3
Ἐν δὲ ταῖς ἡμέραις ἐκείναις παραγίνεται Ἰωάννης βαπτιστὴς κηρύσσων ἐν τῇ ἐρήμῳ τῆς Ἰουδαίας καὶ*λέγων· Μετανοεῖτε, ἤγγικεν γὰρ βασιλεία τῶν οὐρανῶν. οὗτος γάρ ἐστιν ῥηθεὶςδιὰἨσαΐου τοῦ προφήτου λέγοντος· Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ· Ἑτοιμάσατε τὴν ὁδὸν κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ. αὐτὸς δὲ Ἰωάννης εἶχεν τὸ ἔνδυμα αὐτοῦ ἀπὸ τριχῶν καμήλου καὶ ζώνην δερματίνην περὶ τὴν ὀσφὺν αὐτοῦ, δὲ τροφὴἦν αὐτοῦ ἀκρίδες καὶ μέλι ἄγριον. τότε ἐξεπορεύετο πρὸς αὐτὸν Ἱεροσόλυμα καὶ πᾶσα Ἰουδαία καὶ πᾶσα περίχωρος τοῦ Ἰορδάνου, καὶ ἐβαπτίζοντο ἐν τῷ Ἰορδάνῃποταμῷ§ὑπʼ αὐτοῦ ἐξομολογούμενοι τὰς ἁμαρτίας αὐτῶν.
Ἰδὼν δὲ πολλοὺς τῶν Φαρισαίων καὶ Σαδδουκαίων ἐρχομένους ἐπὶ τὸ βάπτισμααὐτοῦ*εἶπεν αὐτοῖς· Γεννήματα ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς; ποιήσατε οὖν καρπὸν ἄξιον τῆς μετανοίας καὶ μὴ δόξητε λέγειν ἐν ἑαυτοῖς· Πατέρα ἔχομεν τὸν Ἀβραάμ, λέγω γὰρ ὑμῖν ὅτι δύναται θεὸς ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ Ἀβραάμ. 10 ἤδηδὲ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται· πᾶν οὖν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται.
11 Ἐγὼ μὲνὑμᾶς βαπτίζω ἐν ὕδατι εἰς μετάνοιαν· δὲ ὀπίσω μου ἐρχόμενος ἰσχυρότερός μού ἐστιν, οὗ οὐκ εἰμὶ ἱκανὸς τὰ ὑποδήματα βαστάσαι· αὐτὸς ὑμᾶς βαπτίσει ἐν πνεύματι ἁγίῳκαὶ πυρί§· 12 οὗ τὸ πτύον ἐν τῇ χειρὶ αὐτοῦ, καὶ διακαθαριεῖ τὴν ἅλωνα αὐτοῦ καὶ συνάξει τὸν σῖτον αὐτοῦ εἰς τὴνἀποθήκην* τὸ δὲ ἄχυρον κατακαύσει πυρὶ ἀσβέστῳ.
13 Τότε παραγίνεται Ἰησοῦς ἀπὸ τῆς Γαλιλαίας ἐπὶ τὸν Ἰορδάνην πρὸς τὸν Ἰωάννην τοῦ βαπτισθῆναι ὑπʼ αὐτοῦ. 14  δὲἸωάννηςδιεκώλυεν αὐτὸν λέγων· Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι, καὶ σὺ ἔρχῃ πρός με; 15 ἀποκριθεὶς δὲ Ἰησοῦς εἶπενπρὸς αὐτόν· Ἄφες ἄρτι, οὕτως γὰρ πρέπον ἐστὶν ἡμῖν πληρῶσαι πᾶσαν δικαιοσύνην. τότε ἀφίησιν αὐτόν. 16 βαπτισθεὶς δὲ§ Ἰησοῦςεὐθὺς ἀνέβη* ἀπὸ τοῦ ὕδατος· καὶ ἰδοὺἠνεῴχθησανοἱ οὐρανοί, καὶ εἶδενπνεῦμαθεοῦ καταβαῖνον ὡσεὶπεριστερὰν ἐρχόμενον ἐπʼ αὐτόν·§ 17 καὶ ἰδοὺ φωνὴ ἐκ τῶν οὐρανῶν λέγουσα· Οὗτός ἐστιν υἱός μου ἀγαπητός, ἐν εὐδόκησα.
* 3:2 καὶ Treg NA28 RP ] – WH 3:3 διὰ WH Treg NA28 ] ὑπὸ RP 3:4 ἦν αὐτοῦ WH Treg NA28 ] αὐτοῦ ἦν RP § 3:6 ποταμῷ WH Treg NA28 ] – RP * 3:7 αὐτοῦ Treg NA28 RP ] – WH 3:10 δὲ WH Treg NA28 ] + καὶ RP 3:11 ὑμᾶς βαπτίζω WH Treg NA28 ] βαπτίζω ὑμᾶς RP § 3:11 καὶ πυρί WH Treg NA28 ] – RP * 3:12 ἀποθήκην WH NA28 RP ] + αὐτοῦ Treg 3:14 Ἰωάννης Treg NA28 RP ] – WH 3:15 πρὸς αὐτόν Treg NA28 RP ] αὐτῷ WH § 3:16 βαπτισθεὶς δὲ WH Treg NA28 ] Καὶ βαπτισθεὶς RP * 3:16 εὐθὺς ἀνέβη WH Treg NA28 ] ἀνέβη εὐθὺς RP 3:16 ἠνεῴχθησαν WH NIV ] + αὐτῷ Treg RP NA28 3:16 πνεῦμα WH ] τὸ πνεῦμα τοῦ Treg NA28 RP § 3:16 περιστερὰν WH ] + καὶ Treg NA28 RP