3
Εἰ οὖν συνηγέρθητε τῷ χριστῷ, τὰ ἄνω ζητεῖτε, οὗ χριστός ἐστιν ἐν δεξιᾷ τοῦ θεοῦ καθήμενος. Τὰ ἄνω φρονεῖτε, μὴ τὰ ἐπὶ τῆς γῆς. Ἀπεθάνετε γάρ, καὶ ζωὴ ὑμῶν κέκρυπται σὺν τῷ χριστῷ ἐν τῷ θεῷ. Ὅταν χριστὸς φανερωθῇ, ζωὴ *ἡμῶν,⸃ τότε καὶ ὑμεῖς σὺν αὐτῷ φανερωθήσεσθε ἐν δόξῃ.
Νεκρώσατε οὖν τὰ μέλη *ὑμῶντὰ ἐπὶ τῆς γῆς, πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακήν, καὶ τὴν πλεονεξίαν, ἥτις ἐστὶν εἰδωλολατρεία, δι ἔρχεται ὀργὴ τοῦ θεοῦ *ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας·⸌ ἐν οἷς καὶ ὑμεῖς περιεπατήσατέ ποτε, ὅτε ἐζῆτε ἐν *αὐτοῖς.⸃ Νυνὶ δὲ ἀπόθεσθε καὶ ὑμεῖς τὰ πάντα, ὀργήν, θυμόν, κακίαν, βλασφημίαν, αἰσχρολογίαν ἐκ τοῦ στόματος ὑμῶν· μὴ ψεύδεσθε εἰς ἀλλήλους, ἀπεκδυσάμενοι τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ, 10 καὶ ἐνδυσάμενοι τὸν νέον, τὸν ἀνακαινούμενον εἰς ἐπίγνωσιν κατεἰκόνα τοῦ κτίσαντος αὐτόν· 11 ὅπου οὐκ ἔνι Ἕλλην καὶ Ἰουδαῖος, περιτομὴ καὶ ἀκροβυστία, βάρβαρος, Σκύθης, δοῦλος, ἐλεύθερος· ἀλλὰ *τὰπάντα καὶ ἐν πᾶσιν χριστός.
12 Ἐνδύσασθε οὖν, ὡς ἐκλεκτοὶ τοῦ θεοῦ, ἅγιοι καὶ ἠγαπημένοι, σπλάγχνα *οἰκτιρμοῦ,⸃ χρηστότητα, ταπεινοφροσύνην, πρᾳότητα, μακροθυμίαν· 13 ἀνεχόμενοι ἀλλήλων, καὶ χαριζόμενοι ἑαυτοῖς, ἐάν τις πρός τινα ἔχῃ μομφήν· καθὼς καὶ * χριστὸςἐχαρίσατο ὑμῖν, οὕτως καὶ ὑμεῖς· 14 ἐπὶ πᾶσιν δὲ τούτοις *τὴν ἀγάπην, ἥτις ἐστὶν σύνδεσμοςτῆς τελειότητος. 15 Καὶ εἰρήνη *τοῦ θεοῦβραβευέτω ἐν ταῖς καρδίαις ὑμῶν, εἰς ἣν καὶ ἐκλήθητε ἐν ἑνὶ σώματι· καὶ εὐχάριστοι γίνεσθε. 16  λόγος τοῦ χριστοῦ ἐνοικείτω ἐν ὑμῖν πλουσίως ἐν πάσῃ σοφίᾳ· διδάσκοντες καὶ νουθετοῦντες ἑαυτούς, *ψαλμοῖς, καὶ ὕμνοις, καὶ ᾠδαῖς πνευματικαῖς,⸃ ἐν *χάριτι ᾄδοντες ἐν *2τῇ καρδίᾳὑμῶν *3τῷ κυρίῳ.⸃ 17 Καὶ πᾶν τι *ἂνποιῆτε, ἐν λόγῳ ἐν ἔργῳ, πάντα ἐν ὀνόματι κυρίου Ἰησοῦ, εὐχαριστοῦντες τῷ θεῷ *καὶπατρὶ διαὐτοῦ.
18 Αἱ γυναῖκες, ὑποτάσσεσθε τοῖς *ἰδίοιςἀνδράσιν, ὡς ἀνῆκεν ἐν κυρίῳ. 19 Οἱ ἄνδρες, ἀγαπᾶτε τὰς γυναῖκας, καὶ μὴ πικραίνεσθε πρὸς αὐτάς. 20 Τὰ τέκνα, ὑπακούετε τοῖς γονεῦσιν κατὰ πάντα· τοῦτο γάρ *ἐστιν εὐάρεστον*ἐν*κυρίῳ. 21 Οἱ πατέρες, μὴ ἐρεθίζετε τὰ τέκνα ὑμῶν, ἵνα μὴ ἀθυμῶσιν. 22 Οἱ δοῦλοι, ὑπακούετε κατὰ πάντα τοῖς κατὰ σάρκα κυρίοις, μὴ ἐν *⸂ὀφθαλμοδουλίαις⸃ ὡς ἀνθρωπάρεσκοι, ἀλλἐν ἁπλότητι καρδίας, φοβούμενοι *2τὸν θεόν·⸃ 23  *καὶ*πᾶν τιἐὰν ποιῆτε, ἐκ ψυχῆς ἐργάζεσθε, ὡς τῷ κυρίῳ καὶ οὐκ ἀνθρώποις· 24 εἰδότες ὅτι *ἀπὸ κυρίου λήψεσθετὴν ἀνταπόδοσιν τῆς κληρονομίας· τῷ *γὰρκυρίῳ χριστῷ δουλεύετε. 25  *δὲἀδικῶν κομιεῖται ἠδίκησεν· καὶ οὐκ ἔστιν προσωποληψία.
