14
Ἐγένετο δὲ ἐν Ἰκονίῳ, κατὰ τὸ αὐτὸ εἰσελθεῖν αὐτοὺς εἰς τὴν συναγωγὴν τῶν Ἰουδαίων, καὶ λαλῆσαι οὕτως ὥστε πιστεῦσαι Ἰουδαίων τε καὶ Ἑλλήνων πολὺ πλῆθος. Οἱ δὲ *ἀπειθοῦντεςἸουδαῖοι ἐπήγειραν καὶ ἐκάκωσαν τὰς ψυχὰς τῶν ἐθνῶν κατὰ τῶν ἀδελφῶν. Ἱκανὸν μὲν οὖν χρόνον διέτριψαν παρρησιαζόμενοι ἐπὶ τῷ κυρίῳ τῷ μαρτυροῦντι *τῷ λόγῳ τῆς χάριτος αὐτοῦ, *2 διδόντι σημεῖα καὶ τέρατα γίνεσθαι διὰ τῶν χειρῶν αὐτῶν. Ἐσχίσθη δὲ τὸ πλῆθος τῆς πόλεως· καὶ οἱ μὲν ἦσαν σὺν τοῖς Ἰουδαίοις, οἱ δὲ σὺν τοῖς ἀποστόλοις. Ὡς δὲ ἐγένετο ὁρμὴ τῶν ἐθνῶν τε καὶ Ἰουδαίων σὺν τοῖς ἄρχουσιν αὐτῶν, ὑβρίσαι καὶ λιθοβολῆσαι αὐτούς, συνιδόντες κατέφυγον εἰς τὰς πόλεις τῆς Λυκαονίας, Λύστραν καὶ Δέρβην, καὶ τὴν περίχωρον· κἀκεῖ *ἦσαν εὐαγγελιζόμενοι.⸊
Καί τις ἀνὴρ *ἐν Λύστροις ἀδύνατοςτοῖς ποσὶν ἐκάθητο, χωλὸς ἐκ κοιλίας μητρὸς αὐτοῦ *ὑπάρχων,⸌ ὃς οὐδέποτε *περιπεπατήκει.⸃ Οὗτος *ἤκουσεντοῦ Παύλου λαλοῦντος· ὃς ἀτενίσας αὐτῷ, καὶ ἰδὼν ὅτι *πίστιν ἔχειτοῦ σωθῆναι, 10 εἶπεν μεγάλῃ *τῇφωνῇ, Ἀνάστηθι ἐπὶ τοὺς πόδας σου *ὀρθῶς.⸃ Καὶ ἥλλετο καὶ περιεπάτει. 11 Οἱ *δὲὄχλοι, ἰδόντες ἐποίησεν *Παῦλος, ἐπῆραν τὴν φωνὴν αὐτῶν Λυκαονιστὶ λέγοντες, Οἱ θεοὶ ὁμοιωθέντες ἀνθρώποις κατέβησαν πρὸς ἡμᾶς. 12 Ἐκάλουν τε *τὸν μὲν Βαρνάβαν, Δία· τὸν δὲ Παῦλον, Ἑρμῆν,⸃ ἐπειδὴ αὐτὸς ἦν ἡγούμενος τοῦ λόγου. 13  *δὲἱερεὺς τοῦ Διὸς τοῦ ὄντος πρὸ τῆς πόλεως *αὐτῶν,⸌ ταύρους καὶ στέμματα ἐπὶ τοὺς πυλῶνας ἐνέγκας, σὺν τοῖς ὄχλοις ἤθελεν θύειν. 14 Ἀκούσαντες δὲ οἱ ἀπόστολοι Βαρνάβας καὶ Παῦλος, διαρρήξαντες τὰ ἱμάτια *αὐτῶν,⸃ *2εἰσεπήδησανεἰς τὸν ὄχλον, κράζοντες 15 καὶ λέγοντες, Ἄνδρες, τί ταῦτα ποιεῖτε; Καὶ ἡμεῖς ὁμοιοπαθεῖς *ἐσμεν ὑμῖνἄνθρωποι, εὐαγγελιζόμενοι ὑμᾶς ἀπὸ τούτων τῶν ματαίων ἐπιστρέφειν ἐπὶ *τὸν θεὸν τὸν ζῶντα,⸃ ὃς ἐποίησεν τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς· 16 ὃς ἐν ταῖς παρῳχημέναις γενεαῖς εἴασεν πάντα τὰ ἔθνη πορεύεσθαι ταῖς ὁδοῖς αὐτῶν. 17 *Καίτοιγεοὐκ ἀμάρτυρον *2ἑαυτὸνἀφῆκεν *3ἀγαθοποιῶν,⸃ οὐρανόθεν *4ὑμῖν ὑετοὺς διδοὺς καὶ καιροὺς καρποφόρους, ἐμπιπλῶν τροφῆς καὶ εὐφροσύνης τὰς καρδίας ἡμῶν.⸃ 18 Καὶ ταῦτα λέγοντες, μόλις κατέπαυσαν τοὺς ὄχλους τοῦ μὴ θύειν αὐτοῖς.
