13
Ἐν*τῇ ἡμέρᾳ ἐκείνῃ ἐξελθὼν Ἰησοῦςτῆςοἰκίας ἐκάθητο παρὰ τὴν θάλασσαν· καὶ συνήχθησαν πρὸς αὐτὸν ὄχλοι πολλοί, ὥστε αὐτὸνεἰςπλοῖον ἐμβάντα καθῆσθαι, καὶ πᾶς ὄχλος ἐπὶ τὸν αἰγιαλὸν εἱστήκει. καὶ ἐλάλησεν αὐτοῖς πολλὰ ἐν παραβολαῖς λέγων· Ἰδοὺ ἐξῆλθεν σπείρων τοῦ σπείρειν. καὶ ἐν τῷ σπείρειν αὐτὸν μὲν ἔπεσεν παρὰ τὴν ὁδόν, καὶἐλθόντα τὰ πετεινὰ§ κατέφαγεν αὐτά. ἄλλα δὲ ἔπεσεν ἐπὶ τὰ πετρώδη ὅπου οὐκ εἶχεν γῆν πολλήν, καὶ εὐθέως ἐξανέτειλεν διὰ τὸ μὴ ἔχειν βάθος γῆς, ἡλίου δὲ ἀνατείλαντος ἐκαυματίσθη καὶ διὰ τὸ μὴ ἔχειν ῥίζαν ἐξηράνθη. ἄλλα δὲ ἔπεσεν ἐπὶ τὰς ἀκάνθας, καὶ ἀνέβησαν αἱ ἄκανθαι καὶ ⸀ἔπνιξαν*αὐτά. ἄλλα δὲ ἔπεσεν ἐπὶ τὴν γῆν τὴν καλὴν καὶ ἐδίδου καρπόν, μὲν ἑκατὸν δὲ ἑξήκοντα δὲ τριάκοντα. ἔχωνὦταἀκουέτω.
10 Καὶ προσελθόντες οἱ μαθηταὶ εἶπαν αὐτῷ· Διὰ τί ἐν παραβολαῖς λαλεῖς αὐτοῖς; 11  δὲ ἀποκριθεὶς εἶπεναὐτοῖς Ὅτι ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας τῶν οὐρανῶν, ἐκείνοις δὲ οὐ δέδοται. 12 ὅστις γὰρ ἔχει, δοθήσεται αὐτῷ καὶ περισσευθήσεται· ὅστις δὲ οὐκ ἔχει, καὶ ἔχει ἀρθήσεται ἀπʼ αὐτοῦ. 13 διὰ τοῦτο ἐν παραβολαῖς αὐτοῖς λαλῶ, ὅτι βλέποντες οὐ βλέπουσιν καὶ ἀκούοντες οὐκ ἀκούουσιν οὐδὲ συνίουσιν· 14 καὶ ἀναπληροῦται αὐτοῖς προφητεία Ἠσαΐου λέγουσα· Ἀκοῇ ἀκούσετε καὶ οὐ μὴ συνῆτε, καὶ βλέποντες βλέψετε καὶ οὐ μὴ ἴδητε. 15 ἐπαχύνθη γὰρ καρδία τοῦ λαοῦ τούτου, καὶ τοῖς ὠσὶν βαρέως ἤκουσαν, καὶ τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν· μήποτε ἴδωσιν τοῖς ὀφθαλμοῖς καὶ τοῖς ὠσὶν ἀκούσωσιν καὶ τῇ καρδίᾳ συνῶσιν καὶ ἐπιστρέψωσιν, καὶ ἰάσομαι αὐτούς. 16 ὑμῶν δὲ μακάριοι οἱ ὀφθαλμοὶ ὅτι βλέπουσιν, καὶ τὰ ὦτα ὑμῶν ὅτιἀκούουσιν§ 17 ἀμὴν γὰρ λέγω ὑμῖν ὅτι πολλοὶ προφῆται καὶ δίκαιοι ἐπεθύμησαν ἰδεῖν βλέπετε καὶ οὐκ εἶδαν, καὶ ἀκοῦσαι ἀκούετε καὶ οὐκ ἤκουσαν.