* 3:4 ⸂ ἡμῶν RP f 35 TR WH NA25 ¦ ὑμῶν TNT2 NA27+28 NIV SBL Ead * 3:5 ⸋ ὑμῶν RP f 35 TR NIV73 Ead ¦ – TNT2 WH NA NIV11 SBL * 3:6 ⸋ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας RP f 35 TR NA27+28 SBL Ead ¦ – TNT2 WH NA25 NIV * 3:7 ⸂ αὐτοῖς RP f 35 TR ¦ τούτοις TNT2 WH NA NIV SBL Ead * 3:11 ⸋ τὰ RP f 35 TR TNT2 NA27+28 NIV SBL Ead ¦ – WH NA25 * 3:12 ⸂ οἰκτιρμοῦ RP f 35 TNT2 WH NA NIV SBL Ead ¦ οἰκτιρμῶν TR * 3:13 ⸂ ὁ χριστὸς RP f 35 TR Ead ¦ ὁ κύριος TNT2 WH NA NIV SBL * 3:14 ⸂ τὴν ἀγάπην, ἥτις ἐστὶν σύνδεσμος RP f 35 ¦ τὴν ἀγάπην, ἥτις ἐστὶ σύνδεσμος TR ¦ τὴν ἀγάπην, ὅ ἐστὶν σύνδεσμος TNT2 WH NA NIV SBL ¦ τὴν ἀγάπην, ὅ ἐστὶ σύνδεσμος Ead * 3:15 ⸂ τοῦ θεοῦ RP f 35 TR ¦ τοῦ χριστοῦ TNT2 WH NA NIV SBL Ead * 3:16 ⸂ ψαλμοῖς, καὶ ὕμνοις, καὶ ᾠδαῖς πνευματικαῖς RP f 35 TR ¦ ψαλμοῖς, ὕμνοις, ᾠδαῖς πνευματικαῖς TNT2 WH NA NIV SBL Ead * 3:16 ⸆ – RP f 35 TR WH SBL ¦ τῇ TNT2 NA NIV Ead * 3:16 ⸂2 τῇ καρδίᾳ RP f 35 TR ¦ ταῖς καρδίαις TNT2 WH NA NIV SBL Ead * 3:16 ⸂3 τῷ κυρίῳ RP f 35 TR ¦ τῷ θεῷ TNT2 WH NA NIV SBL Ead * 3:17 ⸂ ἂν RP f 35 TR Ead ¦ ἐὰν TNT2 WH NA NIV SBL * 3:17 ⸋ καὶ RP f 35 TR Ead ¦ – TNT2 WH NA NIV SBL * 3:18 ⸋ ἰδίοις RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL Ead * 3:20 ⸉ ἐστιν εὐάρεστον RP f 35 TR ¦ εὐάρεστόν ἐστιν TNT2 WH NA NIV SBL Ead * 3:20 ⸋ ἐν RP f 35 TNT2 WH NA NIV SBL Ead ¦ – TR * 3:20 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL Ead ¦ τῷ TR * 3:22 ⸂ ὀφθαλμοδουλίαις RP TNT2 WH NA25 SBL ¦ ὀφθαλμοδουλείαις f 35 TR ¦ ὀφθαλμοδουλίᾳ NA27+28 NIV ¦ ὀφθαλμοδουλείᾳ Ead * 3:22 ⸂2 τὸν θεόν RP f 35 TR ¦ τὸν κύριον TNT2 WH NA NIV SBL Ead * 3:23 ⸋ καὶ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL Ead * 3:23 ⸂ πᾶν ὅ τι RP f 35 TR ¦ ὅ TNT2 WH NA NIV SBL Ead * 3:24 ⸂ ἀπὸ κυρίου λήψεσθε RP f 35 ¦ ἀπὸ κυρίου ἀπολήψεσθε TR Ead ¦ ἀπὸ κυρίου ἀπολήμψεσθε TNT2 WH NA NIV SBL * 3:24 ⸋ γὰρ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL Ead * 3:25 ⸂ δὲ RP f 35 TR ¦ γὰρ TNT2 WH NA NIV SBL Ead