5
Πρεσβυτέρουςοὖν*ἐν ὑμῖν παρακαλῶ συμπρεσβύτερος καὶ μάρτυς τῶν τοῦ Χριστοῦ παθημάτων, καὶ τῆς μελλούσης ἀποκαλύπτεσθαι δόξης κοινωνός, ποιμάνατε τὸ ἐν ὑμῖν ποίμνιον τοῦ θεοῦ, ⸀ἐπισκοποῦντεςμὴ ἀναγκαστῶς ἀλλὰ ἑκουσίωςκατὰ θεόν, μηδὲ αἰσχροκερδῶς ἀλλὰ προθύμως, μηδʼ ὡς κατακυριεύοντες τῶν κλήρων ἀλλὰ τύποι γινόμενοι τοῦ ποιμνίου· καὶ φανερωθέντος τοῦ ἀρχιποίμενος κομιεῖσθε τὸν ἀμαράντινον τῆς δόξης στέφανον. ὁμοίως, νεώτεροι, ὑποτάγητε πρεσβυτέροις. πάντες δὲἀλλήλοις§τὴν ταπεινοφροσύνην ἐγκομβώσασθε, ὅτι θεὸς ὑπερηφάνοις ἀντιτάσσεται ταπεινοῖς δὲ δίδωσιν χάριν. Ταπεινώθητε οὖν ὑπὸ τὴν κραταιὰν χεῖρα τοῦ θεοῦ, ἵνα ὑμᾶς ὑψώσῃ ἐν καιρῷ, πᾶσαν τὴν μέριμναν ὑμῶν ἐπιρίψαντες ἐπʼ αὐτόν, ὅτι αὐτῷ μέλει περὶ ὑμῶν. νήψατε, γρηγορήσατε. ἀντίδικος ὑμῶν διάβολος ὡς λέων ὠρυόμενος περιπατεῖ ζητῶντινα*⸀καταπιεῖν ἀντίστητε στερεοὶ τῇ πίστει, εἰδότες τὰ αὐτὰ τῶν παθημάτων τῇ ἐντῷκόσμῳ ὑμῶν ἀδελφότητι ἐπιτελεῖσθαι. 10  δὲ θεὸς πάσης χάριτος, καλέσας ὑμᾶς εἰς τὴν αἰώνιον αὐτοῦ δόξαν ἐνΧριστῷ§ ὀλίγον παθόντας αὐτὸς ⸀καταρτίσει* στηρίξει, σθενώσει, ⸀θεμελιώσει 11 αὐτῷτὸ κράτος εἰς τοὺς αἰῶναςτῶν αἰώνων§· ἀμήν. 12 Διὰ Σιλουανοῦ ὑμῖν τοῦ πιστοῦ ἀδελφοῦ, ὡς λογίζομαι, διʼ ὀλίγων ἔγραψα, παρακαλῶν καὶ ἐπιμαρτυρῶν ταύτην εἶναι ἀληθῆ χάριν τοῦ θεοῦ· εἰς ἣνστῆτε* 13 ἀσπάζεται ὑμᾶς ἐν Βαβυλῶνι συνεκλεκτὴ καὶ Μᾶρκος υἱός μου. 14 ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἀγάπης. εἰρήνη ὑμῖν πᾶσιν τοῖς ἐνΧριστῷ ‘/book’
* 5:1 οὖν WH Treg NA27 ] τοὺς NA28 RP 5:2 ἐπισκοποῦντες Treg NA28 RP ] – WH 5:2 κατὰ θεόν Treg NA28 ] – WH RP § 5:5 ἀλλήλοις WH Treg NA28 ] + ὑποτασσόμενοι RP * 5:8 τινα NA28 ] τίνα RP; – WH Treg 5:8 καταπιεῖν WH Treg NA28 ] καταπίῃ RP 5:9 τῷ WH Treg NA27 ] – NA28 RP § 5:10 Χριστῷ WH NA28 ] + Ἰησοῦ Treg NA27 RP * 5:10 καταρτίσει WH Treg NA28 ] καταρτίσαι ὑμᾶς RP 5:10 θεμελιώσει NA28 RP ] – WH Treg 5:11 αὐτῷ WH Treg NA28 ] + ἡ δόξα καὶ RP § 5:11 τῶν αἰώνων Treg NIV RP ] – WH NA28 * 5:12 στῆτε WH Treg NA28 ] ἑστήκατε RP 5:14 Χριστῷ WH Treg NA28 ] + Ἰησοῦ ἀμήν RP