18 Ὑμεῖς οὖν ἀκούσατε τὴν παραβολὴν τοῦ ⸀σπείραντος* 19 παντὸς ἀκούοντος τὸν λόγον τῆς βασιλείας καὶ μὴ συνιέντος, ἔρχεται πονηρὸς καὶ ἁρπάζει τὸ ἐσπαρμένον ἐν τῇ καρδίᾳ αὐτοῦ· οὗτός ἐστιν παρὰ τὴν ὁδὸν σπαρείς. 20  δὲ ἐπὶ τὰ πετρώδη σπαρείς, οὗτός ἐστιν τὸν λόγον ἀκούων καὶ εὐθὺς μετὰ χαρᾶς λαμβάνων αὐτόν, 21 οὐκ ἔχει δὲ ῥίζαν ἐν ἑαυτῷ ἀλλὰ πρόσκαιρός ἐστιν, γενομένης δὲ θλίψεως διωγμοῦ διὰ τὸν λόγον εὐθὺς σκανδαλίζεται. 22  δὲ εἰς τὰς ἀκάνθας σπαρείς, οὗτός ἐστιν τὸν λόγον ἀκούων, καὶ μέριμνα τοῦ αἰῶνοςτούτουκαὶ ἀπάτη τοῦ πλούτου συμπνίγει τὸν λόγον, καὶ ἄκαρπος γίνεται. 23  δὲ ἐπὶ τὴνκαλὴν γῆν σπαρείς, οὗτός ἐστιν τὸν λόγον ἀκούων καὶ ⸀συνιείς§ ὃς δὴ καρποφορεῖ καὶ ποιεῖ μὲν ἑκατὸν δὲ ἑξήκοντα δὲ τριάκοντα.
24 Ἄλλην παραβολὴν παρέθηκεν αὐτοῖς λέγων· Ὡμοιώθη βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ ⸀σπείραντι*καλὸν σπέρμα ἐν τῷ ἀγρῷ αὐτοῦ. 25 ἐν δὲ τῷ καθεύδειν τοὺς ἀνθρώπους ἦλθεν αὐτοῦ ἐχθρὸς καὶ ⸀ἐπέσπειρενζιζάνια ἀνὰ μέσον τοῦ σίτου καὶ ἀπῆλθεν. 26 ὅτε δὲ ἐβλάστησεν χόρτος καὶ καρπὸν ἐποίησεν, τότε ἐφάνη καὶ τὰ ζιζάνια. 27 προσελθόντες δὲ οἱ δοῦλοι τοῦ οἰκοδεσπότου εἶπον αὐτῷ· Κύριε, οὐχὶ καλὸν σπέρμαἔσπειραςἐν τῷ σῷ ἀγρῷ; πόθεν οὖν ἔχει ζιζάνια; 28  δὲ ἔφη αὐτοῖς· Ἐχθρὸς ἄνθρωπος τοῦτο ἐποίησεν. οἱ δὲδοῦλοι αὐτῷ λέγουσιν§· Θέλεις οὖν ἀπελθόντεςσυλλέξωμεν*αὐτά; 29  δέφησιν Οὔ, μήποτε συλλέγοντες τὰ ζιζάνια ἐκριζώσητε ἅμα αὐτοῖς τὸν σῖτον· 30 ἄφετε συναυξάνεσθαι ἀμφότεραμέχριτοῦ θερισμοῦ· καὶ ἐν καιρῷ τοῦ θερισμοῦ ἐρῶ τοῖς θερισταῖς· Συλλέξατε πρῶτον τὰ ζιζάνια καὶ δήσατε αὐτὰ εἰς δέσμας πρὸς τὸ κατακαῦσαι αὐτά, τὸν δὲ σῖτονσυναγάγετε§εἰς τὴν ἀποθήκην μου.
