28
Καὶ διασωθέντες, τότε *ἐπέγνωσανὅτι Μελίτη νῆσος καλεῖται. Οἱ *δὲβάρβαροι παρεῖχον οὐ τὴν τυχοῦσαν φιλανθρωπίαν ἡμῖν· *2ἀνάψαντεςγὰρ πυράν, προσελάβοντο πάντας ἡμᾶς, διὰ τὸν ὑετὸν τὸν ἐφεστῶτα, καὶ διὰ τὸ ψῦχος. Συστρέψαντος δὲ τοῦ Παύλου φρυγάνων *πλῆθος, καὶ ἐπιθέντος ἐπὶ τὴν πυράν, ἔχιδνα *ἐκτῆς θέρμης *2διεξελθοῦσα*3καθῆψεντῆς χειρὸς αὐτοῦ. Ὡς δὲ εἶδον οἱ βάρβαροι κρεμάμενον τὸ θηρίον ἐκ τῆς χειρὸς αὐτοῦ, *ἔλεγον πρὸς ἀλλήλους,⸊ Πάντως φονεύς ἐστιν ἄνθρωπος οὗτος, ὃν διασωθέντα ἐκ τῆς θαλάσσης Δίκη ζῇν οὐκ εἴασεν. μὲν οὖν, *ἀποτινάξαςτὸ θηρίον εἰς τὸ πῦρ, ἔπαθεν οὐδὲν κακόν. Οἱ δὲ προσεδόκων αὐτὸν μέλλειν πίμπρασθαι καταπίπτειν ἄφνω νεκρόν· ἐπὶ πολὺ δὲ αὐτῶν προσδοκώντων, καὶ θεωρούντων μηδὲν ἄτοπον εἰς αὐτὸν γινόμενον, *μεταβαλλόμενοιἔλεγον *θεὸν αὐτὸν εἶναι.⸊
Ἐν δὲ τοῖς περὶ τὸν τόπον ἐκεῖνον ὑπῆρχεν χωρία τῷ πρώτῳ τῆς νήσου, ὀνόματι Ποπλίῳ, ὃς ἀναδεξάμενος ἡμᾶς *τρεῖς ἡμέραςφιλοφρόνως ἐξένισεν. Ἐγένετο δὲ τὸν πατέρα τοῦ Ποπλίου πυρετοῖς καὶ δυσεντερίᾳ συνεχόμενον κατακεῖσθαι· πρὸς ὃν Παῦλος εἰσελθών, καὶ προσευξάμενος, ἐπιθεὶς τὰς χεῖρας αὐτῷ, ἰάσατο αὐτόν. Τούτου *οὖνγενομένου, καὶ οἱ λοιποὶ οἱ *ἔχοντες ἀσθενείας ἐν τῇ νήσῳπροσήρχοντο καὶ ἐθεραπεύοντο· 10 οἳ καὶ πολλαῖς τιμαῖς ἐτίμησαν ἡμᾶς, καὶ ἀναγομένοις ἐπέθεντο τὰ πρὸς *τὴν χρείαν.⸃
11 Μετὰ δὲ τρεῖς μῆνας *ἤχθημενἐν πλοίῳ παρακεχειμακότι ἐν τῇ νήσῳ, Ἀλεξανδρίνῳ, παρασήμῳ Διοσκούροις. 12 Καὶ καταχθέντες εἰς Συρακούσας ἐπεμείναμεν ἡμέρας τρεῖς· 13 ὅθεν *περιελθόντεςκατηντήσαμεν εἰς Ῥήγιον, καὶ μετὰ μίαν ἡμέραν ἐπιγενομένου νότου, δευτεραῖοι ἤλθομεν εἰς Ποτιόλους· 14 οὗ εὑρόντες ἀδελφούς, παρεκλήθημεν *ἐπ᾽⸃ αὐτοῖς ἐπιμεῖναι ἡμέρας ἑπτά· καὶ οὕτως εἰς τὴν Ῥώμην ἤλθομεν. 15 Κἀκεῖθεν οἱ ἀδελφοὶ ἀκούσαντες τὰ περὶ ἡμῶν, *ἐξῆλθονεἰς ἀπάντησιν ἡμῖν ἄχρι Ἀππίου Φόρου καὶ Τριῶν Ταβερνῶν· οὓς ἰδὼν Παῦλος, εὐχαριστήσας τῷ θεῷ, ἔλαβεν θάρσος.
16 Ὅτε δὲ *ἤλθομενεἰς Ῥώμην, *2 ἑκατόνταρχος παρέδωκεν τοὺς δεσμίους τῷ στρατοπεδάρχῃ· τῷ δὲ Παύλῳ ἐπετράπημένειν καθἑαυτόν, σὺν τῷ φυλάσσοντι αὐτὸν στρατιώτῃ.
17 Ἐγένετο δὲ μετὰ ἡμέρας τρεῖς συγκαλέσασθαι *τὸν Παῦλοντοὺς ὄντας τῶν Ἰουδαίων πρώτους· συνελθόντων δὲ αὐτῶν, ἔλεγεν πρὸς αὐτούς, *Ἄνδρες ἀδελφοί, ἐγὼοὐδὲν ἐναντίον ποιήσας τῷ λαῷ τοῖς ἔθεσιν τοῖς πατρῴοις, δέσμιος ἐξ Ἱεροσολύμων παρεδόθην εἰς τὰς χεῖρας τῶν Ῥωμαίων· 18 οἵτινες ἀνακρίναντές με ἐβούλοντο ἀπολῦσαι, διὰ τὸ μηδεμίαν αἰτίαν θανάτου ὑπάρχειν ἐν ἐμοί. 19 Ἀντιλεγόντων δὲ τῶν Ἰουδαίων, ἠναγκάσθην ἐπικαλέσασθαι Καίσαρα, οὐχ ὡς τοῦ ἔθνους μου ἔχων τι *κατηγορῆσαι.⸃ 20 Διὰ ταύτην οὖν τὴν αἰτίαν παρεκάλεσα ὑμᾶς ἰδεῖν καὶ προσλαλῆσαι· ἕνεκεν γὰρ τῆς ἐλπίδος τοῦ Ἰσραὴλ τὴν ἅλυσιν ταύτην περίκειμαι. 21 Οἱ δὲ πρὸς αὐτὸν εἶπον, Ἡμεῖς οὔτε γράμματα περὶ σοῦ ἐδεξάμεθα ἀπὸ τῆς Ἰουδαίας, οὔτε παραγενόμενός τις τῶν ἀδελφῶν ἀπήγγειλεν ἐλάλησέν τι *περὶ σοῦ πονηρόν.⸊ 22 Ἀξιοῦμεν δὲ παρὰ σοῦ ἀκοῦσαι φρονεῖς· περὶ μὲν γὰρ τῆς αἱρέσεως ταύτης γνωστόν *ἐστιν ἡμῖνὅτι πανταχοῦ ἀντιλέγεται.
23 Ταξάμενοι δὲ αὐτῷ ἡμέραν, *ἧκονπρὸς αὐτὸν εἰς τὴν ξενίαν πλείονες· οἷς ἐξετίθετο διαμαρτυρόμενος τὴν βασιλείαν τοῦ θεοῦ, πείθων τε αὐτοὺς *τὰπερὶ τοῦ Ἰησοῦ, ἀπό τε τοῦ νόμου Μωϋσέως καὶ τῶν προφητῶν, ἀπὸ πρωῒ ἕως ἑσπέρας. 24 Καὶ οἱ μὲν ἐπείθοντο τοῖς λεγομένοις, οἱ δὲ ἠπίστουν. 25 Ἀσύμφωνοι δὲ ὄντες πρὸς ἀλλήλους ἀπελύοντο, εἰπόντος τοῦ Παύλου ῥῆμα ἕν, ὅτι Καλῶς τὸ πνεῦμα τὸ ἅγιον ἐλάλησεν διὰ Ἠσαΐου τοῦ προφήτου πρὸς τοὺς πατέρας *ἡμῶν,⸃ 26  *λέγον,⸃ Πορεύθητι πρὸς τὸν λαὸν τοῦτον καὶ εἰπόν, Ἀκοῇ ἀκούσετε, καὶ οὐ μὴ συνῆτε· καὶ βλέποντες βλέψετε, καὶ οὐ μὴ ἴδητε· 27 ἐπαχύνθη γὰρ καρδία τοῦ λαοῦ τούτου, καὶ τοῖς ὠσὶν βαρέως ἤκουσαν, καὶ τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν· μήποτε ἴδωσιν τοῖς ὀφθαλμοῖς, καὶ τοῖς ὠσὶν ἀκούσωσιν, καὶ τῇ καρδίᾳ συνῶσιν, καὶ ἐπιστρέψωσιν, καὶ ἰάσομαι αὐτούς. 28 Γνωστὸν οὖν *ἔστω ὑμῖν,⸊ ὅτι τοῖς ἔθνεσιν ἀπεστάλη *τὸ σωτήριον τοῦ θεοῦ, αὐτοὶ καὶ ἀκούσονται. 29  *Καὶ ταῦτα αὐτοῦ εἰπόντος, ἀπῆλθον οἱ Ἰουδαῖοι, πολλὴν ἔχοντες ἐν ἑαυτοῖς συζήτησιν.⸌
30  *Ἔμεινενδὲ * Παῦλοςδιετίαν ὅλην ἐν ἰδίῳ μισθώματι, καὶ ἀπεδέχετο πάντας τοὺς εἰσπορευομένους πρὸς αὐτόν, 31 κηρύσσων τὴν βασιλείαν τοῦ θεοῦ, καὶ διδάσκων τὰ περὶ τοῦ κυρίου Ἰησοῦ χριστοῦ, μετὰ πάσης παρρησίας, ἀκωλύτως.