19 Ἐπῆλθον δὲ ἀπὸ Ἀντιοχείας καὶ Ἰκονίου Ἰουδαῖοι, καὶ πείσαντες τοὺς ὄχλους, καὶ λιθάσαντες τὸν Παῦλον, ἔσυρον ἔξω τῆς πόλεως, *νομίσαντεςαὐτὸν τεθνάναι. 20 Κυκλωσάντων δὲ *αὐτὸν τῶν μαθητῶν,⸊ ἀναστὰς εἰσῆλθεν εἰς τὴν πόλιν· καὶ τῇ ἐπαύριον ἐξῆλθεν σὺν τῷ Βαρνάβᾳ εἰς Δέρβην. 21 *Εὐαγγελισάμενοίτε τὴν πόλιν ἐκείνην, καὶ μαθητεύσαντες ἱκανούς, ὑπέστρεψαν *2εἰς τὴν Λύστραν καὶ Ἰκόνιον καὶ Ἀντιόχειαν,⸃ 22 ἐπιστηρίζοντες τὰς ψυχὰς τῶν μαθητῶν, παρακαλοῦντες ἐμμένειν τῇ πίστει, καὶ ὅτι διὰ πολλῶν θλίψεων δεῖ ἡμᾶς εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ θεοῦ. 23 Χειροτονήσαντες δὲ αὐτοῖς *πρεσβυτέρους κατἐκκλησίαν,⸊ προσευξάμενοι μετὰ νηστειῶν, παρέθεντο αὐτοὺς τῷ κυρίῳ εἰς ὃν πεπιστεύκεισαν. 24 Καὶ διελθόντες τὴν Πισιδίαν ἦλθον εἰς *Παμφυλίαν. 25 Καὶ λαλήσαντες *ἐν Πέργῃτὸν λόγον, κατέβησαν εἰς Ἀττάλειαν· 26 κἀκεῖθεν ἀπέπλευσαν εἰς Ἀντιόχειαν, ὅθεν ἦσαν παραδεδομένοι τῇ χάριτι τοῦ θεοῦ εἰς τὸ ἔργον ἐπλήρωσαν. 27 Παραγενόμενοι δὲ καὶ συναγαγόντες τὴν ἐκκλησίαν, *ἀνήγγειλανὅσα ἐποίησεν θεὸς μεταὐτῶν, καὶ ὅτι ἤνοιξεν τοῖς ἔθνεσιν θύραν πίστεως. 28 Διέτριβον δὲ *ἐκεῖχρόνον οὐκ ὀλίγον σὺν τοῖς μαθηταῖς.