31 Ἄλλην παραβολὴν παρέθηκεν αὐτοῖς λέγων· Ὁμοία ἐστὶν βασιλεία τῶν οὐρανῶν κόκκῳ σινάπεως, ὃν λαβὼν ἄνθρωπος ἔσπειρεν ἐν τῷ ἀγρῷ αὐτοῦ· 32  μικρότερον μέν ἐστιν πάντων τῶν σπερμάτων, ὅταν δὲ αὐξηθῇ μεῖζον τῶν λαχάνων ἐστὶν καὶ γίνεται δένδρον, ὥστε ἐλθεῖν τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ κατασκηνοῦν ἐν τοῖς κλάδοις αὐτοῦ.
33 Ἄλλην παραβολὴν ἐλάλησεν αὐτοῖς· Ὁμοία ἐστὶν βασιλεία τῶν οὐρανῶν ζύμῃ, ἣν λαβοῦσα γυνὴἐνέκρυψεν*εἰς ἀλεύρου σάτα τρία ἕως οὗ ἐζυμώθη ὅλον.
34 Ταῦτα πάντα ἐλάλησεν Ἰησοῦς ἐν παραβολαῖς τοῖς ὄχλοις, καὶ χωρὶς παραβολῆςοὐδὲνἐλάλει αὐτοῖς· 35 ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ τοῦ προφήτου λέγοντος· Ἀνοίξω ἐν παραβολαῖς τὸ στόμα μου, ἐρεύξομαι κεκρυμμένα ἀπὸκαταβολῆς
36 Τότε ἀφεὶς τοὺς ὄχλους ἦλθεν εἰς τὴνοἰκίαν§ καὶ προσῆλθον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ λέγοντες· ⸀Διασάφησον*ἡμῖν τὴν παραβολὴν τῶν ζιζανίων τοῦ ἀγροῦ. 37  δὲ ἀποκριθεὶςεἶπεν σπείρων τὸ καλὸν σπέρμα ἐστὶν υἱὸς τοῦ ἀνθρώπου· 38  δὲ ἀγρός ἐστιν κόσμος· τὸ δὲ καλὸν σπέρμα, οὗτοί εἰσιν οἱ υἱοὶ τῆς βασιλείας· τὰ δὲ ζιζάνιά εἰσιν οἱ υἱοὶ τοῦ πονηροῦ, 39  δὲ ἐχθρὸς σπείρας αὐτά ἐστιν διάβολος· δὲ θερισμὸς συντέλειααἰῶνόςἐστιν, οἱ δὲ θερισταὶ ἄγγελοί εἰσιν. 40 ὥσπερ οὖν συλλέγεται τὰ ζιζάνια καὶ πυρὶκαίεται§ οὕτως ἔσται ἐν τῇ συντελείᾳ τοῦαἰῶνος* 41 ἀποστελεῖ υἱὸς τοῦ ἀνθρώπου τοὺς ἀγγέλους αὐτοῦ, καὶ συλλέξουσιν ἐκ τῆς βασιλείας αὐτοῦ πάντα τὰ σκάνδαλα καὶ τοὺς ποιοῦντας τὴν ἀνομίαν, 42 καὶ βαλοῦσιν αὐτοὺς εἰς τὴν κάμινον τοῦ πυρός· ἐκεῖ ἔσται κλαυθμὸς καὶ βρυγμὸς τῶν ὀδόντων. 43 Τότε οἱ δίκαιοι ἐκλάμψουσιν ὡς ἥλιος ἐν τῇ βασιλείᾳ τοῦ πατρὸς αὐτῶν. ἔχωνὦταἀκουέτω.