* 28:1 ⸂ ἐπέγνωσαν RP f 35 TR ¦ ἐπέγνωμεν TNT2 WH NA NIV SBL * 28:2 ⸂ δὲ RP f 35 TR ¦ τε TNT2 WH NA NIV SBL * 28:2 ⸂2 ἀνάψαντες RP f 35 TR ¦ ἅψαντες TNT2 WH NA NIV SBL * 28:3 ⸆ – RP f 35 TR ¦ τι TNT2 WH NA NIV SBL * 28:3 ⸂ ἐκ RP f 35 TR ¦ ἀπὸ TNT2 WH NA NIV SBL * 28:3 ⸂2 διεξελθοῦσα RP ¦ ἐξελθοῦσα f 35 TR TNT2 WH NA NIV SBL * 28:3 ⸂3 καθῆψεν RP TNT2 NA NIV ¦ καθήψατο f 35 ¦ καθῆψε TR WH SBL * 28:4 ⸉ ἔλεγον πρὸς ἀλλήλους RP f 35 TR ¦ πρὸς ἀλλήλους ἔλεγον TNT2 WH NA NIV SBL * 28:5 ⸂ ἀποτινάξας RP TR TNT2 WH NA NIV SBL ¦ ἀποτιναξάμενος f 35 * 28:6 ⸂ μεταβαλλόμενοι RP f 35 TR ¦ μεταβαλόμενοι TNT2 WH NA NIV SBL * 28:6 ⸉ θεὸν αὐτὸν εἶναι RP f 35 TR ¦ αὐτὸν εἶναι θεόν TNT2 WH NA NIV SBL * 28:7 ⸉ τρεῖς ἡμέρας RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ ἡμέρας τρεῖς WH NA25 * 28:9 ⸂ οὖν RP f 35 TR ¦ δὲ TNT2 WH NA NIV SBL * 28:9 ⸉ ἔχοντες ἀσθενείας ἐν τῇ νήσῳ RP f 35 TR ¦ ἐν τῇ νήσῳ ἔχοντες ἀσθενείας TNT2 WH NA NIV SBL * 28:10 ⸂ τὴν χρείαν RP f 35 TR ¦ τὰς χρείας TNT2 WH NA NIV SBL * 28:11 ⸂ ἤχθημεν RP ¦ ἀνήχθημεν f 35 TR TNT2 WH NA NIV SBL * 28:13 ⸂ περιελθόντες RP f 35 TR TNT2 NA25 ¦ περιελόντες WH NA27+28 NIV SBL * 28:14 ⸂ ἐπ᾽ RP f 35 TR ¦ παρ᾽ TNT2 WH NA NIV SBL * 28:15 ⸂ ἐξῆλθον RP f 35 TR ¦ ἦλθαν TNT2 WH NA NIV SBL * 28:16 ⸂ ἤλθομεν RP f 35 TR ¦ εἰσήλθαμεν TNT2 WH ¦ εἰσήλθομεν NA NIV SBL * 28:16 ⸂2 ὁ ἑκατόνταρχος … τῷ δὲ Παύλῳ ἐπετράπη RP f 35 TR ¦ ἐπετράπη τῷ Παύλῳ TNT2 WH NA NIV SBL * 28:17 ⸂ τὸν Παῦλον RP f 35 TR ¦ αὐτὸν TNT2 WH NA NIV SBL * 28:17 ⸉ Ἄνδρες ἀδελφοί, ἐγὼ RP f 35 TR ¦ Ἐγώ, ἄνδρες ἀδελφοί TNT2 WH NA NIV SBL * 28:19 ⸂ κατηγορῆσαι RP f 35 TR ¦ κατηγορεῖν TNT2 WH NA NIV SBL * 28:21 ⸉ περὶ σοῦ πονηρόν RP TR TNT2 WH NA NIV SBL ¦ πονηρὸν περὶ σοῦ f 35 * 28:22 ⸉ ἐστιν ἡμῖν RP f 35 TR ¦ ἡμῖν ἐστιν TNT2 WH NA NIV SBL * 28:23 ⸂ ἧκον RP f 35 TR SBL ¦ ἦλθον TNT2 NA NIV ¦ ἦλθαν WH * 28:23 ⸋ τὰ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 28:25 ⸂ ἡμῶν RP f 35 TR ¦ ὑμῶν TNT2 WH NA NIV SBL * 28:26 ⸂ λέγον RP f 35 TR ¦ λέγων TNT2 WH NA NIV SBL * 28:28 ⸉ ἔστω ὑμῖν RP f 35 TR TNT2 NA NIV SBL ¦ ὑμῖν ἔστω WH * 28:28 ⸆ – RP f 35 TR ¦ τοῦτο TNT2 WH NA NIV SBL * 28:29 ⸋ Καὶ ταῦτα αὐτοῦ εἰπόντος … συζήτησιν. RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 28:30 ⸂ Ἔμεινεν RP f 35 ¦ Ἔμεινε TR ¦ Ἐνέμεινεν TNT2 WH NA NIV SBL * 28:30 ⸋ ὁ Παῦλος RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL