4
Παρακαλῶ οὖν ὑμᾶς ἐγώ, δέσμιος ἐν κυρίῳ, ἀξίως περιπατῆσαι τῆς κλήσεως ἧς ἐκλήθητε, μετὰ πάσης ταπεινοφροσύνης καὶ πρᾳότητος, μετὰ μακροθυμίας, ἀνεχόμενοι ἀλλήλων ἐν ἀγάπῃ, σπουδάζοντες τηρεῖν τὴν ἑνότητα τοῦ πνεύματος ἐν τῷ συνδέσμῳ τῆς εἰρήνης. Ἓν σῶμα καὶ ἓν πνεῦμα, καθὼς καὶ ἐκλήθητε ἐν μιᾷ ἐλπίδι τῆς κλήσεως ὑμῶν· εἷς κύριος, μία πίστις, ἓν βάπτισμα, εἷς θεὸς καὶ πατὴρ πάντων, ἐπὶ πάντων, καὶ διὰ πάντων, καὶ ἐν πᾶσιν *ἡμῖν.⸃ Ἑνὶ δὲ ἑκάστῳ ἡμῶν ἐδόθη *χάρις κατὰ τὸ μέτρον τῆς δωρεᾶς τοῦ χριστοῦ. Διὸ λέγει, Ἀναβὰς εἰς ὕψος ᾐχμαλώτευσεν αἰχμαλωσίαν, *καὶἔδωκεν δόματα τοῖς ἀνθρώποις. Τὸ δέ, Ἀνέβη, τί ἐστιν εἰ μὴ ὅτι καὶ κατέβη *πρῶτονεἰς τὰ κατώτερα μέρη τῆς γῆς; 10  καταβάς, αὐτός ἐστιν καὶ ἀναβὰς ὑπεράνω πάντων τῶν οὐρανῶν, ἵνα πληρώσῃ τὰ πάντα. 11 Καὶ αὐτὸς ἔδωκεν τοὺς μὲν ἀποστόλους, τοὺς δὲ προφήτας, τοὺς δὲ εὐαγγελιστάς, τοὺς δὲ ποιμένας καὶ διδασκάλους, 12 πρὸς τὸν καταρτισμὸν τῶν ἁγίων εἰς ἔργον διακονίας, εἰς οἰκοδομὴν τοῦ σώματος τοῦ χριστοῦ, 13 μέχρι *καταντήσωμενοἱ πάντες εἰς τὴν ἑνότητα τῆς πίστεως καὶ τῆς ἐπιγνώσεως τοῦ υἱοῦ τοῦ θεοῦ, εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ χριστοῦ, 14 ἵνα μηκέτι ὦμεν νήπιοι, κλυδωνιζόμενοι καὶ περιφερόμενοι παντὶ ἀνέμῳ τῆς διδασκαλίας, ἐν τῇ κυβείᾳ τῶν ἀνθρώπων, ἐν πανουργίᾳ πρὸς τὴν μεθοδείαν τῆς πλάνης· 15 ἀληθεύοντες δὲ ἐν ἀγάπῃ αὐξήσωμεν εἰς αὐτὸν τὰ πάντα, ὅς ἐστιν κεφαλή, *χριστός, 16 ἐξ οὗ πᾶν τὸ σῶμα συναρμολογούμενον καὶ συμβιβαζόμενον διὰ πάσης ἁφῆς τῆς ἐπιχορηγίας, κατἐνέργειαν ἐν μέτρῳ ἑνὸς ἑκάστου μέρους, τὴν αὔξησιν τοῦ σώματος ποιεῖται εἰς οἰκοδομὴν ἑαυτοῦ ἐν ἀγάπῃ.
