήν· ὃς δʼ ἂν ἀπολέσῃ τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ, οὗτος σώσει αὐτήν. 25 τί γὰρ ὠφελεῖται ἄνθρωπος κερδήσας τὸν κόσμον ὅλον ἑαυτὸν δὲ ἀπολέσας ζημιωθείς; 26 ὃς γὰρ ἂν ἐπαισχυνθῇ με καὶ τοὺς ἐμοὺς λόγους, τοῦτον υἱὸς τοῦ ἀνθρώπου ἐπαισχυνθήσεται, ὅταν ἔλθῃ ἐν τῇ δόξῃ αὐτοῦ καὶ τοῦ πατρὸς καὶ τῶν ἁγίων ἀγγέλων. 27 λέγω δὲ ὑμῖν ἀληθῶς, εἰσίν τινες τῶναὐτοῦἑστηκότωνοἳ οὐ μὴ γεύσωνται θανάτου ἕως ἂν ἴδωσιν τὴν βασιλείαν τοῦ θεοῦ.
28 Ἐγένετο δὲ μετὰ τοὺς λόγους τούτους ὡσεὶ ἡμέραι ὀκτὼκαὶ§παραλαβὼν Πέτρον καὶ Ἰωάννην καὶ Ἰάκωβον ἀνέβη εἰς τὸ ὄρος προσεύξασθαι. 29 καὶ ἐγένετο ἐν τῷ προσεύχεσθαι αὐτὸν τὸ εἶδος τοῦ προσώπου αὐτοῦ ἕτερον καὶ ἱματισμὸς αὐτοῦ λευκὸς ἐξαστράπτων. 30 καὶ ἰδοὺ ἄνδρες δύο συνελάλουν αὐτῷ, οἵτινες ἦσαν Μωϋσῆς καὶ Ἠλίας, 31 οἳ ὀφθέντες ἐν δόξῃ ἔλεγον τὴν ἔξοδον αὐτοῦ ἣν ἤμελλεν πληροῦν ἐν Ἰερουσαλήμ. 32  δὲ Πέτρος καὶ οἱ σὺν αὐτῷ ἦσαν βεβαρημένοι ὕπνῳ· διαγρηγορήσαντες δὲ εἶδον τὴν δόξαν αὐτοῦ καὶ τοὺς δύο ἄνδρας τοὺς συνεστῶτας αὐτῷ. 33 καὶ ἐγένετο ἐν τῷ διαχωρίζεσθαι αὐτοὺς ἀπʼ αὐτοῦ εἶπεν*Πέτρος πρὸς τὸν Ἰησοῦν· Ἐπιστάτα, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι, καὶ ποιήσωμεν σκηνὰς τρεῖς, μίαν σοὶ καὶ μίαν Μωϋσεῖ καὶ μίαν Ἠλίᾳ, μὴ εἰδὼς λέγει. 34 ταῦτα δὲ αὐτοῦ λέγοντος ἐγένετο νεφέλη καὶ ⸀ἐπεσκίαζεναὐτούς· ἐφοβήθησαν δὲ ἐν τῷεἰσελθεῖν αὐτοὺς εἰς τὴν νεφέλην. 35 καὶ φωνὴ ἐγένετο ἐκ τῆς νεφέλης λέγουσα· Οὗτός ἐστιν υἱός μου ⸀ἐκλελεγμένος§ αὐτοῦ ἀκούετε. 36 καὶ ἐν τῷ γενέσθαι τὴν φωνὴνεὑρέθη*Ἰησοῦς μόνος. καὶ αὐτοὶ ἐσίγησαν καὶ οὐδενὶ ἀπήγγειλαν ἐν ἐκείναις ταῖς ἡμέραις οὐδὲν ὧν ἑώρακαν.
