ΠΕΤΡΟΥ Α
1
Πέτρος ἀπόστολος Ἰησοῦ Χριστοῦ ἐκλεκτοῖς παρεπιδήμοις διασπορᾶς Πόντου, Γαλατίας, Καππαδοκίας, Ἀσίας, καὶ Βιθυνίας, κατὰ πρόγνωσιν θεοῦ πατρός, ἐν ἁγιασμῷ πνεύματος, εἰς ὑπακοὴν καὶ ῥαντισμὸν αἵματος Ἰησοῦ Χριστοῦ· χάρις ὑμῖν καὶ εἰρήνη πληθυνθείη.
Εὐλογητὸς θεὸς καὶ πατὴρ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, κατὰ τὸ πολὺ αὐτοῦ ἔλεος ἀναγεννήσας ἡμᾶς εἰς ἐλπίδα ζῶσαν διʼ ἀναστάσεως Ἰησοῦ Χριστοῦ ἐκ νεκρῶν, εἰς κληρονομίαν ἄφθαρτον καὶ ἀμίαντον καὶ ἀμάραντον, τετηρημένην ἐν οὐρανοῖς εἰς ὑμᾶς τοὺς ἐν δυνάμει θεοῦ φρουρουμένους διὰ πίστεως εἰς σωτηρίαν ἑτοίμην ἀποκαλυφθῆναι ἐν καιρῷ ἐσχάτῳ. ἐν ἀγαλλιᾶσθε, ὀλίγον ἄρτι εἰδέον*λυπηθέντεςἐν ποικίλοις πειρασμοῖς, ἵνα τὸ δοκίμιον ὑμῶν τῆς πίστεως ⸀πολυτιμότερονχρυσίου τοῦ ἀπολλυμένου διὰ πυρὸς δὲ δοκιμαζομένου εὑρεθῇ εἰς ἔπαινον καὶδόξαν καὶ τιμὴν§ ἐν ἀποκαλύψει Ἰησοῦ Χριστοῦ. ὃν οὐκἰδόντες*ἀγαπᾶτε, εἰς ὃν ἄρτι μὴ ὁρῶντες πιστεύοντες δὲἀγαλλιᾶσθεχαρᾷ ἀνεκλαλήτῳ καὶ δεδοξασμένῃ, κομιζόμενοι τὸ τέλος τῆς πίστεωςὑμῶνσωτηρίαν ψυχῶν.
10 Περὶ ἧς σωτηρίας ἐξεζήτησαν καὶ ἐξηραύνησαν προφῆται οἱ περὶ τῆς εἰς ὑμᾶς χάριτος προφητεύσαντες, 11 ἐραυνῶντες εἰς τίνα ποῖον καιρὸν ἐδήλου τὸ ἐν αὐτοῖς πνεῦμα Χριστοῦ προμαρτυρόμενον τὰ εἰς Χριστὸν παθήματα καὶ τὰς μετὰ ταῦτα δόξας· 12 οἷς ἀπεκαλύφθη ὅτι οὐχ ἑαυτοῖς ὑμῖν δὲ διηκόνουν αὐτά, νῦν ἀνηγγέλη ὑμῖν διὰ τῶν εὐαγγελισαμένωνὑμᾶς§πνεύματι ἁγίῳ ἀποσταλέντι ἀπʼ οὐρανοῦ, εἰς ἐπιθυμοῦσιν ἄγγελοι παρακύψαι.