* 14:2 ⸂ ἀπειθοῦντες RP f 35 TR ¦ ἀπειθήσαντες TNT2 WH NA NIV SBL * 14:3 ⸆ – RP f 35 TR TNT2 WH SBL ¦ ἐπὶ NA NIV * 14:3 ⸆2 – RP f 35 TNT2 WH NA NIV SBL ¦ καὶ TR * 14:7 ⸉ ἦσαν εὐαγγελιζόμενοι RP f 35 TR ¦ εὐαγγελιζόμενοι ἦσαν TNT2 WH NA NIV SBL * 14:8 ⸉ ἐν Λύστροις ἀδύνατος RP f 35 TR TNT2 ¦ ἀδύνατος ἐν Λύστροις WH NA NIV SBL * 14:8 ⸋ ὑπάρχων RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 14:8 ⸂ περιπεπατήκει RP f 35 TR ¦ περιεπάτησεν TNT2 WH NA NIV SBL * 14:9 ⸂ ἤκουσεν RP TNT2 NA27+28 NIV SBL ¦ ἤκουεν f 35 WH NA25 ¦ ἤκουε TR * 14:9 ⸉ πίστιν ἔχει RP f 35 TR ¦ ἔχει πίστιν TNT2 WH NA NIV SBL * 14:10 ⸋ τῇ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 14:10 ⸂ ὀρθῶς RP ¦ ὀρθός f 35 TR TNT2 WH NA NIV SBL * 14:11 ⸂ δὲ RP f 35 TR TNT2 ¦ τε WH NA NIV SBL * 14:11 ⸋ ὁ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 14:12 ⸂ τὸν μὲν Βαρνάβαν, Δία· τὸν δὲ Παῦλον, Ἑρμῆν RP f 35 TR ¦ τὸν Βαρνάβαν, Δία· τὸν δὲ Παῦλον, Ἑρμῆν TNT2 WH NA NIV SBL * 14:13 ⸂ δὲ RP f 35 TR ¦ τε TNT2 WH NA NIV SBL * 14:13 ⸋ αὐτῶν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 14:14 ⸂ αὐτῶν RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ ἑαυτῶν WH NA25 * 14:14 ⸂2 εἰσεπήδησαν RP f 35 TR ¦ ἐξεπήδησαν TNT2 WH NA NIV SBL * 14:15 ⸉ ἐσμεν ὑμῖν RP TR TNT2 WH NA NIV SBL ¦ ὑμῖν ἐσμεν f 35 * 14:15 ⸂ τὸν θεὸν τὸν ζῶντα RP f 35 TR ¦ θεὸν ζῶντα TNT2 WH NA NIV SBL * 14:17 ⸂ Καίτοιγε RP f 35 TR ¦ Καίτοι TNT2 WH NA NIV SBL * 14:17 ⸂2 ἑαυτὸν RP f 35 TR ¦ αὐτὸν TNT2 NA27+28 NIV ¦ αὑτὸν WH NA25 SBL * 14:17 ⸂3 ἀγαθοποιῶν RP f 35 TR ¦ ἀγαθουργῶν TNT2 WH NA NIV SBL * 14:17 ⸂4 ὑμῖν … ἡμῶν RP f 35 ¦ ἡμῖν … ἡμῶν TR ¦ ὑμῖν … ὑμῶν TNT2 WH NA NIV SBL * 14:19 ⸂ νομίσαντες RP f 35 TR ¦ νομίζοντες TNT2 WH NA NIV SBL * 14:20 ⸉ αὐτὸν τῶν μαθητῶν RP TR ¦ τῶν μαθητῶν αὐτὸν f 35 TNT2 WH NA NIV SBL * 14:21 ⸂ Εὐαγγελισάμενοί RP f 35 TR TNT2 WH NA27+28 NIV SBL ¦ Εὐαγγελιζόμενοί NA25 * 14:21 ⸂2 εἰς τὴν Λύστραν καὶ Ἰκόνιον καὶ Ἀντιόχειαν RP TR ¦ εἰς Λύστραν καὶ Ἰκόνιον καὶ Ἀντιόχειαν f 35 ¦ εἰς τὴν Λύστραν καὶ εἰς Ἰκόνιον καὶ εἰς Ἀντιόχειαν TNT2 WH NA NIV SBL * 14:23 ⸉ πρεσβυτέρους κατ᾽ ἐκκλησίαν RP f 35 TR ¦ κατ᾽ ἐκκλησίαν πρεσβυτέρους TNT2 WH NA NIV SBL * 14:24 ⸆ – RP f 35 TR ¦ τὴν TNT2 WH NA NIV SBL * 14:25 ⸂ ἐν Πέργῃ RP f 35 TR TNT2 WH NA27+28 NIV SBL ¦ εἰς τὴν Πέργην NA25 * 14:27 ⸂ ἀνήγγειλαν RP f 35 TR ¦ ἀνήγγελλον TNT2 WH NA NIV SBL * 14:28 ⸋ ἐκεῖ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL