ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄
1
Παῦλος κλητὸς ἀπόστολος *Ἰησοῦ χριστοῦδιὰ θελήματος θεοῦ, καὶ Σωσθένης ἀδελφός, τῇ ἐκκλησίᾳ τοῦ θεοῦ *τῇ οὔσῃ ἐν Κορίνθῳ, ἡγιασμένοις ἐν χριστῷ Ἰησοῦ,⸊ κλητοῖς ἁγίοις, σὺν πᾶσιν τοῖς ἐπικαλουμένοις τὸ ὄνομα τοῦ κυρίου ἡμῶν Ἰησοῦ χριστοῦ ἐν παντὶ τόπῳ, αὐτῶν *τεκαὶ *ἡμῶν·⸃ χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ἡμῶν καὶ κυρίου Ἰησοῦ χριστοῦ.
Εὐχαριστῶ τῷ θεῷ *μουπάντοτε περὶ ὑμῶν, ἐπὶ τῇ χάριτι τοῦ θεοῦ τῇ δοθείσῃ ὑμῖν ἐν χριστῷ Ἰησοῦ· ὅτι ἐν παντὶ ἐπλουτίσθητε ἐν αὐτῷ, ἐν παντὶ λόγῳ καὶ πάσῃ γνώσει, καθὼς τὸ μαρτύριον τοῦ χριστοῦ ἐβεβαιώθη ἐν ὑμῖν· ὥστε ὑμᾶς μὴ ὑστερεῖσθαι ἐν μηδενὶ χαρίσματι, ἀπεκδεχομένους τὴν ἀποκάλυψιν τοῦ κυρίου ἡμῶν Ἰησοῦ χριστοῦ, ὃς καὶ βεβαιώσει ὑμᾶς ἕως τέλους, ἀνεγκλήτους ἐν τῇ ἡμέρᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ χριστοῦ. Πιστὸς θεός, διοὗ ἐκλήθητε εἰς κοινωνίαν τοῦ υἱοῦ αὐτοῦ Ἰησοῦ χριστοῦ τοῦ κυρίου ἡμῶν.
10 Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί, διὰ τοῦ ὀνόματος τοῦ κυρίου ἡμῶν Ἰησοῦ χριστοῦ, ἵνα τὸ αὐτὸ λέγητε πάντες, καὶ μὴ ἐν ὑμῖν σχίσματα, ἦτε δὲ κατηρτισμένοι ἐν τῷ αὐτῷ νοῒ καὶ ἐν τῇ αὐτῇ γνώμῃ. 11 Ἐδηλώθη γάρ μοι περὶ ὑμῶν, ἀδελφοί μου, ὑπὸ τῶν Χλόης, ὅτι ἔριδες ἐν ὑμῖν εἰσιν. 12 Λέγω δὲ τοῦτο, ὅτι ἕκαστος ὑμῶν λέγει, Ἐγὼ μέν εἰμι Παύλου, Ἐγὼ δὲ Ἀπολλώ, Ἐγὼ δὲ Κηφᾶ, Ἐγὼ δὲ χριστοῦ. 13 Μεμέρισται χριστός; Μὴ Παῦλος ἐσταυρώθη ὑπὲρ ὑμῶν, εἰς τὸ ὄνομα Παύλου ἐβαπτίσθητε; 14 Εὐχαριστῶ *τῷ θεῷὅτι οὐδένα ὑμῶν ἐβάπτισα, εἰ μὴ Κρίσπον καὶ Γάϊον· 15 ἵνα μή τις εἴπῃ ὅτι εἰς τὸ ἐμὸν ὄνομα *ἐβάπτισα.⸃ 16 Ἐβάπτισα δὲ καὶ τὸν Στεφανᾶ οἶκον· λοιπὸν οὐκ οἶδα εἴ τινα ἄλλον ἐβάπτισα. 17 Οὐ γὰρ ἀπέστειλέν με χριστὸς βαπτίζειν, ἀλλεὐαγγελίζεσθαι· οὐκ ἐν σοφίᾳ λόγου, ἵνα μὴ κενωθῇ σταυρὸς τοῦ χριστοῦ.
18  λόγος γὰρ τοῦ σταυροῦ τοῖς μὲν ἀπολλυμένοις μωρία ἐστίν, τοῖς δὲ σῳζομένοις ἡμῖν δύναμις θεοῦ ἐστιν. 19 Γέγραπται γάρ, Ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν, καὶ τὴν σύνεσιν τῶν συνετῶν ἀθετήσω. 20 Ποῦ σοφός; Ποῦ γραμματεύς; Ποῦ συζητητὴς *τοῦ αἰῶνος τούτου; Οὐχὶ ἐμώρανεν θεὸς τὴν σοφίαν τοῦ κόσμου τούτου;⸃ 21 Ἐπειδὴ γὰρ ἐν τῇ σοφίᾳ τοῦ θεοῦ οὐκ ἔγνω κόσμος διὰ τῆς σοφίας τὸν θεόν, εὐδόκησεν θεὸς διὰ τῆς μωρίας τοῦ κηρύγματος σῶσαι τοὺς πιστεύοντας. 22 Ἐπειδὴ καὶ Ἰουδαῖοι *σημεῖοναἰτοῦσιν, καὶ Ἕλληνες σοφίαν ζητοῦσιν· 23 ἡμεῖς δὲ κηρύσσομεν χριστὸν ἐσταυρωμένον, Ἰουδαίοις μὲν σκάνδαλον, *Ἕλλησινδὲ μωρίαν· 24 αὐτοῖς δὲ τοῖς κλητοῖς, Ἰουδαίοις τε καὶ Ἕλλησιν, χριστὸν θεοῦ δύναμιν καὶ θεοῦ σοφίαν. 25 Ὅτι τὸ μωρὸν τοῦ θεοῦ σοφώτερον τῶν ἀνθρώπων ἐστίν, καὶ τὸ ἀσθενὲς τοῦ θεοῦ ἰσχυρότερον τῶν ἀνθρώπων *ἐστίν.⸃
26 Βλέπετε γὰρ τὴν κλῆσιν ὑμῶν, ἀδελφοί, ὅτι οὐ πολλοὶ σοφοὶ κατὰ σάρκα, οὐ πολλοὶ δυνατοί, οὐ πολλοὶ εὐγενεῖς· 27 ἀλλὰ τὰ μωρὰ τοῦ κόσμου ἐξελέξατο θεός, ἵνα *τοὺς σοφοὺς καταισχύνῃ·⸊ καὶ τὰ ἀσθενῆ τοῦ κόσμου ἐξελέξατο θεός, ἵνα καταισχύνῃ τὰ ἰσχυρά· 28  *καὶ τὰ ἀγενῆ τοῦ κόσμου καὶ τὰ ἐξουθενημένα ἐξελέξατο θεός, καὶ τὰ μὴ ὄντα,⸃ ἵνα τὰ ὄντα καταργήσῃ· 29 ὅπως μὴ καυχήσηται πᾶσα σὰρξ ἐνώπιον *τοῦ θεοῦ.⸃ 30 Ἐξ αὐτοῦ δὲ ὑμεῖς ἐστε ἐν χριστῷ Ἰησοῦ, ὃς ἐγενήθη *ἡμῖν σοφίαἀπὸ θεοῦ, δικαιοσύνη τε καὶ ἁγιασμός, καὶ ἀπολύτρωσις· 31 ἵνα, καθὼς γέγραπται, καυχώμενος, ἐν κυρίῳ καυχάσθω.
* 1:1 ⸉ Ἰησοῦ χριστοῦ RP f 35 TR WH ¦ χριστοῦ Ἰησοῦ TNT2 NA NIV SBL * 1:2 ⸉ τῇ οὔσῃ ἐν Κορίνθῳ, ἡγιασμένοις ἐν χριστῷ Ἰησοῦ RP f 35 TR WH NA NIV ¦ ἡγιασμένοις ἐν χριστῷ Ἰησοῦ, τῇ οὔσῃ ἐν Κορίνθῳ TNT2 SBL * 1:2 ⸋ τε RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 1:2 ⸂ ἡμῶν RP TR TNT2 WH NA NIV SBL ¦ ὑμῶν f 35 * 1:4 ⸋ μου RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ – WH NA25 * 1:14 ⸋ τῷ θεῷ RP f 35 TR TNT2 NA27+28 NIV11 ¦ – WH NA25 NIV73 SBL * 1:15 ⸂ ἐβάπτισα RP f 35 TR ¦ ἐβαπτίσθητε TNT2 WH NA NIV SBL * 1:20 ⸂ τοῦ αἰῶνος τούτου … τοῦ κόσμου τούτου RP f 35 TR ¦ τοῦ αἰῶνος τούτου … τοῦ κόσμου TNT2 WH NA NIV SBL * 1:22 ⸂ σημεῖον RP f 35 TR ¦ σημεῖα TNT2 WH NA NIV SBL * 1:23 ⸂ Ἕλλησιν RP f 35 ¦ Ἕλλησι TR ¦ Ἔθνεσιν TNT2 WH NA NIV SBL * 1:25 ⸂ ἐστίν RP f 35 ¦ ἐστί TR ¦ – TNT2 WH NA NIV SBL * 1:27 ⸉ τοὺς σοφοὺς καταισχύνῃ RP f 35 TR ¦ καταισχύνῃ τοὺς σοφοὺς TNT2 WH NA NIV SBL * 1:28 ⸂ καὶ τὰ ἀγενῆ … καὶ τὰ ἐξουθενημένα … καὶ τὰ μὴ ὄντα RP f 35 TR WH ¦ καὶ τὰ ἀγενῆ … καὶ τὰ ἐξουθενημένα … τὰ μὴ ὄντα TNT2 NA NIV SBL * 1:29 ⸂ τοῦ θεοῦ RP f 35 TNT2 WH NA NIV SBL ¦ αὐτοῦ TR * 1:30 ⸉ ἡμῖν σοφία RP f 35 TR ¦ σοφία ἡμῖν TNT2 WH NA NIV SBL