13 Διὸ ἀναζωσάμενοι τὰς ὀσφύας τῆς διανοίας ὑμῶν, νήφοντες τελείως, ἐλπίσατε ἐπὶ τὴν φερομένην ὑμῖν χάριν ἐν ἀποκαλύψει Ἰησοῦ Χριστοῦ. 14 ὡς τέκνα ὑπακοῆς, μὴ συσχηματιζόμενοι ταῖς πρότερον ἐν τῇ ἀγνοίᾳ ὑμῶν ἐπιθυμίαις, 15 ἀλλὰ κατὰ τὸν καλέσαντα ὑμᾶς ἅγιον καὶ αὐτοὶ ἅγιοι ἐν πάσῃ ἀναστροφῇ γενήθητε, 16 διότι γέγραπταιὅτι*Ἅγιοιἔσεσθε ὅτι ἐγὼἅγιος
17 Καὶ εἰ πατέρα ἐπικαλεῖσθε τὸν ἀπροσωπολήμπτως κρίνοντα κατὰ τὸ ἑκάστου ἔργον, ἐν φόβῳ τὸν τῆς παροικίας ὑμῶν χρόνον ἀναστράφητε· 18 εἰδότες ὅτι οὐ φθαρτοῖς, ἀργυρίῳ χρυσίῳ, ἐλυτρώθητε ἐκ τῆς ματαίας ὑμῶν ἀναστροφῆς πατροπαραδότου, 19 ἀλλὰ τιμίῳ αἵματι ὡς ἀμνοῦ ἀμώμου καὶ ἀσπίλου Χριστοῦ, 20 προεγνωσμένου μὲν πρὸ καταβολῆς κόσμου, φανερωθέντος δὲ ἐπʼἐσχάτου§τῶν χρόνων διʼ ὑμᾶς 21 τοὺς διʼ αὐτοῦπιστοὺς*εἰς θεὸν τὸν ἐγείραντα αὐτὸν ἐκ νεκρῶν καὶ δόξαν αὐτῷ δόντα, ὥστε τὴν πίστιν ὑμῶν καὶ ἐλπίδα εἶναι εἰς θεόν.
22 Τὰς ψυχὰς ὑμῶν ἡγνικότες ἐν τῇ ὑπακοῇ τῆςἀληθείαςεἰς φιλαδελφίαν ἀνυπόκριτονἐκκαρδίας ἀλλήλους ἀγαπήσατε ἐκτενῶς, 23 ἀναγεγεννημένοι οὐκ ἐκ σπορᾶς φθαρτῆς ἀλλὰ ἀφθάρτου, διὰ λόγου ζῶντος θεοῦ καὶμένοντος§ 24 διότι πᾶσα σὰρξ ὡς χόρτος, καὶ πᾶσα δόξααὐτῆς*ὡς ἄνθοςχόρτου· ἐξηράνθη χόρτος, καὶ τὸἄνθος ἐξέπεσεν· 25 τὸ δὲ ῥῆμα κυρίου μένει εἰς τὸν αἰῶνα. τοῦτο δέ ἐστιν τὸ ῥῆμα τὸ εὐαγγελισθὲν εἰς ὑμᾶς.
* 1:6 δέον WH Treg ] + ἐστίν NA28 RP 1:6 λυπηθέντες WH Treg NA27 RP ] λυπηθέντας NA28 1:7 πολυτιμότερον WH Treg NA28 ] πολὺ τιμιώτερον RP § 1:7 δόξαν καὶ τιμὴν WH Treg NA28 ] τιμὴν καὶ εἰς δόξαν RP * 1:8 ἰδόντες WH Treg NA28 ] εἰδότες RP 1:8 ἀγαλλιᾶσθε Treg NA28 RP ] ἀγαλλιᾶτε WH 1:9 ὑμῶν Treg NA28 RP ] – WH § 1:12 ὑμᾶς WH Treg ] + ἐν NA28 RP * 1:16 ὅτι WH NA27 ] – Treg NA28 RP 1:16 ἔσεσθε WH Treg NA28 ] γίνεσθε RP 1:16 ἅγιος WH Treg NA28 ] + εἰμι NA27 RP § 1:20 ἐσχάτου WH Treg NA28 ] ἐσχάτων RP * 1:21 πιστοὺς WH Treg NA28 ] πιστεύοντας RP 1:22 ἀληθείας WH Treg NA28 ] + διὰ πνεύματος RP 1:22 ἐκ WH Treg NIV ] + καθαρᾶς RP NA28 § 1:23 μένοντος WH Treg NA28 ] + εἰς τὸν αἰῶνα RP * 1:24 αὐτῆς WH Treg NA28 ] ἀνθρώπου RP 1:24 ἄνθος WH Treg NA28 ] + αὐτοῦ RP