9
*Οὐκ εἰμὶ ἀπόστολος; Οὐκ εἰμὶ ἐλεύθερος;⸊ Οὐχὶ *Ἰησοῦν χριστὸν τὸν κύριον ἡμῶνἑώρακα; Οὐ τὸ ἔργον μου ὑμεῖς ἐστε ἐν κυρίῳ; Εἰ ἄλλοις οὐκ εἰμὶ ἀπόστολος, ἀλλά γε ὑμῖν εἰμι· γὰρ σφραγὶς *τῆς ἐμῆςἀποστολῆς ὑμεῖς ἐστε ἐν κυρίῳ. ἐμὴ ἀπολογία τοῖς ἐμὲ ἀνακρίνουσιν *αὕτη ἐστίν.⸊ Μὴ οὐκ ἔχομεν ἐξουσίαν φαγεῖν καὶ πιεῖν; Μὴ οὐκ ἔχομεν ἐξουσίαν ἀδελφὴν γυναῖκα περιάγειν, ὡς καὶ οἱ λοιποὶ ἀπόστολοι, καὶ οἱ ἀδελφοὶ τοῦ κυρίου, καὶ Κηφᾶς; μόνος ἐγὼ καὶ Βαρνάβας οὐκ ἔχομεν ἐξουσίαν *τοῦμὴ ἐργάζεσθαι; Τίς στρατεύεται ἰδίοις ὀψωνίοις ποτέ; Τίς φυτεύει ἀμπελῶνα, καὶ *ἐκ τοῦ καρποῦαὐτοῦ οὐκ ἐσθίει; *τίς ποιμαίνει ποίμνην, καὶ ἐκ τοῦ γάλακτος τῆς ποίμνης οὐκ ἐσθίει; Μὴ κατὰ ἄνθρωπον ταῦτα λαλῶ; *οὐχὶ καὶ νόμος ταῦταλέγει; Ἐν γὰρ τῷ Μωϋσέως νόμῳ γέγραπται, Οὐ φιμώσεις βοῦν ἀλοῶντα. Μὴ τῶν βοῶν μέλει τῷ θεῷ; 10  διἡμᾶς πάντως λέγει; Διἡμᾶς γὰρ ἐγράφη, ὅτι *ἐπἐλπίδι ὀφείλει ἀροτριῶν ἀροτριᾷν, καὶ ἀλοῶν *τῆς ἐλπίδος αὐτοῦ μετέχειν ἐπἐλπίδι.⸃ 11 Εἰ ἡμεῖς ὑμῖν τὰ πνευματικὰ ἐσπείραμεν, μέγα εἰ ἡμεῖς ὑμῶν τὰ σαρκικὰ θερίσομεν; 12 Εἰ ἄλλοι τῆς *ἐξουσίας ὑμῶνμετέχουσιν, οὐ μᾶλλον ἡμεῖς; Ἀλλοὐκ ἐχρησάμεθα τῇ ἐξουσίᾳ ταύτῃ, ἀλλὰ πάντα στέγομεν, ἵνα μὴ *2ἐγκοπήν τιναδῶμεν τῷ εὐαγγελίῳ τοῦ χριστοῦ. 13 Οὐκ οἴδατε ὅτι οἱ τὰ ἱερὰ ἐργαζόμενοι *ἐκ τοῦ ἱεροῦ ἐσθίουσιν, οἱ τῷ θυσιαστηρίῳ *προσεδρεύοντεςτῷ θυσιαστηρίῳ συμμερίζονται; 14 Οὕτως καὶ κύριος διέταξεν τοῖς τὸ εὐαγγέλιον καταγγέλλουσιν ἐκ τοῦ εὐαγγελίου ζῇν. 15 Ἐγὼ δὲ *οὐδενὶ ἐχρησάμηντούτων· οὐκ ἔγραψα δὲ ταῦτα ἵνα οὕτως γένηται ἐν ἐμοί· καλὸν γάρ μοι μᾶλλον ἀποθανεῖν, τὸ καύχημά μου *2ἵνα τις κενώσῃ.⸃ 16 Ἐὰν γὰρ εὐαγγελίζωμαι, οὐκ ἔστιν μοι καύχημα· ἀνάγκη γάρ μοι ἐπίκειται· οὐαὶ *δέμοι ἐστίν, ἐὰν μὴ *2εὐαγγελίζωμαι.⸃ 17 Εἰ γὰρ ἑκὼν τοῦτο πράσσω, μισθὸν ἔχω· εἰ δὲ ἄκων, οἰκονομίαν πεπίστευμαι. 18 Τίς οὖν *μοίἐστιν μισθός; Ἵνα εὐαγγελιζόμενος ἀδάπανον θήσω τὸ εὐαγγέλιον *τοῦ χριστοῦ,⸌ εἰς τὸ μὴ καταχρήσασθαι τῇ ἐξουσίᾳ μου ἐν τῷ εὐαγγελίῳ. 19 Ἐλεύθερος γὰρ ὢν ἐκ πάντων, πᾶσιν ἐμαυτὸν ἐδούλωσα, ἵνα τοὺς πλείονας κερδήσω. 20 Καὶ ἐγενόμην τοῖς Ἰουδαίοις ὡς Ἰουδαῖος, ἵνα Ἰουδαίους κερδήσω· τοῖς ὑπὸ νόμον ὡς ὑπὸ νόμον, *ἵνα τοὺς ὑπὸ νόμον κερδήσω· 21 τοῖς ἀνόμοις ὡς ἄνομος, μὴ ὢν *ἄνομος θεῷ ἀλλἔννομος χριστῷ,⸃ ἵνα κερδήσω *ἀνόμους. 22 Ἐγενόμην τοῖς ἀσθενέσιν *ὡςἀσθενής, ἵνα τοὺς ἀσθενεῖς κερδήσω. Τοῖς πᾶσιν γέγονα *2τὰπάντα, ἵνα πάντως τινὰς σώσω. 23  *Τοῦτοδὲ ποιῶ διὰ τὸ εὐαγγέλιον, ἵνα συγκοινωνὸς αὐτοῦ γένωμαι. 24 Οὐκ οἴδατε ὅτι οἱ ἐν σταδίῳ τρέχοντες πάντες μὲν τρέχουσιν, εἷς δὲ λαμβάνει τὸ βραβεῖον; Οὕτως τρέχετε, ἵνα καταλάβητε. 25 Πᾶς δὲ ἀγωνιζόμενος πάντα ἐγκρατεύεται· ἐκεῖνοι μὲν οὖν ἵνα φθαρτὸν στέφανον λάβωσιν, ἡμεῖς δὲ ἄφθαρτον. 26 Ἐγὼ τοίνυν οὕτως τρέχω ὡς οὐκ ἀδήλως· οὕτως πυκτεύω, ὡς οὐκ ἀέρα δέρων· 27 ἀλλὑπωπιάζω μου τὸ σῶμα καὶ δουλαγωγῶ, μήπως, ἄλλοις κηρύξας, αὐτὸς ἀδόκιμος γένωμαι.