17 Τοῦτο οὖν λέγω καὶ μαρτύρομαι ἐν κυρίῳ, μηκέτι ὑμᾶς περιπατεῖν, καθὼς καὶ τὰ *λοιπὰἔθνη περιπατεῖ ἐν ματαιότητι τοῦ νοὸς αὐτῶν, 18 ἐσκοτισμένοι τῇ διανοίᾳ, ὄντες ἀπηλλοτριωμένοι τῆς ζωῆς τοῦ θεοῦ διὰ τὴν ἄγνοιαν τὴν οὖσαν ἐν αὐτοῖς, διὰ τὴν πώρωσιν τῆς καρδίας αὐτῶν· 19 οἵτινες ἀπηλγηκότες ἑαυτοὺς παρέδωκαν τῇ ἀσελγείᾳ, εἰς ἐργασίαν ἀκαθαρσίας πάσης ἐν πλεονεξίᾳ. 20 Ὑμεῖς δὲ οὐχ οὕτως ἐμάθετε τὸν χριστόν, 21 εἴγε αὐτὸν ἠκούσατε καὶ ἐν αὐτῷ ἐδιδάχθητε, καθώς ἐστιν ἀλήθεια ἐν τῷ Ἰησοῦ· 22 ἀποθέσθαι ὑμᾶς, κατὰ τὴν προτέραν ἀναστροφήν, τὸν παλαιὸν ἄνθρωπον, τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης· 23 ἀνανεοῦσθαι δὲ τῷ πνεύματι τοῦ νοὸς ὑμῶν, 24 καὶ ἐνδύσασθαι τὸν καινὸν ἄνθρωπον, τὸν κατὰ θεὸν κτισθέντα ἐν δικαιοσύνῃ καὶ ὁσιότητι τῆς ἀληθείας.
25 Διὸ ἀποθέμενοι τὸ ψεῦδος λαλεῖτε ἀλήθειαν ἕκαστος μετὰ τοῦ πλησίον αὐτοῦ· ὅτι ἐσμὲν ἀλλήλων μέλη. 26 Ὀργίζεσθε καὶ μὴ ἁμαρτάνετε· ἥλιος μὴ ἐπιδυέτω ἐπὶ *τῷπαροργισμῷ ὑμῶν· 27  *μηδὲδίδοτε τόπον τῷ διαβόλῳ. 28  κλέπτων μηκέτι κλεπτέτω· μᾶλλον δὲ κοπιάτω, ἐργαζόμενος *τὸ ἀγαθὸν ταῖς χερσίν,⸃ ἵνα ἔχῃ μεταδιδόναι τῷ χρείαν ἔχοντι. 29 Πᾶς λόγος σαπρὸς ἐκ τοῦ στόματος ὑμῶν μὴ ἐκπορευέσθω, ἀλλεἴ τις ἀγαθὸς πρὸς οἰκοδομὴν τῆς χρείας, ἵνα δῷ χάριν τοῖς ἀκούουσιν. 30 Καὶ μὴ λυπεῖτε τὸ πνεῦμα τὸ ἅγιον τοῦ θεοῦ, ἐν ἐσφραγίσθητε εἰς ἡμέραν ἀπολυτρώσεως. 31 Πᾶσα πικρία καὶ θυμὸς καὶ ὀργὴ καὶ κραυγὴ καὶ βλασφημία ἀρθήτω ἀφὑμῶν, σὺν πάσῃ κακίᾳ· 32 γίνεσθε *δὲεἰς ἀλλήλους χρηστοί, εὔσπλαγχνοι, χαριζόμενοι ἑαυτοῖς, καθὼς καὶ θεὸς ἐν χριστῷ ἐχαρίσατο *ἡμῖν.⸃
* 4:6 ⸂ ἡμῖν RP f 35 ¦ ὑμῖν TR ¦ – TNT2 WH NA NIV SBL Ead * 4:7 ⸋ ἡ RP f 35 TR WH NA NIV SBL Ead ¦ – TNT2 * 4:8 ⸋ καὶ RP f 35 TR TNT2 WH ¦ – NA NIV SBL * 4:9 ⸋ πρῶτον RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL Ead * 4:13 ⸂ καταντήσωμεν RP TR TNT2 WH NA NIV SBL Ead ¦ καταντήσομεν f 35 * 4:15 ⸋ ὁ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL Ead * 4:17 ⸋ λοιπὰ RP f 35 TR Ead ¦ – TNT2 WH NA NIV SBL * 4:26 ⸋ τῷ RP f 35 TR NA27+28 NIV73 Ead ¦ – TNT2 WH NA25 NIV11 SBL * 4:27 ⸂ μηδὲ RP f 35 TNT2 WH NA NIV SBL Ead ¦ μήτε TR * 4:28 ⸂ τὸ ἀγαθὸν ταῖς χερσίν RP f 35 TR ¦ ταῖς ἰδίαις χερσίν τὸ ἀγαθὸν TNT2 NA NIV SBL Ead ¦ ταῖς χερσίν τὸ ἀγαθὸν WH * 4:32 ⸋ δὲ RP f 35 TR TNT2 WH NA NIV Ead ¦ – SBL * 4:32 ⸂ ἡμῖν RP ¦ ὑμῖν f 35 TR TNT2 WH NA NIV SBL Ead