44 Ὁμοίαἐστὶν βασιλεία τῶν οὐρανῶν θησαυρῷ κεκρυμμένῳ ἐν τῷ ἀγρῷ, ὃν εὑρὼν ἄνθρωπος ἔκρυψεν, καὶ ἀπὸ τῆς χαρᾶς αὐτοῦ ὑπάγει καὶπωλεῖ πάντα ὅσα ἔχει§ καὶ ἀγοράζει τὸν ἀγρὸν ἐκεῖνον.
45 Πάλιν ὁμοία ἐστὶν βασιλεία τῶν οὐρανῶνἀνθρώπῳ*ἐμπόρῳ ζητοῦντι καλοὺς μαργαρίτας· 46 εὑρὼν δὲ ἕνα πολύτιμον μαργαρίτην ἀπελθὼν πέπρακεν πάντα ὅσα εἶχεν καὶ ἠγόρασεν αὐτόν.
47 Πάλιν ὁμοία ἐστὶν βασιλεία τῶν οὐρανῶν σαγήνῃ βληθείσῃ εἰς τὴν θάλασσαν καὶ ἐκ παντὸς γένους συναγαγούσῃ· 48 ἣν ὅτε ἐπληρώθη ἀναβιβάσαντες ἐπὶ τὸν αἰγιαλὸν καὶ καθίσαντες συνέλεξαν τὰ καλὰ εἰς ⸀ἄγγη τὰ δὲ σαπρὰ ἔξω ἔβαλον. 49 οὕτως ἔσται ἐν τῇ συντελείᾳ τοῦ αἰῶνος· ἐξελεύσονται οἱ ἄγγελοι καὶ ἀφοριοῦσιν τοὺς πονηροὺς ἐκ μέσου τῶν δικαίων 50 καὶ βαλοῦσιν αὐτοὺς εἰς τὴν κάμινον τοῦ πυρός· ἐκεῖ ἔσται κλαυθμὸς καὶ βρυγμὸς τῶν ὀδόντων.
51 Συνήκατε§ταῦτα πάντα; λέγουσιν αὐτῷ· ⸀Ναί* 52  δὲ εἶπεν αὐτοῖς· Διὰ τοῦτο πᾶς γραμματεὺς μαθητευθεὶςτῇ βασιλείᾳ τῶν οὐρανῶν ὅμοιός ἐστιν ἀνθρώπῳ οἰκοδεσπότῃ ὅστις ἐκβάλλει ἐκ τοῦ θησαυροῦ αὐτοῦ καινὰ καὶ παλαιά. 53 καὶ ἐγένετο ὅτε ἐτέλεσεν Ἰησοῦς τὰς παραβολὰς ταύτας, μετῆρεν ἐκεῖθεν.
54 καὶ ἐλθὼν εἰς τὴν πατρίδα αὐτοῦ ἐδίδασκεν αὐτοὺς ἐν τῇ συναγωγῇ αὐτῶν, ὥστε ἐκπλήσσεσθαι αὐτοὺς καὶ λέγειν· Πόθεν τούτῳ σοφία αὕτη καὶ αἱ δυνάμεις; 55 οὐχοὗτός ἐστιν τοῦ τέκτονος υἱός; ⸀οὐχ μήτηρ αὐτοῦ λέγεται Μαριὰμ καὶ οἱ ἀδελφοὶ αὐτοῦ Ἰάκωβος καὶἸωσὴφ§καὶ Σίμων καὶ Ἰούδας; 56 καὶ αἱ ἀδελφαὶ αὐτοῦ οὐχὶ πᾶσαι πρὸς ἡμᾶς εἰσιν; πόθεν οὖν τούτῳ ταῦτα πάντα; 57 καὶ ἐσκανδαλίζοντο ἐν αὐτῷ. δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· Οὐκ ἔστιν προφήτης ἄτιμος εἰ μὴ ἐν τῇπατρίδι*καὶ ἐν τῇ οἰκίᾳ αὐτοῦ. 58 καὶ οὐκ ἐποίησεν ἐκεῖ δυνάμεις πολλὰς διὰ τὴν ἀπιστίαν αὐτῶν.
* 13:1 Ἐν WH Treg NA28 ] + δὲ RP 13:1 τῆς WH Treg NA28 ] ἀπὸ τῆς RP 13:2 εἰς WH Treg NA28 ] + τὸ RP § 13:4 ἐλθόντα τὰ πετεινὰ WH NA28 ] ἦλθεν τὰ πετεινὰ καὶ RP; ἦλθον τὰ πετεινὰ καὶ Treg * 13:7 ἔπνιξαν NA28 ] ἀπέπνιξαν WH Treg RP 13:9 ὦτα WH NA28 ] + ἀκούειν Treg RP 13:11 αὐτοῖς Treg RP NA28 ] – WH NIV § 13:16 ἀκούουσιν WH Treg NA28 ] ἀκούει RP * 13:18 σπείραντος WH Treg NA28 ] σπείροντος RP 13:22 τούτου RP ] – WH Treg NA28 13:23 καλὴν γῆν WH Treg NA28 ] γῆν τὴν καλὴν RP § 13:23 συνιείς WH Treg NA28 ] συνιών RP * 13:24 σπείραντι WH Treg NA28 ] σπείροντι RP 13:25 ἐπέσπειρεν WH Treg NA28 ] ἔσπειρεν RP 13:27 ἔσπειρας WH NA28 RP ] ἔσπειρες Treg § 13:28 δοῦλοι αὐτῷ λέγουσιν Treg ] αὐτῷ λέγουσιν WH; δοῦλοι λέγουσιν αὐτῷ NA28; δοῦλοι εἶπον αὐτῷ RP * 13:28 συλλέξωμεν WH Treg NA28 ] συλλέξομεν RP 13:29 φησιν WH Treg NA28 ] ἔφη RP 13:30 μέχρι RP ] ἕως WH Treg NA28 § 13:30 συναγάγετε NA28 RP ] συνάγετε WH Treg * 13:33 ἐνέκρυψεν WH Treg NA28 ] ἔκρυψεν RP 13:34 οὐδὲν WH Treg NA28 ] οὐκ RP 13:35 καταβολῆς WH Treg ] + κόσμου NA28 RP § 13:36 οἰκίαν WH Treg NA28 ] + ὁ Ἰησοῦς RP * 13:36 Διασάφησον WH Treg NA28 ] Φράσον RP 13:37 εἶπεν WH Treg NA28 ] + αὐτοῖς RP 13:39 αἰῶνός WH Treg NA28 ] τοῦ αἰῶνός RP § 13:40 καίεται Treg RP ] κατακαίεται WH NA28 * 13:40 αἰῶνος WH Treg NA28 ] + τούτου RP 13:43 ὦτα WH NA28 ] + ἀκούειν Treg RP 13:44 Ὁμοία WH Treg NA28 ] Πάλιν ὁμοία RP § 13:44 πωλεῖ πάντα ὅσα ἔχει Treg NA28 ] πωλεῖ ὅσα ἔχει WH; πάντα ὅσα ἔχει πωλεῖ RP * 13:45 ἀνθρώπῳ Treg NA28 RP ] – WH 13:46 εὑρὼν δὲ WH Treg NA28 ] ὃς εὑρὼν RP 13:48 ἄγγη WH Treg NA28 ] ἀγγεῖα RP § 13:51 Συνήκατε WH Treg NA28 ] Λέγει αὐτοῖς ὁ Ἰησοῦς Συνήκατε NIV RP * 13:51 Ναί WH Treg NA28 ] + κύριε RP 13:52 τῇ βασιλείᾳ WH Treg NA28 ] εἰς τὴν βασιλείαν RP 13:55 οὐχ WH Treg NA28 ] Οὐχί RP § 13:55 Ἰωσὴφ WH Treg NA28 ] Ἰωσῆς RP * 13:57 πατρίδι WH Treg NA28 ] + αὐτοῦ RP