4
Ἀγαπητοί, μὴ παντὶ πνεύματι πιστεύετε, ἀλλὰ δοκιμάζετε τὰ πνεύματα, εἰ ἐκ τοῦ θεοῦ ἐστίν· ὅτι πολλοὶ ψευδοπροφῆται ἐξεληλύθασιν εἰς τὸν κόσμον. Ἐν τούτῳ *γινώσκεταιτὸ πνεῦμα τοῦ θεοῦ· πᾶν πνεῦμα ὁμολογεῖ *2Ἰησοῦν χριστὸν ἐν σαρκὶ ἐληλυθότα ἐκ τοῦ θεοῦ ἐστίν· καὶ πᾶν πνεῦμα μὴ ὁμολογεῖ Ἰησοῦν χριστὸν ἐν σαρκὶ ἐληλυθότα,⸃ ἐκ τοῦ θεοῦ οὐκ ἔστιν· καὶ τοῦτό ἐστιν τὸ τοῦ ἀντιχρίστου, ἀκηκόατε ὅτι ἔρχεται, καὶ νῦν ἐν τῷ κόσμῳ ἐστὶν ἤδη. Ὑμεῖς ἐκ τοῦ θεοῦ ἐστέ, τεκνία, καὶ νενικήκατε αὐτούς· ὅτι μείζων ἐστὶν ἐν ὑμῖν ἐν τῷ κόσμῳ. Αὐτοὶ ἐκ τοῦ κόσμου εἰσίν· διὰ τοῦτο ἐκ τοῦ κόσμου λαλοῦσιν, καὶ κόσμος αὐτῶν ἀκούει. Ἡμεῖς ἐκ τοῦ θεοῦ ἐσμέν· γινώσκων τὸν θεόν, ἀκούει ἡμῶν· ὃς οὐκ ἔστιν ἐκ τοῦ θεοῦ, οὐκ ἀκούει ἡμῶν. Ἐκ τούτου γινώσκομεν τὸ πνεῦμα τῆς ἀληθείας καὶ τὸ πνεῦμα τῆς πλάνης.
Ἀγαπητοί, ἀγαπῶμεν ἀλλήλους· ὅτι ἀγάπη ἐκ τοῦ θεοῦ ἐστίν, καὶ πᾶς ἀγαπῶν ἐκ τοῦ θεοῦ γεγέννηται, καὶ γινώσκει τὸν θεόν. μὴ ἀγαπῶν οὐκ ἔγνω τὸν θεόν· ὅτι θεὸς ἀγάπη ἐστίν. Ἐν τούτῳ ἐφανερώθη ἀγάπη τοῦ θεοῦ ἐν ἡμῖν, ὅτι τὸν υἱὸν αὐτοῦ τὸν μονογενῆ ἀπέσταλκεν θεὸς εἰς τὸν κόσμον, ἵνα ζήσωμεν διαὐτοῦ. 10 Ἐν τούτῳ ἐστὶν ἀγάπη, οὐχ ὅτι *ἡμεῖς ἠγαπήσαμεν τὸν θεόν, ἀλλὅτι αὐτὸς ἠγάπησεν ἡμᾶς,⸃ καὶ ἀπέστειλεν τὸν υἱὸν αὐτοῦ ἱλασμὸν περὶ τῶν ἁμαρτιῶν ἡμῶν. 11 Ἀγαπητοί, εἰ οὕτως θεὸς ἠγάπησεν ἡμᾶς, καὶ ἡμεῖς ὀφείλομεν ἀλλήλους ἀγαπᾷν. 12 Θεὸν οὐδεὶς πώποτε τεθέαται· ἐὰν ἀγαπῶμεν ἀλλήλους, θεὸς ἐν ἡμῖν μένει, καὶ ἀγάπη αὐτοῦ *τετελειωμένη ἐστὶν ἐν ἡμῖν.⸊ 13 Ἐν τούτῳ γινώσκομεν ὅτι ἐν αὐτῷ μένομεν καὶ αὐτὸς ἐν ἡμῖν, ὅτι ἐκ τοῦ πνεύματος αὐτοῦ δέδωκεν ἡμῖν. 14 Καὶ ἡμεῖς τεθεάμεθα καὶ μαρτυροῦμεν ὅτι πατὴρ ἀπέσταλκεν τὸν υἱὸν σωτῆρα τοῦ κόσμου. 15 Ὃς *ἂνὁμολογήσῃ ὅτι *2Ἰησοῦςἐστὶν υἱὸς τοῦ θεοῦ, θεὸς ἐν αὐτῷ μένει, καὶ αὐτὸς ἐν τῷ θεῷ. 16 Καὶ ἡμεῖς ἐγνώκαμεν καὶ πεπιστεύκαμεν τὴν ἀγάπην ἣν ἔχει θεὸς ἐν ἡμῖν. θεὸς ἀγάπη ἐστίν, καὶ μένων ἐν τῇ ἀγάπῃ, *ἐν τῷ θεῷ μένει, καὶ θεὸς ἐν αὐτῷ μένει.