37 Ἐγένετοδὲτῇ ἑξῆς ἡμέρᾳ κατελθόντων αὐτῶν ἀπὸ τοῦ ὄρους συνήντησεν αὐτῷ ὄχλος πολύς. 38 καὶ ἰδοὺ ἀνὴρ ἀπὸ τοῦ ὄχλουἐβόησενλέγων· Διδάσκαλε, δέομαί σου ἐπιβλέψαι ἐπὶ τὸν υἱόν μου, ὅτι μονογενήςμοί ἐστιν§, 39 καὶ ἰδοὺ πνεῦμα λαμβάνει αὐτόν, καὶ ἐξαίφνης κράζει, καὶ σπαράσσει αὐτὸν μετὰ ἀφροῦ καὶμόγις*ἀποχωρεῖ ἀπʼ αὐτοῦ συντρῖβον αὐτόν· 40 καὶ ἐδεήθην τῶν μαθητῶν σου ἵνα ἐκβάλωσιν αὐτό, καὶ οὐκ ἠδυνήθησαν. 41 ἀποκριθεὶς δὲ Ἰησοῦς εἶπεν· γενεὰ ἄπιστος καὶ διεστραμμένη, ἕως πότε ἔσομαι πρὸς ὑμᾶς καὶ ἀνέξομαι ὑμῶν; προσάγαγεὧδε τὸν υἱόν σου. 42 ἔτι δὲ προσερχομένου αὐτοῦ ἔρρηξεν αὐτὸν τὸ δαιμόνιον καὶ συνεσπάραξεν· ἐπετίμησεν δὲ Ἰησοῦς τῷ πνεύματι τῷ ἀκαθάρτῳ, καὶ ἰάσατο τὸν παῖδα καὶ ἀπέδωκεν αὐτὸν τῷ πατρὶ αὐτοῦ. 43 ἐξεπλήσσοντο δὲ πάντες ἐπὶ τῇ μεγαλειότητι τοῦ θεοῦ.
Πάντων δὲ θαυμαζόντων ἐπὶ πᾶσιν οἷςἐποίει εἶπεν πρὸς τοὺς μαθητὰς αὐτοῦ· 44 Θέσθε ὑμεῖς εἰς τὰ ὦτα ὑμῶν τοὺς λόγους τούτους, γὰρ υἱὸς τοῦ ἀνθρώπου μέλλει παραδίδοσθαι εἰς χεῖρας ἀνθρώπων. 45 οἱ δὲ ἠγνόουν τὸ ῥῆμα τοῦτο, καὶ ἦν παρακεκαλυμμένον ἀπʼ αὐτῶν ἵνα μὴ αἴσθωνται αὐτό, καὶ ἐφοβοῦντο ἐρωτῆσαι αὐτὸν περὶ τοῦ ῥήματος τούτου.
46 Εἰσῆλθεν δὲ διαλογισμὸς ἐν αὐτοῖς, τὸ τίς ἂν εἴη μείζων αὐτῶν. 47  δὲ Ἰησοῦςεἰδὼς§τὸν διαλογισμὸν τῆς καρδίας αὐτῶν ἐπιλαβόμενοςπαιδίον*ἔστησεν αὐτὸ παρʼ ἑαυτῷ, 48 καὶ εἶπεν αὐτοῖς· Ὃςἂνδέξηται τοῦτο τὸ παιδίον ἐπὶ τῷ ὀνόματί μου ἐμὲ δέχεται, καὶ ὃςἂνἐμὲ δέξηται δέχεται τὸν ἀποστείλαντά με· γὰρ μικρότερος ἐν πᾶσιν ὑμῖν ὑπάρχων οὗτόςἐστιν§μέγας.
49 Ἀποκριθεὶςδὲ*Ἰωάννης εἶπεν· Ἐπιστάτα, εἴδομέν τιναἐντῷ ὀνόματί σου ἐκβάλλοντα δαιμόνια, καὶ ⸀ἐκωλύομεναὐτὸν ὅτι οὐκ ἀκολουθεῖ μεθʼ ἡμῶν. 50 εἶπεν δὲ§ πρὸς αὐτὸν*Ἰησοῦς· Μὴ κωλύετε, ὃς γὰρ οὐκ ἔστιν καθʼὑμῶν ὑπὲρ ὑμῶν ἐστιν.
51 Ἐγένετο δὲ ἐν τῷ συμπληροῦσθαι τὰς ἡμέρας τῆς ἀναλήμψεως αὐτοῦ καὶ αὐτὸς τὸπρόσωπον⸀ἐστήρισεν§τοῦ πορεύεσθαι εἰς Ἰερουσαλήμ, 52 καὶ ἀπέστειλεν ἀγγέλους πρὸ προσώπου αὐτοῦ. καὶ πορευθέντες εἰσῆλθον εἰς κώμην Σαμαριτῶν, ⸀ὡς*ἑτοιμάσαι αὐτῷ· 53 καὶ οὐκ ἐδέξαντο αὐτόν, ὅτι τὸ πρόσωπον αὐτοῦ ἦν πορευόμενον εἰς Ἰερουσαλήμ. 54 ἰδόντες δὲ οἱμαθηταὶἸάκωβος καὶ Ἰωάννης εἶπαν· Κύριε, θέλεις εἴπωμεν πῦρ καταβῆναι ἀπὸ τοῦ οὐρανοῦ καὶ ἀναλῶσαιαὐτούς 55 στραφεὶς δὲ ἐπετίμησεναὐτοῖς§ 56 καὶ*ἐπορεύθησαν εἰς ἑτέραν κώμην.
57 Καὶπορευομένων αὐτῶν ἐν τῇ ὁδῷ εἶπέν τις πρὸς αὐτόν· Ἀκολουθήσω σοι ὅπουἐὰνἀπέρχῃ§ 58 καὶ εἶπεν αὐτῷ Ἰησοῦς· Αἱ ἀλώπεκες φωλεοὺς ἔχουσιν καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσεις, δὲ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίνῃ. 59 εἶπεν δὲ πρὸς ἕτερον· Ἀκολούθει μοι. δὲ εἶπεν· ⸀Κύριε* ἐπίτρεψόν μοιἀπελθόντι πρῶτον θάψαι τὸν πατέρα μου. 60 εἶπεν δὲαὐτῷ Ἄφες τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς, σὺ δὲ ἀπελθὼν διάγγελλε τὴν βασιλείαν τοῦ θεοῦ. 61 εἶπεν δὲ καὶ ἕτερος· Ἀκολουθήσω σοι, κύριε· πρῶτον δὲ ἐπίτρεψόν μοι ἀποτάξασθαι τοῖς εἰς τὸν οἶκόν μου. 62 εἶπεν δὲ Ἰησοῦς§· Οὐδεὶς ἐπιβαλὼν τὴνχεῖρα*ἐπʼ ἄροτρον καὶ βλέπων εἰς τὰ ὀπίσω εὔθετός ἐστιντῇ βασιλείᾳ τοῦ θεοῦ.
* 9:2 τοὺς ἀσθενεῖς Treg NA28 ] – WH; τοὺς ἀσθενοῦντας RP 9:3 ῥάβδον WH Treg NA28 ] ῥάβδους RP 9:3 ἀνὰ Treg NA28 RP ] – WH § 9:5 ἂν WH Treg NA28 ] ἐάν RP * 9:5 δέχωνται WH Treg NA28 ] δέξωνται RP 9:5 ἐκείνης WH Treg NA28 ] + καὶ RP 9:5 ἀποτινάσσετε WH NA28 ] ἀποτινάξατε Treg RP § 9:7 γινόμενα WH Treg NA28 ] + ὑπʼ αὐτοῦ RP * 9:7 ἠγέρθη WH Treg NA28 ] ἐγήγερται RP 9:8 τις WH Treg NA28 ] εἷς RP 9:9 εἶπεν δὲ WH Treg NA28 ] Καὶ εἶπεν RP § 9:9 ὁ WH RP ] – Treg NA28 * 9:9 οὗ WH NA28 ] + ἐγὼ Treg RP 9:10 πόλιν καλουμένην Βηθσαϊδά WH Treg NA28 ] τόπον ἔρημον πόλεως καλουμένης Βηθσαϊδάν RP 9:11 ἀποδεξάμενος WH Treg NA28 ] δεξάμενος RP § 9:12 πορευθέντες WH Treg NA28 ] ἀπελθόντες RP * 9:12 καὶ WH NA28 ] + τοὺς Treg RP 9:13 ὑμεῖς φαγεῖν Treg NA28 RP ] φαγεῖν ὑμεῖς WH 9:13 ἄρτοι πέντε WH NA28 ] πέντε ἄρτοι Treg RP § 9:14 ὡσεὶ WH Treg NA28 ] – RP * 9:15 κατέκλιναν WH Treg NA28 ] ἀνέκλιναν RP 9:16 παραθεῖναι WH Treg NA28 ] παρατιθέναι RP 9:18 οἱ ὄχλοι λέγουσιν WH Treg ] λέγουσιν οἱ ὄχλοι NA28 RP § 9:20 Πέτρος δὲ ἀποκριθεὶς WH Treg NA28 ] Ἀποκριθεὶς δὲ ὁ Πέτρος RP * 9:21 λέγειν WH Treg NA28 ] εἰπεῖν RP 9:22 ἐγερθῆναι WH Treg NA28 ] ἀναστῆναι RP 9:23 ἔρχεσθαι ἀρνησάσθω WH