19
Καὶ ἐγένετο ὅτε ἐτέλεσεν Ἰησοῦς τοὺς λόγους τούτους, μετῆρεν ἀπὸ τῆς Γαλιλαίας καὶ ἦλθεν εἰς τὰ ὅρια τῆς Ἰουδαίας πέραν τοῦ Ἰορδάνου. καὶ ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοί, καὶ ἐθεράπευσεν αὐτοὺς ἐκεῖ.
Καὶ προσῆλθοναὐτῷ*Φαρισαῖοι πειράζοντες αὐτὸν καὶλέγοντες Εἰ ἔξεστινἀνθρώπῳἀπολῦσαι τὴν γυναῖκα αὐτοῦ κατὰ πᾶσαν αἰτίαν; δὲ ἀποκριθεὶςεἶπεν§ Οὐκ ἀνέγνωτε ὅτι ⸀κτίσας*ἀπʼ ἀρχῆς ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτοὺς καὶ εἶπεν· ⸀Ἕνεκατούτου καταλείψει ἄνθρωπος τὸν πατέρα καὶ τὴν μητέρα καὶκολληθήσεταιτῇ γυναικὶ αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν; ὥστε οὐκέτι εἰσὶν δύο ἀλλὰ σὰρξ μία. οὖν θεὸς συνέζευξεν ἄνθρωπος μὴ χωριζέτω. λέγουσιν αὐτῷ· Τί οὖν Μωϋσῆς ἐνετείλατο δοῦναι βιβλίον ἀποστασίου καὶ ἀπολῦσαιαὐτήν§ λέγει αὐτοῖς ὅτι Μωϋσῆς πρὸς τὴν σκληροκαρδίαν ὑμῶν ἐπέτρεψεν ὑμῖν ἀπολῦσαι τὰς γυναῖκας ὑμῶν, ἀπʼ ἀρχῆς δὲ οὐ γέγονεν οὕτως. λέγω δὲ ὑμῖνὅτι*ὃς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ μὴ ἐπὶ πορνείᾳ καὶ γαμήσῃ ἄλλην μοιχᾶταικαὶ ἀπολελυμένην γαμήσας μοιχᾶται.
10 Λέγουσιν αὐτῷ οἱμαθηταί Εἰ οὕτως ἐστὶν αἰτία τοῦ ἀνθρώπου μετὰ τῆς γυναικός, οὐ συμφέρει γαμῆσαι. 11  δὲ εἶπεν αὐτοῖς· Οὐ πάντες χωροῦσι τὸν λόγοντοῦτον§ἀλλʼ οἷς δέδοται. 12 εἰσὶν γὰρ εὐνοῦχοι οἵτινες ἐκ κοιλίας μητρὸς ἐγεννήθησαν οὕτως, καὶ εἰσὶν εὐνοῦχοι οἵτινες εὐνουχίσθησαν ὑπὸ τῶν ἀνθρώπων, καὶ εἰσὶν εὐνοῦχοι οἵτινες εὐνούχισαν ἑαυτοὺς διὰ τὴν βασιλείαν τῶν οὐρανῶν. δυνάμενος χωρεῖν χωρείτω.
13 Τότε ⸀προσηνέχθησαν*αὐτῷ παιδία ἵνα τὰς χεῖρας ἐπιθῇ αὐτοῖς καὶ προσεύξηται· οἱ δὲ μαθηταὶ ἐπετίμησαν αὐτοῖς. 14  δὲ Ἰησοῦς εἶπεν· Ἄφετε τὰ παιδία καὶ μὴ κωλύετε αὐτὰ ἐλθεῖν πρός με, τῶν γὰρ τοιούτων ἐστὶν βασιλεία τῶν οὐρανῶν. 15 καὶ ἐπιθεὶςτὰς χεῖρας αὐτοῖς ἐπορεύθη ἐκεῖθεν.
16 Καὶ ἰδοὺ εἷς προσελθὼναὐτῷ εἶπεν· ⸀Διδάσκαλε§ τί ἀγαθὸν ποιήσω ἵνασχῶ*ζωὴν αἰώνιον; 17  δὲ εἶπεν αὐτῷ· Τί με ⸂ἐρωτᾷς περὶ τοῦ ἀγαθοῦ; εἷς ἐστιν ἀγαθός· εἰ δὲ θέλειςεἰς τὴν ζωὴν εἰσελθεῖν, ⸀τήρησον§τὰς ἐντολάς. 18 λέγει αὐτῷ· Ποίας; δὲ Ἰησοῦςεἶπεν* Τὸ Οὐ φονεύσεις, Οὐ μοιχεύσεις, Οὐ κλέψεις, Οὐ ψευδομαρτυρήσεις, 19 Τίμα τὸν πατέρα καὶ τὴν μητέρα, καὶ Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν. 20 λέγει αὐτῷ νεανίσκος· ⸂Πάντα ταῦταἐφύλαξα τί ἔτι ὑστερῶ; 21 ἔφη αὐτῷ Ἰησοῦς· Εἰ θέλεις τέλειος εἶναι, ὕπαγε πώλησόν σου τὰ ὑπάρχοντα καὶδὸς§πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐνοὐρανοῖς* καὶ δεῦρο ἀκολούθει μοι. 22 ἀκούσας δὲ νεανίσκος τὸνλόγονἀπῆλθεν λυπούμενος, ἦν γὰρ ἔχων κτήματα πολλά.