⸃ 17 Ἐν τούτῳ τετελείωται ἀγάπη μεθἡμῶν, ἵνα παρρησίαν ἔχωμεν ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως, ὅτι καθὼς ἐκεῖνός ἐστιν, καὶ ἡμεῖς ἐσμὲν ἐν τῷ κόσμῳ τούτῳ. 18 Φόβος οὐκ ἔστιν ἐν τῇ ἀγάπῃ, ἀλλ τελεία ἀγάπη ἔξω βάλλει τὸν φόβον, ὅτι φόβος κόλασιν ἔχει· δὲ φοβούμενος οὐ τετελείωται ἐν τῇ ἀγάπῃ. 19 Ἡμεῖς *ἀγαπῶμεν αὐτόν, ὅτι αὐτὸς πρῶτος ἠγάπησεν ἡμᾶς.⸃ 20  *Ἐάν τις εἴπῃ ὅτι Ἀγαπῶ τὸν θεόν, καὶ τὸν ἀδελφὸν αὐτοῦ μισῇ,⸃ ψεύστης ἐστίν· γὰρ μὴ ἀγαπῶν τὸν ἀδελφὸν αὐτοῦ ὃν ἑώρακεν, τὸν θεὸν ὃν οὐχ ἑώρακεν *2πῶςδύναται ἀγαπᾷν; 21 Καὶ ταύτην τὴν ἐντολὴν ἔχομεν ἀπαὐτοῦ, ἵνα ἀγαπῶν τὸν θεόν, ἀγαπᾷ καὶ τὸν ἀδελφὸν αὐτοῦ.
* 4:2 ⸂ γινώσκεται RP f 35 ¦ γινώσκετε TR TNT2 WH NA NIV SBL * 4:2 ⸂2 Ἰησοῦν χριστὸν ἐν σαρκὶ ἐληλυθότα … Ἰησοῦν χριστὸν ἐν σαρκὶ ἐληλυθότα RP f 35 ¦ Ἰησοῦν χριστὸν ἐν σαρκὶ ἐληλυθότα … τὸν Ἰησοῦν χριστὸν ἐν σαρκὶ ἐληλυθότα TR ¦ Ἰησοῦν χριστὸν ἐν σαρκὶ ἐληλυθότα … τὸν Ἰησοῦν TNT2 WH NA NIV SBL * 4:10 ⸂ ἡμεῖς ἠγαπήσαμεν τὸν θεόν … αὐτὸς ἠγάπησεν ἡμᾶς RP f 35 TR TNT2 ¦ ἡμεῖς ἠγαπήκαμεν τὸν θεόν … αὐτὸς ἠγάπησεν ἡμᾶς WH NA NIV SBL * 4:12 ⸉ τετελειωμένη ἐστὶν ἐν ἡμῖν RP f 35 TR ¦ τετελειωμένη ἐν ἡμῖν ἐστὶν TNT2 WH NA25 ¦ ἐν ἡμῖν τετελειωμένη ἐστὶν NA27+28 NIV SBL * 4:15 ⸂ ἂν RP f 35 TR TNT2 ¦ ἐὰν WH NA NIV SBL * 4:15 ⸂2 Ἰησοῦς RP f 35 TR TNT2 SBL ¦ Ἰησοῦς χριστός WH NA NIV * 4:16 ⸂ ἐν τῷ θεῷ μένει, καὶ ὁ θεὸς ἐν αὐτῷ μένει. RP WH NA NIV SBL ¦ ἐν τῷ θεῷ μένει, καὶ ὁ θεὸς ἐν αὐτῷ. f 35 TR TNT2 * 4:19 ⸂ ἀγαπῶμεν αὐτόν … ἠγάπησεν ἡμᾶς RP f 35 TR ¦ ἀγαπῶμεν … ἠγάπησεν ἡμᾶς TNT2 WH NA NIV SBL * 4:20 ⸂ Ἐάν τις εἴπῃ … καὶ … μισῇ RP TR TNT2 WH NA NIV SBL ¦ Ἐάν τις εἴπῃ … καὶ … μισεῖ f 35 * 4:20 ⸂2 πῶς RP f 35 TR ¦ οὐ TNT2 WH NA NIV SBL