ΚΑΤΑ ΜΑΡΚΟΝ
1
Ἀρχὴ τοῦ εὐαγγελίου Ἰησοῦχριστοῦ* Καθὼςγέγραπται ἐντῷ Ἠσαΐᾳ τῷ προφήτῃ· ⸀Ἰδοὺ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόνσου·§* φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ· Ἑτοιμάσατε τὴν ὁδὸν κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ, ἐγένετο Ἰωάννηςβαπτίζων ἐν τῇἐρήμῳκηρύσσων βάπτισμα μετανοίας εἰς ἄφεσιν ἁμαρτιῶν. καὶ ἐξεπορεύετο πρὸς αὐτὸν πᾶσα Ἰουδαία χώρα καὶ οἱ Ἱεροσολυμῖταιπάντες, καὶ ἐβαπτίζοντο⸃ ⸂ὑπʼ αὐτοῦ ἐν τῷ Ἰορδάνῃ ποταμῷἐξομολογούμενοι τὰς ἁμαρτίας αὐτῶν.§* καὶ ἦν Ἰωάννης ἐνδεδυμένος τρίχας καμήλου καὶ ζώνην δερματίνην περὶ τὴν ὀσφὺν αὐτοῦ, καὶ ἔσθων ἀκρίδας καὶ μέλι ἄγριον. καὶ ἐκήρυσσεν λέγων· Ἔρχεται ἰσχυρότερός μου ὀπίσω μου, οὗ οὐκ εἰμὶ ἱκανὸς κύψας λῦσαι τὸν ἱμάντα τῶν ὑποδημάτων αὐτοῦ· ἐγὼἐβάπτισαὑμᾶς§ὕδατι, αὐτὸς δὲ βαπτίσει ὑμᾶςἐν*πνεύματι ἁγίῳ. Καὶ ἐγένετο ἐν ἐκείναις ταῖς ἡμέραις ἦλθεν Ἰησοῦς ἀπὸ Ναζαρὲτ τῆς Γαλιλαίας καὶ ἐβαπτίσθηεἰς τὸν Ἰορδάνην ὑπὸ Ἰωάννου. 10 καὶεὐθὺςἀναβαίνωνἐκ§τοῦ ὕδατος εἶδεν σχιζομένους τοὺς οὐρανοὺς καὶ τὸ πνεῦμαὡς*περιστερὰν καταβαῖνονεἰςαὐτόν· 11 καὶ φωνὴ ἐγένετο ἐκ τῶν οὐρανῶν· Σὺ εἶ υἱός μου ἀγαπητός, ἐνσοὶεὐδόκησα. 12 Καὶ εὐθὺς τὸ πνεῦμα αὐτὸν ἐκβάλλει εἰς τὴν ἔρημον. 13 καὶἦν§ἐν τῇ ἐρήμῳ ⸂τεσσεράκοντα ἡμέρας* πειραζόμενος ὑπὸ τοῦ Σατανᾶ, καὶ ἦν μετὰ τῶν θηρίων, καὶ οἱ ἄγγελοι διηκόνουν αὐτῷ. 14 Καὶ μετὰ τὸ παραδοθῆναι τὸν Ἰωάννην ἦλθεν Ἰησοῦς εἰς τὴν Γαλιλαίαν κηρύσσων τὸεὐαγγέλιοντοῦ θεοῦ 15 καὶ λέγων ὅτι Πεπλήρωται καιρὸς καὶ ἤγγικεν βασιλεία τοῦ θεοῦ· μετανοεῖτε καὶ πιστεύετε ἐν τῷ εὐαγγελίῳ. 16 Καὶ παράγων§ παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας εἶδεν Σίμωνα καὶ Ἀνδρέαν τὸνἀδελφὸν*Σίμωνος ⸀ἀμφιβάλλονταςἐν τῇ θαλάσσῃ, ἦσαν γὰρ ἁλιεῖς· 17 καὶ εἶπεν αὐτοῖς Ἰησοῦς· Δεῦτε ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς γενέσθαι ἁλιεῖς ἀνθρώπων. 18 καὶεὐθὺςἀφέντες τὰδίκτυα§ἠκολούθησαν αὐτῷ. 19 καὶπροβὰς*ὀλίγον εἶδεν Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ, καὶ αὐτοὺς ἐν τῷ πλοίῳ καταρτίζοντας τὰ δίκτυα, 20 καὶεὐθὺςἐκάλεσεν αὐτούς. καὶ ἀφέντες τὸν πατέρα αὐτῶν Ζεβεδαῖον ἐν τῷ πλοίῳ μετὰ τῶν μισθωτῶν ἀπῆλθον ὀπίσω αὐτοῦ. 21 Καὶ εἰσπορεύονται εἰς Καφαρναούμ. καὶεὐθὺςτοῖς σάββασινἐδίδασκεν εἰς τὴν συναγωγήν§. 22 καὶ ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ, ἦν γὰρ διδάσκων αὐτοὺς ὡς ἐξουσίαν ἔχων καὶ οὐχ ὡς οἱ γραμματεῖς. 23 καὶεὐθὺς*ἦν ἐν τῇ συναγωγῇ αὐτῶν ἄνθρωπος ἐν πνεύματι ἀκαθάρτῳ καὶ ἀνέκραξεν 24 λέγων· ⸀Τίἡμῖν καὶ σοί, Ἰησοῦ Ναζαρηνέ; ἦλθες ἀπολέσαι ἡμᾶς; οἶδά σε τίς εἶ, ἅγιος τοῦ θεοῦ. 25 καὶ ἐπετίμησεν αὐτῷ Ἰησοῦς λέγων· Φιμώθητι καὶ ἔξελθε ἐξ αὐτοῦ. 26 καὶ σπαράξαν αὐτὸν τὸ πνεῦμα τὸ ἀκάθαρτον καὶ ⸀φωνῆσανφωνῇ μεγάλῃ ἐξῆλθεν ἐξ αὐτοῦ. 27 καὶ ἐθαμβήθησανἅπαντες§ ὥστε συζητεῖνπρὸς ἑαυτοὺς* λέγοντας· Τί ἐστιν τοῦτο; ⸂διδαχὴ καινή· κατʼ ἐξουσίαν καὶ τοῖς πνεύμασι τοῖς ἀκαθάρτοις ἐπιτάσσει, καὶ ὑπακούουσιν αὐτῷ. 28 καὶ ἐξῆλθεν ἀκοὴ αὐτοῦ εὐθὺςπανταχοῦ§εἰς ὅλην τὴν περίχωρον τῆς Γαλιλαίας. 29 Καὶεὐθὺς*ἐκ τῆς συναγωγῆςἐξελθόντες ἦλθον εἰς τὴν οἰκίαν Σίμωνος καὶ Ἀνδρέου μετὰ Ἰακώβου καὶ Ἰωάννου. 30  δὲ πενθερὰ Σίμωνος κατέκειτο πυρέσσουσα, καὶεὐθὺςλέγουσιν αὐτῷ περὶ αὐτῆς. 31 καὶ προσελθὼν ἤγειρεν αὐτὴν κρατήσας τῆςχειρός§ καὶ ἀφῆκεν αὐτὴν πυρετός* καὶ διηκόνει αὐτοῖς. 32 Ὀψίας δὲ γενομένης, ὅτεἔδυ ἥλιος, ἔφερον πρὸς αὐτὸν πάντας τοὺς κακῶς ἔχοντας καὶ τοὺς δαιμονιζομένους· 33 καὶἦν ὅλη πόλις ἐπισυνηγμένη πρὸς τὴν θύραν. 34 καὶ ἐθεράπευσεν πολλοὺς κακῶς ἔχοντας ποικίλαις νόσοις, καὶ δαιμόνια πολλὰ ἐξέβαλεν, καὶ οὐκ ἤφιεν λαλεῖν τὰ δαιμόνια, ὅτι ᾔδεισαναὐτόν§ 35 Καὶ πρωῒ ἔννυχα λίαν ἀναστὰς ἐξῆλθεν καὶ ἀπῆλθεν εἰς ἔρημον τόπον κἀκεῖ προσηύχετο. 36 καὶ ⸀κατεδίωξεν*αὐτὸνΣίμωνκαὶ οἱ μετʼ αὐτοῦ, 37 καὶεὗρον αὐτὸν καὶ λέγουσιν αὐτῷ ὅτι Πάντεςζητοῦσίν σε§. 