3
Τὸ λοιπόν, ἀδελφοί μου, χαίρετε ἐν κυρίῳ. τὰ αὐτὰ γράφειν ὑμῖν ἐμοὶ μὲν οὐκ ὀκνηρόν, ὑμῖν δὲ ἀσφαλές.
Βλέπετε τοὺς κύνας, βλέπετε τοὺς κακοὺς ἐργάτας, βλέπετε τὴν κατατομήν. ἡμεῖς γάρ ἐσμεν περιτομή, οἱ πνεύματι θεοῦ λατρεύοντες καὶ καυχώμενοι ἐν Χριστῷ Ἰησοῦ καὶ οὐκ ἐν σαρκὶ πεποιθότες, καίπερ ἐγὼ ἔχων πεποίθησιν καὶ ἐν σαρκί.
Εἴ τις δοκεῖ ἄλλος πεποιθέναι ἐν σαρκί, ἐγὼ μᾶλλον· περιτομῇ ὀκταήμερος, ἐκ γένους Ἰσραήλ, φυλῆς Βενιαμίν, Ἑβραῖος ἐξ Ἑβραίων, κατὰ νόμον Φαρισαῖος, κατὰζῆλος*διώκων τὴν ἐκκλησίαν, κατὰ δικαιοσύνην τὴν ἐν νόμῳ γενόμενος ἄμεμπτος.
Ἀλλὰ ἅτινα ἦν μοι κέρδη, ταῦτα ἥγημαι διὰ τὸν Χριστὸν ζημίαν. ἀλλὰμενοῦνγεκαὶ ἡγοῦμαι πάντα ζημίαν εἶναι διὰ τὸ ὑπερέχον τῆς γνώσεως Χριστοῦ Ἰησοῦ τοῦ κυρίου μου διʼ ὃν τὰ πάντα ἐζημιώθην, καὶ ἡγοῦμαισκύβαλαἵνα Χριστὸν κερδήσω καὶ εὑρεθῶ ἐν αὐτῷ, μὴ ἔχων ἐμὴν δικαιοσύνην τὴν ἐκ νόμου ἀλλὰ τὴν διὰ πίστεως Χριστοῦ, τὴν ἐκ θεοῦ δικαιοσύνην ἐπὶ τῇ πίστει, 10 τοῦ γνῶναι αὐτὸν καὶ τὴν δύναμιν τῆς ἀναστάσεως αὐτοῦ καὶκοινωνίαν§παθημάτων αὐτοῦ, ⸀συμμορφιζόμενος*τῷ θανάτῳ αὐτοῦ, 11 εἴ πως καταντήσω εἰς τὴν ἐξανάστασιντὴν ἐκ νεκρῶν.
12 Οὐχ ὅτι ἤδη ἔλαβον ἤδη τετελείωμαι, διώκω δὲ εἰ καὶ καταλάβω, ἐφʼ καὶ κατελήμφθην ὑπὸΧριστοῦ 13 ἀδελφοί, ἐγὼ ἐμαυτὸνοὐ§λογίζομαι κατειληφέναι· ἓν δέ, τὰ μὲν ὀπίσω ἐπιλανθανόμενος τοῖς δὲ ἔμπροσθεν ἐπεκτεινόμενος, 14 κατὰ σκοπὸν διώκωεἰς*τὸ βραβεῖον τῆς ἄνω κλήσεως τοῦ θεοῦ ἐν Χριστῷ Ἰησοῦ. 15 ὅσοι οὖν τέλειοι, τοῦτο φρονῶμεν· καὶ εἴ τι ἑτέρως φρονεῖτε, καὶ τοῦτο θεὸς ὑμῖν ἀποκαλύψει· 16 πλὴν εἰς ἐφθάσαμεν, τῷ αὐτῷστοιχεῖν
17 Συμμιμηταί μου γίνεσθε, ἀδελφοί, καὶ σκοπεῖτε τοὺς οὕτω περιπατοῦντας καθὼς ἔχετε τύπον ἡμᾶς· 18 πολλοὶ γὰρ περιπατοῦσιν οὓς πολλάκις ἔλεγον ὑμῖν, νῦν δὲ καὶ κλαίων λέγω, τοὺς ἐχθροὺς τοῦ σταυροῦ τοῦ Χριστοῦ, 19 ὧν τὸ τέλος ἀπώλεια, ὧν θεὸς κοιλία καὶ δόξα ἐν τῇ αἰσχύνῃ αὐτῶν, οἱ τὰ ἐπίγεια φρονοῦντες. 20 ἡμῶν γὰρ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει, ἐξ οὗ καὶ σωτῆρα ἀπεκδεχόμεθα κύριον Ἰησοῦν Χριστόν, 21 ὃς μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεωςἡμῶνσύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ κατὰ τὴν ἐνέργειαν τοῦ δύνασθαι αὐτὸν καὶ ὑποτάξαιαὑτῷ§τὰ πάντα.
* 3:6 ζῆλος WH Treg NA28 ] ζῆλον RP 3:8 μενοῦνγε WH NA28 ] μέν οὖν Treg RP 3:8 σκύβαλα WH Treg NA28 ] + εἶναι RP § 3:10 κοινωνίαν WH Treg ] τὴν κοινωνίαν τῶν NA28 RP * 3:10 συμμορφιζόμενος WH Treg NA28 ] συμμορφούμενος RP 3:11 τὴν ἐκ WH Treg NA28 ] τῶν RP 3:12 Χριστοῦ Treg ] Χριστοῦ Ἰησοῦ WH NA28; τοῦ Χριστοῦ Ἰησοῦ RP § 3:13 οὐ Treg RP NA28 ] οὔπω WH NIV * 3:14 εἰς WH Treg NA28 ] ἐπὶ RP 3:16 στοιχεῖν WH Treg NA28 ] + κανόνι τὸ ἀυτὸ φρονεῖν RP 3:21 ἡμῶν WH Treg NA28 ] + εἰς τὸ γενέσθαι αὐτὸ RP § 3:21 αὑτῷ WH ] αὐτῷ Treg NA28; ἑαυτῷ RP