* 9:1 ⸉ Οὐκ εἰμὶ ἀπόστολος; Οὐκ εἰμὶ ἐλεύθερος; RP f 35 TR ¦ Οὐκ εἰμὶ ἐλεύθερος; Οὐκ εἰμὶ ἀπόστολος; TNT2 WH NA NIV SBL * 9:1 ⸂ Ἰησοῦν χριστὸν τὸν κύριον ἡμῶν RP f 35 TR ¦ Ἰησοῦν τὸν κύριον ἡμῶν TNT2 WH NA NIV SBL * 9:2 ⸂ τῆς ἐμῆς RP f 35 TR ¦ μου τῆς TNT2 WH NA NIV SBL * 9:3 ⸉ αὕτη ἐστίν RP f 35 ¦ αὕτη ἐστί TR ¦ ἐστίν αὕτη TNT2 WH NA NIV SBL * 9:6 ⸋ τοῦ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 9:7 ⸂ ἐκ τοῦ καρποῦ RP f 35 TR ¦ τὸν καρπὸν TNT2 WH NA NIV SBL * 9:7 ⸋ Ἢ RP f 35 TR TNT2 WH NA NIV ¦ – SBL * 9:8 ⸂ οὐχὶ καὶ ὁ νόμος ταῦτα RP f 35 TR ¦ καὶ ὁ νόμος ταῦτα οὐ TNT2 WH NA NIV SBL * 9:10 ⸉ ἐπ᾽ ἐλπίδι ὀφείλει RP f 35 TR ¦ ὀφείλει ἐπ᾽ ἐλπίδι TNT2 WH NA NIV SBL * 9:10 ⸂ τῆς ἐλπίδος αὐτοῦ μετέχειν ἐπ᾽ ἐλπίδι RP f 35 TR ¦ ἐπ᾽ ἐλπίδι τοῦ μετέχειν TNT2 WH NA NIV SBL * 9:12 ⸉ ἐξουσίας ὑμῶν RP f 35 TR ¦ ὑμῶν ἐξουσίας TNT2 WH NA NIV SBL * 9:12 ⸉2 ἐγκοπήν τινα RP f 35 TR ¦ τινα ἐγκοπήν TNT2 WH NA NIV SBL * 9:13 ⸆ – RP f 35 TR ¦ τὰ TNT2 WH NA NIV SBL * 9:13 ⸂ προσεδρεύοντες RP f 35 TR ¦ παρεδρεύοντες TNT2 WH NA NIV SBL * 9:15 ⸂ οὐδενὶ ἐχρησάμην RP f 35 TR ¦ οὐ κέχρημαι οὐδενὶ TNT2 WH NA NIV SBL * 9:15 ⸂2 ἵνα τις κενώσῃ RP f 35 TR ¦ οὐδεὶς κενώσει TNT2 WH NA NIV SBL * 9:16 ⸂ δέ RP f 35 TR ¦ γάρ TNT2 WH NA NIV SBL * 9:16 ⸂2 εὐαγγελίζωμαι RP f 35 TR ¦ εὐαγγελίσωμαι TNT2 WH NA NIV SBL * 9:18 ⸂ μοί RP f 35 TR ¦ μού TNT2 WH NA NIV SBL * 9:18 ⸋ τοῦ χριστοῦ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 9:20 ⸆ – RP f 35 TR ¦ μὴ ὢν αὐτὸς ὑπὸ νόμον TNT2 WH NA NIV SBL * 9:21 ⸂ ἄνομος θεῷ ἀλλ᾽ ἔννομος χριστῷ RP f 35 TR ¦ ἄνομος θεοῦ ἀλλ᾽ ἔννομος Χριστοῦ TNT2 WH NA NIV SBL * 9:21 ⸆ – RP f 35 TR ¦ τοὺς TNT2 WH NA NIV SBL * 9:22 ⸋ ὡς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 9:22 ⸋2 τὰ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 9:23 ⸂ Τοῦτο RP f 35 TR ¦ Πάντα TNT2 WH NA NIV SBL