38 καὶ λέγει αὐτοῖς· Ἄγωμεν ⸀ἀλλαχοῦ*εἰς τὰς ἐχομένας κωμοπόλεις, ἵνα καὶ ἐκεῖ κηρύξω, εἰς τοῦτο γὰρἐξῆλθον 39 καὶἦλθενκηρύσσωνεἰς τὰς συναγωγὰς§ αὐτῶν εἰς ὅλην τὴν Γαλιλαίαν καὶ τὰ δαιμόνια ἐκβάλλων. 40 Καὶ ἔρχεται πρὸς αὐτὸν λεπρὸς παρακαλῶν αὐτὸν καὶγονυπετῶν*λέγων αὐτῷ ὅτι Ἐὰν θέλῃς δύνασαί με καθαρίσαι. 41 καὶὀργισθεὶςἐκτείνας τὴν χεῖρααὐτοῦ ἥψατο§ καὶ λέγει αὐτῷ· Θέλω, καθαρίσθητι· 42 καὶεὐθὺς*ἀπῆλθεν ἀπʼ αὐτοῦ λέπρα, καὶ ἐκαθαρίσθη. 43 καὶ ἐμβριμησάμενος αὐτῷεὐθὺςἐξέβαλεν αὐτόν, 44 καὶ λέγει αὐτῷ· Ὅρα μηδενὶ μηδὲν εἴπῃς, ἀλλὰ ὕπαγε σεαυτὸν δεῖξον τῷ ἱερεῖ καὶ προσένεγκε περὶ τοῦ καθαρισμοῦ σου προσέταξεν Μωϋσῆς εἰς μαρτύριον αὐτοῖς. 45  δὲ ἐξελθὼν ἤρξατο κηρύσσειν πολλὰ καὶ διαφημίζειν τὸν λόγον, ὥστε μηκέτι αὐτὸν δύνασθαι φανερῶς εἰς πόλιν εἰσελθεῖν, ἀλλὰ ἔξωἐπʼἐρήμοις τόποις ἦν· καὶ ἤρχοντο πρὸς αὐτὸνπάντοθεν§
* 1:1 χριστοῦ WH ] + υἱοῦ θεοῦ Treg NA28; υἱοῦ τοῦ θεοῦ RP 1:2 Καθὼς WH Treg NA28 ] Ὡς RP 1:2 τῷ Ἠσαΐᾳ τῷ προφήτῃ WH Treg NA28 ] τοῖς προφήταις RP § 1:2 Ἰδοὺ WH Treg NA28 ] + ἐγὼ RP * 1:2 σου WH Treg NA28 ] + ἔμπροσθέν σου RP 1:4 ὁ WH Treg NA28 ] – RP 1:4 ἐρήμῳ WH ] + καὶ Treg NA28 RP § 1:5 πάντες καὶ ἐβαπτίζοντο WH Treg NA28 ] καὶ ἐβαπτίζοντο πάντες RP * 1:5 ὑπʼ αὐτοῦ ἐν τῷ Ἰορδάνῃ ποταμῷ WH Treg NA28 ] ἐν τῷ Ἰορδάνῃ ποταμῷ ὑπʼ αὐτοῦ RP 1:6 καὶ ἦν WH Treg NA28 ] Ἦν δὲ RP 1:8 ἐγὼ WH Treg NA28 ] + μὲν RP § 1:8 ὑμᾶς WH NA28 ] + ἐν Treg RP * 1:8 ἐν Treg NA28 RP ] – WH 1:9 εἰς τὸν Ἰορδάνην ὑπὸ Ἰωάννου WH Treg NA28 ] ὑπὸ Ἰωάννου εἰς τὸν Ἰορδάνην RP 1:10 εὐθὺς WH Treg NA28 ] εὐθέως RP § 1:10 ἐκ WH Treg NA28 ] ἀπὸ RP * 1:10 ὡς WH Treg NA28 ] ὡσεὶ RP 1:10 εἰς WH Treg NA28 ] ἐπʼ RP 1:11 σοὶ WH Treg NA28 ] ᾧ RP § 1:13 ἦν WH Treg NA28 ] + ἐκεῖ RP * 1:13 τεσσεράκοντα ἡμέρας WH Treg NA28 ] ἡμέρας τεσσεράκοντα RP 1:14 Καὶ μετὰ WH Treg ] Μετὰ δὲ NA28 RP 1:14 εὐαγγέλιον WH Treg NA28 ] + τῆς βασιλείας RP § 1:16 Καὶ παράγων WH Treg NA28 ] Περιπατῶν δὲ RP * 1:16 ἀδελφὸν WH Treg NA28 ] + αὐτοῦ τοῦ RP 1:16 ἀμφιβάλλοντας WH Treg NA28 ] βάλλοντας ἀμφίβληστρον RP 1:18 εὐθὺς WH NA28 ] εὐθέως RP Treg § 1:18 δίκτυα WH Treg NA28 ] + αὐτῶν RP * 1:19 προβὰς WH Treg NA28 ] ἐκεῖθεν RP 1:20 εὐθὺς WH Treg NA28 ] εὐθέως RP 1:21 εὐθὺς WH NA28 ] εὐθέως Treg RP § 1:21 ἐδίδασκεν εἰς τὴν συναγωγήν Holmes WHmarg ] εἰσελθὼν εἰς τὴν συναγωγὴν ἐδίδασκεν WH Treg NA28 RP * 1:23 εὐθὺς WH NA28 ] – Treg RP 1:24 Τί WH Treg NA28 ] Ἔα τί RP 1:26 φωνῆσαν WH Treg NA28 ] κράξαν RP § 1:27 ἅπαντες WH Treg NA28 ] πάντες RP * 1:27 πρὸς ἑαυτοὺς Treg NA28 RP ] αὐτοὺς WH 1:27 διδαχὴ καινή WH Treg NA28 ] Τίς ἡ διδαχὴ ἡ καινὴ αὕτη ὅτι RP 1:28 καὶ ἐξῆλθεν WH Treg NA28 ] Ἐξῆλθεν δὲ RP § 1:28 πανταχοῦ WH Treg NA28 ] – RP * 1:29 εὐθὺς WH Treg NA28 ] εὐθέως RP 1:29 ἐξελθόντες ἦλθον WH NA28 RP ] ἐξελθὼν ἦλθεν Treg 1:30 εὐθὺς WH Treg NA28 ] εὐθέως RP § 1:31 χειρός WH NA28 ] + αὐτῆς Treg RP * 1:31 πυρετός WH Treg NA28 ] + εὐθέως RP 1:32 ἔδυ NA28 RP ] ἔδυσεν WH Treg 1:33 ἦν ὅλη ἡ πόλις ἐπισυνηγμένη WH Treg NA28 ] ἡ πόλις ὅλη ἐπισυνηγμένη ἦν RP § 1:34 αὐτόν Treg NA28 RP ] + χριστὸν εἶναι WH * 1:36 κατεδίωξεν WH NA28 ] κατεδίωξαν Treg RP 1:36 Σίμων WH NA28 ] ὁ Σίμων Treg RP 1:37 εὗρον αὐτὸν καὶ WH Treg NA28 ] εὑρόντες αὐτὸν RP § 1:37 ζητοῦσίν σε WH Treg NA28 ] σε ζητοῦσιν RP * 1:38 ἀλλαχοῦ WH Treg NA28 ] – RP 1:38 ἐξῆλθον WH Treg NA28 ] ἐξελήλυθα RP 1:39 ἦλθεν WH Treg NA28 ] ἦν RP § 1:39 εἰς τὰς συναγωγὰς WH Treg NA28 ] ἐν ταῖς συναγωγαῖς RP * 1:40 γονυπετῶν WH ] + καὶ NA28; αὐτὸν καὶ Treg RP 1:41 καὶ WH Treg NA28 ] Ὁ δὲ Ἰησοῦς RP 1:41 ὀργισθεὶς Holmes WHmarg ] σπλαγχνισθεὶς WH Treg NA28 RP § 1:41 αὐτοῦ ἥψατο WH Treg NA28 ] ἥψατο αὐτοῦ RP * 1:42 εὐθὺς WH Treg NA28 ] εἰπόντος αὐτοῦ εὐθέως RP 1:43 εὐθὺς WH Treg NA28 ] εὐθέως RP 1:45 ἐπʼ WH Treg NA28 ] ἐν RP § 1:45 πάντοθεν WH Treg NA28 ] πανταχόθεν RP