Treg NA28 ] ἐλθεῖν ἀπαρνησάσθω RP § 9:23 καθʼ ἡμέραν WH Treg NA28 ] – RP * 9:24 ἂν WH Treg NA28 ] ἐὰν RP 9:27 αὐτοῦ WH Treg NA28 ] ὧδε RP 9:27 ἑστηκότων WH NA28 ] ἑστώτων Treg RP § 9:28 καὶ Treg NA28 RP ] – WH * 9:33 ὁ WH Treg NA28 ] – RP 9:34 ἐπεσκίαζεν WH Treg NA28 ] ἐπεσκίασεν RP 9:34 εἰσελθεῖν αὐτοὺς WH Treg NA28 ] ἐκείνους εἰσελθεῖν RP § 9:35 ἐκλελεγμένος WH Treg NA28 ] ἀγαπητός RP * 9:36 εὑρέθη WH Treg NA28 ] + ὁ RP 9:37 δὲ WH NA28 ] + ἐν Treg RP 9:38 ἐβόησεν WH Treg NA28 ] ἀνεβόησεν RP § 9:38 μοί ἐστιν WH Treg NA28 ] ἐστίν μοι RP * 9:39 μόγις Treg NA28 RP ] μόλις WH 9:41 ὧδε τὸν υἱόν σου WH Treg NA28 ] τὸν υἱόν σου ὧδε RP 9:43 ἐποίει WH Treg NA28 ] ἐποίησεν ὁ Ἰησοῦς RP § 9:47 εἰδὼς WH NA28 ] ἰδὼν Treg RP * 9:47 παιδίον WH Treg NA28 ] παιδίου RP 9:48 ⸀ἂν WH ] ἐὰν Treg NA28 RP 9:48 ⸁ἂν WH NA28 ] ἐὰν Treg RP § 9:48 ἐστιν WH Treg NA28 ] ἔσται RP * 9:49 δὲ WH Treg NA28 ] + ὁ RP 9:49 ἐν WH Treg NA28 ] ἐπὶ RP 9:49 ἐκωλύομεν WH NA28 ] ἐκωλύσαμεν Treg RP § 9:50 εἶπεν δὲ WH Treg NA28 ] Καὶ εἶπεν RP * 9:50 ὁ Treg NA28 RP ] – WH 9:50 ὑμῶν … ὑμῶν WH Treg NA28 ] ἡμῶν … ἡμῶν RP 9:51 πρόσωπον WH NA28 ] + αὐτοῦ Treg RP § 9:51 ἐστήρισεν WH Treg NA28 ] ἐστήριξεν RP * 9:52 ὡς WH NA28 ] ὥστε Treg RP 9:54 μαθηταὶ WH NA28 ] + αὐτοῦ Treg RP 9:54 αὐτούς WH Treg NA28 ] + ὡς καὶ Ἠλίας ἐποίησεν RP § 9:55 αὐτοῖς WH Treg NA28 ] αὐτοῖς, καὶ εἶπεν, Οὐκ οἰδατε οἵου πνεύματός ἐστε ὑμεῖς RP * 9:56 καὶ WH Treg NA28 ] ὁ γὰρ ὑιὸς τοῦ ἀνθρώπου οὐκ ἦλθεν ψυχὰς ἀνθρώπων ἀπολέσαι, ἀλλὰ σῶσαι. Καὶ RP 9:57 Καὶ WH Treg NA28 ] Ἐγένετο δὲ RP 9:57 ἐὰν WH Treg NA28 ] ἂν RP § 9:57 ἀπέρχῃ WH Treg NA28 ] + κύριε RP * 9:59 Κύριε Treg NA28 RP ] – WH 9:59 ἀπελθόντι πρῶτον NA28 RP ] πρῶτον ἀπελθόντι WH Treg 9:60 αὐτῷ WH Treg NA28 ] + ὁ Ἰησοῦς RP § 9:62 ὁ Ἰησοῦς NIV ] πρὸς αὐτὸν ὁ Ἰησοῦς WH NA28; ὁ Ἰησοῦς πρὸς αὐτὸν Treg RP * 9:62 χεῖρα WH NA28 ] + αὐτοῦ Treg RP 9:62 τῇ βασιλείᾳ WH Treg NA28 ] εἰς τὴν βασιλείαν RP