23  δὲ Ἰησοῦς εἶπεν τοῖς μαθηταῖς αὐτοῦ· Ἀμὴν λέγω ὑμῖν ὅτιπλούσιος δυσκόλως εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν· 24 πάλιν δὲ λέγω ὑμῖν, εὐκοπώτερόν ἐστιν κάμηλον διὰτρυπήματος§ῥαφίδοςεἰσελθεῖν* πλούσιονεἰς τὴν βασιλείαν τοῦ θεοῦ. 25 ἀκούσαντες δὲ οἱμαθηταὶἐξεπλήσσοντο σφόδρα λέγοντες· Τίς ἄρα δύναται σωθῆναι; 26 ἐμβλέψας δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· Παρὰ ἀνθρώποις τοῦτο ἀδύνατόν ἐστιν, παρὰ δὲ θεῷ πάντα δυνατά.
27 Τότε ἀποκριθεὶς Πέτρος εἶπεν αὐτῷ· Ἰδοὺ ἡμεῖς ἀφήκαμεν πάντα καὶ ἠκολουθήσαμέν σοι· τί ἄρα ἔσται ἡμῖν; 28  δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· Ἀμὴν λέγω ὑμῖν ὅτι ὑμεῖς οἱ ἀκολουθήσαντές μοι ἐν τῇ παλιγγενεσίᾳ, ὅταν καθίσῃ υἱὸς τοῦ ἀνθρώπου ἐπὶ θρόνου δόξης αὐτοῦ, ⸀καθήσεσθε§καὶὑμεῖς*ἐπὶ δώδεκα θρόνους κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ. 29 καὶ πᾶςὅστιςἀφῆκενοἰκίας ἀδελφοὺς ἀδελφὰς πατέρα μητέρα γυναῖκα § τέκνα ἀγροὺς*ἕνεκεν τοῦὀνόματός μου, ⸀ἑκατονταπλασίοναλήμψεται καὶ ζωὴν αἰώνιον κληρονομήσει. 30 πολλοὶ δὲ ἔσονται πρῶτοι ἔσχατοι καὶ ἔσχατοι πρῶτοι.
* 19:3 αὐτῷ WH Treg NA28 ] + οἱ RP 19:3 λέγοντες WH Treg NA28 ] + αὐτῷ RP 19:3 ἀνθρώπῳ Treg NA28 RP ] – WH § 19:4 εἶπεν WH Treg NA28 ] + αὐτοῖς RP * 19:4 κτίσας WH Treg NA28 ] ποιήσας RP 19:5 Ἕνεκα WH Treg NA28 ] Ἕνεκεν RP 19:5 κολληθήσεται WH Treg NA28 ] προσκολληθήσεται RP § 19:7 αὐτήν NA28 RP ] – WH Treg * 19:9 ὅτι WH NA28 RP ] – Treg 19:9 καὶ ὁ ἀπολελυμένην γαμήσας μοιχᾶται Treg RP ] – WH NA28 19:10 μαθηταί WH NIV ] + αὐτοῦ Treg RP NA28 § 19:11 τοῦτον Treg NA28 RP ] – WH * 19:13 προσηνέχθησαν WH Treg NA28 ] προσηνέχθη RP 19:15 τὰς χεῖρας αὐτοῖς WH Treg NA28 ] αὐτοῖς τὰς χεῖρας RP 19:16 αὐτῷ εἶπεν WH Treg NA28 ] εἶπεν αὐτῷ RP § 19:16 Διδάσκαλε WH Treg NA28 ] + ἀγαθέ RP * 19:16 σχῶ WH Treg NA28 ] ἔχω RP 19:17 ἐρωτᾷς περὶ τοῦ ἀγαθοῦ; εἷς ἐστιν ὁ ἀγαθός WH Treg NA28 ] λέγεις ἀγαθόν; Οὐδεὶς ἀγαθός εἰ μὴ εἷς ὁ θεός RP 19:17 εἰς τὴν ζωὴν εἰσελθεῖν WH Treg NA28 ] εἰσελθεῖν εἰς τὴν ζωήν RP § 19:17 τήρησον NA28 RP ] τήρει WH Treg * 19:18 εἶπεν Treg NA28 RP ] ἔφη WH 19:20 Πάντα ταῦτα NA28 RP ] Ταῦτα πάντα WH Treg 19:20 ἐφύλαξα WH Treg NA28 ] ἐφυλαξάμην ἐκ νεότητός μου RP § 19:21 δὸς RP ] + τοῖς WH Treg NA28 * 19:21 οὐρανοῖς WH Treg NA28 ] οὐρανῷ RP 19:22 λόγον Treg NA28 RP ] + τοῦτον WH 19:23 πλούσιος δυσκόλως WH Treg NA28 ] δυσκόλως πλούσιος RP § 19:24 τρυπήματος Treg NA28 RP ] τρήματος WH * 19:24 εἰσελθεῖν WH Treg ] διελθεῖν NA28 RP 19:24 εἰς τὴν βασιλείαν τοῦ θεοῦ WH ] εἰσελθεῖν εἰς … τοῦ θεοῦ NA28; εἰς … τοῦ θεοῦ εἰσελθεῖν RP; εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν Treg 19:25 μαθηταὶ WH Treg NA28 ] + αὐτοῦ RP § 19:28 καθήσεσθε WH NA28 ] καθίσεσθε Treg RP * 19:28 ὑμεῖς WH NA28 RP ] αὐτοὶ Treg 19:29 ὅστις WH Treg NA28 ] ὅς RP 19:29 οἰκίας ἢ WH NA28 RP ] – Treg § 19:29 γυναῖκα ἢ RP ] – WH Treg NA28 * 19:29 ἀγροὺς WH NA28 RP ] + ἢ οἰκίας Treg 19:29 ὀνόματός μου Treg NA28 RP ] ἐμοῦ ὀνόματος WH 19:29 ἑκατονταπλασίονα NA28 RP ] πολλαπλασίονα WH Treg