19
Τότε οὖν ἔλαβεν Πιλάτος τὸν Ἰησοῦν, καὶ ἐμαστίγωσεν. Καὶ οἱ στρατιῶται πλέξαντες στέφανον ἐξ ἀκανθῶν ἐπέθηκαν αὐτοῦ τῇ κεφαλῇ, καὶ ἱμάτιον πορφυροῦν περιέβαλον αὐτόν, *καὶ ἔλεγον, Χαῖρε, βασιλεὺς τῶν Ἰουδαίων· καὶ ἐδίδουν αὐτῷ ῥαπίσματα. *Ἐξῆλθεν οὖνπάλιν ἔξω Πιλάτος, καὶ λέγει αὐτοῖς, Ἴδε, ἄγω ὑμῖν αὐτὸν ἔξω, ἵνα γνῶτε ὅτι *ἐν αὐτῷ οὐδεμίαν αἰτίαν εὑρίσκω.⸊ Ἐξῆλθεν οὖν Ἰησοῦς ἔξω, φορῶν τὸν ἀκάνθινον στέφανον καὶ τὸ πορφυροῦν ἱμάτιον. Καὶ λέγει αὐτοῖς, *Ἴδε,⸃ ἄνθρωπος. Ὅτε οὖν εἶδον αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ ὑπηρέται, ἐκραύγασαν λέγοντες, Σταύρωσον, σταύρωσον *αὐτόν.⸌ Λέγει αὐτοῖς Πιλάτος, Λάβετε αὐτὸν ὑμεῖς καὶ σταυρώσατε· ἐγὼ γὰρ οὐχ εὑρίσκω ἐν αὐτῷ αἰτίαν. Ἀπεκρίθησαν αὐτῷ οἱ Ἰουδαῖοι, Ἡμεῖς νόμον ἔχομεν, καὶ κατὰ τὸν νόμον *ἡμῶνὀφείλει ἀποθανεῖν, ὅτι *ἑαυτὸν υἱὸν θεοῦἐποίησεν. Ὅτε οὖν ἤκουσεν Πιλάτος τοῦτον τὸν λόγον, μᾶλλον ἐφοβήθη, καὶ εἰσῆλθεν εἰς τὸ πραιτώριον πάλιν, καὶ λέγει τῷ Ἰησοῦ, Πόθεν εἶ σύ; δὲ Ἰησοῦς ἀπόκρισιν οὐκ ἔδωκεν αὐτῷ. 10 Λέγει οὖν αὐτῷ Πιλάτος, Ἐμοὶ οὐ λαλεῖς; Οὐκ οἶδας ὅτι ἐξουσίαν ἔχω *σταυρῶσαί σε, καὶ ἐξουσίαν ἔχω ἀπολῦσαίσε; 11 Ἀπεκρίθη **Ἰησοῦς,⸃ Οὐκ εἶχες ἐξουσίαν *οὐδεμίαν κατἐμοῦ,⸊ εἰ μὴ ἦν *2σοι δεδομένονἄνωθεν· διὰ τοῦτο *2παραδιδούςμέ σοι μείζονα ἁμαρτίαν ἔχει. 12 Ἐκ τούτου *ἐζήτει Πιλάτοςἀπολῦσαι αὐτόν. Οἱ δὲ Ἰουδαῖοι *ἔκραζονλέγοντες, Ἐὰν τοῦτον ἀπολύσῃς, οὐκ εἶ φίλος τοῦ Καίσαρος· πᾶς βασιλέα *2ἑαυτὸνποιῶν, ἀντιλέγει τῷ Καίσαρι. 13  οὖν Πιλάτος ἀκούσας *τοῦτον τὸν λόγονἤγαγεν ἔξω τὸν Ἰησοῦν, καὶ ἐκάθισεν ἐπὶ *τοῦβήματος, εἰς τόπον λεγόμενον Λιθόστρωτον, Ἑβραϊστὶ δὲ Γαββαθᾶ· 14 ἦν δὲ Παρασκευὴ τοῦ Πάσχα, ὥρα *δὲ**ὡσεὶἕκτη· καὶ λέγει τοῖς Ἰουδαίοις, Ἴδε, βασιλεὺς ὑμῶν. 15  *Οἱ δὲ ἐκραύγασαν,⸃ Ἆρον, ἆρον, σταύρωσον αὐτόν. Λέγει αὐτοῖς Πιλάτος, Τὸν βασιλέα ὑμῶν σταυρώσω; Ἀπεκρίθησαν οἱ ἀρχιερεῖς, Οὐκ ἔχομεν βασιλέα εἰ μὴ Καίσαρα. 16 Τότε οὖν παρέδωκεν αὐτὸν αὐτοῖς, ἵνα σταυρωθῇ.
Παρέλαβον *δὲτὸν Ἰησοῦν *2καὶ ἤγαγον·⸃ 17 καὶ βαστάζων *τὸν σταυρὸν αὐτοῦἐξῆλθεν εἰς *2τόπον λεγόμενον Κρανίου Τόπον,⸃ *3ὃςλέγεται Ἑβραϊστὶ Γολγοθᾶ· 18 ὅπου αὐτὸν ἐσταύρωσαν, καὶ μεταὐτοῦ ἄλλους δύο, ἐντεῦθεν καὶ ἐντεῦθεν, μέσον δὲ τὸν Ἰησοῦν. 19 Ἔγραψεν δὲ καὶ τίτλον Πιλάτος, καὶ ἔθηκεν ἐπὶ τοῦ σταυροῦ· ἦν δὲ γεγραμμένον, Ἰησοῦς Ναζωραῖος βασιλεὺς τῶν Ἰουδαίων. 20 Τοῦτον οὖν τὸν τίτλον πολλοὶ ἀνέγνωσαν τῶν Ἰουδαίων, ὅτι ἐγγὺς ἦν * τόπος τῆς πόλεωςὅπου ἐσταυρώθη Ἰησοῦς· καὶ ἦν γεγραμμένον *2Ἑβραϊστί, Ἑλληνιστί, Ῥωμαϊστί.⸊ 21 Ἔλεγον οὖν τῷ Πιλάτῳ οἱ ἀρχιερεῖς τῶν Ἰουδαίων, Μὴ γράφε, βασιλεὺς τῶν Ἰουδαίων· ἀλλὅτι Ἐκεῖνος εἶπεν, Βασιλεύς *εἰμι τῶν Ἰουδαίων.⸊ 22 Ἀπεκρίθη Πιλάτος, γέγραφα, γέγραφα.
23 Οἱ οὖν στρατιῶται, ὅτε ἐσταύρωσαν τὸν Ἰησοῦν, ἔλαβον τὰ ἱμάτια αὐτοῦ, καὶ ἐποίησαν τέσσαρα μέρη, ἑκάστῳ στρατιώτῃ μέρος, καὶ τὸν χιτῶνα. Ἦν δὲ χιτὼν ἄραφος, ἐκ τῶν ἄνωθεν ὑφαντὸς διὅλου. 24 Εἶπον οὖν πρὸς ἀλλήλους, Μὴ σχίσωμεν αὐτόν, ἀλλὰ λάχωμεν περὶ αὐτοῦ, τίνος ἔσται· ἵνα γραφὴ πληρωθῇ * λέγουσα,⸌ Διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον. Οἱ μὲν οὖν στρατιῶται ταῦτα ἐποίησαν. 25 Εἱστήκεισαν δὲ παρὰ τῷ σταυρῷ τοῦ Ἰησοῦ μήτηρ αὐτοῦ, καὶ ἀδελφὴ τῆς μητρὸς αὐτοῦ, Μαρία τοῦ Κλωπᾶ, καὶ Μαρία Μαγδαληνή. 26 Ἰησοῦς οὖν ἰδὼν τὴν μητέρα, καὶ τὸν μαθητὴν παρεστῶτα ὃν ἠγάπα, λέγει τῇ μητρὶ *αὐτοῦ,⸌ Γύναι, *ἴδε υἱός σου. 27 Εἶτα λέγει τῷ μαθητῇ, Ἰδοὺ μήτηρ σου. Καὶ ἀπἐκείνης τῆς ὥρας ἔλαβεν * μαθητὴς αὐτὴνεἰς τὰ ἴδια.
28 Μετὰ τοῦτο *ἰδὼν Ἰησοῦς ὅτι *πάντα ἤδητετέλεσται, ἵνα τελειωθῇ γραφή, λέγει, Διψῶ. 29 Σκεῦος *οὖνἔκειτο ὄξους μεστόν· *οἱ δέ, πλήσαντες σπόγγον ὄξους, καὶ ὑσσώπῳ περιθέντες, προσήνεγκαναὐτοῦ τῷ στόματι. 30 Ὅτε οὖν ἔλαβεν τὸ ὄξος Ἰησοῦς, εἶπεν, Τετέλεσται· καὶ κλίνας τὴν κεφαλήν, παρέδωκεν τὸ πνεῦμα.
31 Οἱ οὖν Ἰουδαῖοι, *ἵνα μὴ μείνῃ ἐπὶ τοῦ σταυροῦ τὰ σώματα ἐν τῷ σαββάτῳ ἐπεὶ Παρασκευὴ ἦν—⸊ ἦν γὰρ μεγάλη ἡμέρα ἐκείνου τοῦ σαββάτουἠρώτησαν τὸν Πιλάτον ἵνα κατεαγῶσιν αὐτῶν τὰ σκέλη, καὶ ἀρθῶσιν. 32 Ἦλθον οὖν οἱ στρατιῶται, καὶ τοῦ μὲν πρώτου κατέαξαν τὰ σκέλη καὶ τοῦ ἄλλου τοῦ συσταυρωθέντος αὐτῷ· 33 ἐπὶ δὲ τὸν Ἰησοῦν ἐλθόντες, ὡς εἶδον *αὐτὸν ἤδητεθνηκότα, οὐ κατέαξαν αὐτοῦ τὰ σκέλη· 34 ἀλλεἷς τῶν στρατιωτῶν λόγχῃ αὐτοῦ τὴν πλευρὰν ἔνυξεν, καὶ *εὐθέως ἐξῆλθεναἷμα καὶ ὕδωρ. 35 Καὶ ἑωρακὼς μεμαρτύρηκεν, καὶ ἀληθινή *ἐστιν αὐτοῦ μαρτυρία,⸊ κἀκεῖνος οἶδεν ὅτι ἀληθῆ λέγει, ἵνα *ὑμεῖς *πιστεύσητε.⸃ 36 Ἐγένετο γὰρ ταῦτα ἵνα γραφὴ πληρωθῇ, Ὀστοῦν οὐ συντριβήσεται *ἀπ᾽⸌ αὐτοῦ. 37 Καὶ πάλιν ἑτέρα γραφὴ λέγει, Ὄψονται εἰς ὃν ἐξεκέντησαν.
38 Μετὰ *ταῦτα ἠρώτησεν τὸν Πιλάτον *2 Ἰωσὴφ *ἀπὸ Ἀριμαθαίας, ὢν μαθητὴς τοῦ Ἰησοῦ, κεκρυμμένος δὲ διὰ τὸν φόβον τῶν Ἰουδαίων, ἵνα ἄρῃ τὸ σῶμα τοῦ Ἰησοῦ· καὶ ἐπέτρεψεν Πιλάτος. Ἦλθεν οὖν καὶ ἦρεν τὸ σῶμα *τοῦ Ἰησοῦ.⸃ 39 Ἦλθεν δὲ καὶ Νικόδημος, ἐλθὼν πρὸς *τὸν Ἰησοῦννυκτὸς τὸ πρῶτον, φέρων *2μίγμασμύρνης καὶ ἀλόης *3ὡςλίτρας ἑκατόν. 40 Ἔλαβον οὖν τὸ σῶμα τοῦ Ἰησοῦ, καὶ ἔδησαν αὐτὸ *ἐνὀθονίοις μετὰ τῶν ἀρωμάτων, καθὼς ἔθος ἐστὶν τοῖς Ἰουδαίοις ἐνταφιάζειν. 41 Ἦν δὲ ἐν τῷ τόπῳ ὅπου ἐσταυρώθη κῆπος, καὶ ἐν τῷ κήπῳ μνημεῖον καινόν, ἐν οὐδέπω οὐδεὶς *ἐτέθη.⸃ 42 Ἐκεῖ οὖν διὰ τὴν Παρασκευὴν τῶν Ἰουδαίων, ὅτι ἐγγὺς ἦν τὸ μνημεῖον, ἔθηκαν τὸν Ἰησοῦν.
* 19:3 ⸆ – RP f 35 TR ¦ καὶ ἤρχοντο πρὸς αὐτόν TNT2 WH NA NIV SBL * 19:4 ⸂ Ἐξῆλθεν οὖν RP f 35 TR ¦ Καὶ ἐξῆλθεν TNT2 WH NA NIV SBL * 19:4 ⸉ ἐν αὐτῷ οὐδεμίαν αἰτίαν εὑρίσκω RP f 35 TR ¦ οὐδεμίαν αἰτίαν εὑρίσκω ἐν αὐτῷ TNT2 WH NA NIV SBL * 19:5 ⸂ Ἴδε RP f 35 TR ¦ Ἰδοὺ TNT2 WH NA NIV SBL * 19:6 ⸋ αὐτόν RP f 35 ¦ – TR TNT2 WH NA NIV SBL * 19:7 ⸋ ἡμῶν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 19:7 ⸉ ἑαυτὸν υἱὸν θεοῦ RP f 35 TR ¦ υἱὸν θεοῦ ἑαυτὸν TNT2 WH NA NIV SBL * 19:10 ⸉ σταυρῶσαί … ἀπολῦσαί RP f 35 TR ¦ ἀπολῦσαί … σταυρῶσαί TNT2 WH NA NIV SBL * 19:11 ⸆ – RP f 35 TR NA25 NIV11 ¦ αὐτῷ TNT2 WH NA27+28 NIV73 SBL * 19:11 ⸂ Ἰησοῦς RP f 35 TNT2 WH NA NIV SBL ¦ ὁ Ἰησοῦς TR * 19:11 ⸉ οὐδεμίαν κατ᾽ ἐμοῦ RP f 35 TR ¦ κατ᾽ ἐμοῦ οὐδεμίαν TNT2 WH NA NIV SBL * 19:11 ⸉2 σοι δεδομένον RP f 35 TR ¦ δεδομένον σοι TNT2 WH NA NIV SBL * 19:11 ⸂2 παραδιδούς RP f 35 TR TNT2 ¦ παραδούς WH NA NIV SBL * 19:12 ⸉ ἐζήτει ὁ Πιλάτος RP f 35 TR ¦ ὁ Πιλάτος ἐζήτει TNT2 NA NIV SBL ¦ ὁ Πειλᾶτος ἐζήτει WH * 19:12 ⸂ ἔκραζον RP f 35 TR ¦ ἐκραύγασαν TNT2 WH NA NIV SBL * 19:12 ⸂2 ἑαυτὸν RP f 35 TNT2 WH NA NIV SBL ¦ αὐτόν TR * 19:13 ⸂ τοῦτον τὸν λόγον RP f 35 TR ¦ τῶν λόγων τούτων TNT2 WH NA NIV SBL * 19:13 ⸋ τοῦ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 19:14 ⸋ δὲ RP TR ¦ – f 35 TNT2 WH NA NIV SBL * 19:14 ⸆ – RP TR ¦ ἦν f 35 TNT2 WH NA NIV SBL * 19:14 ⸂ ὡσεὶ RP f 35 TR ¦ ὡς TNT2 WH NA NIV SBL * 19:15 ⸂ Οἱ δὲ ἐκραύγασαν RP f 35 TR ¦ Ἐκραύγασαν οὖν ἐκεῖνοι TNT2 WH NA NIV SBL * 19:16 ⸂ δὲ RP f 35 TR ¦ οὖν TNT2 WH NA NIV SBL * 19:16 ⸂2 καὶ ἤγαγον RP f 35 ¦ καὶ ἀπήγαγον TR ¦ – TNT2 WH NA NIV SBL * 19:17 ⸂ τὸν σταυρὸν αὐτοῦ RP f 35 TR ¦ αὐτῷ τὸν σταυρὸν TNT2 ¦ αὑτῷ τὸν σταυρὸν WH SBL ¦ ἑαυτῷ τὸν σταυρὸν NA NIV * 19:17 ⸂2 τόπον λεγόμενον Κρανίου Τόπον RP ¦ τὸν λεγόμενον Κρανίου τόπον f 35 TR TNT2 WH NA NIV SBL * 19:17 ⸂3 ὃς RP f 35 TR ¦ ὃ TNT2 WH NA NIV SBL * 19:20 ⸉ ὁ τόπος τῆς πόλεως RP f 35 TNT2 WH NA NIV SBL ¦ τῆς πόλεως ὁ τόπος TR * 19:20 ⸉2 Ἑβραϊστί, Ἑλληνιστί, Ῥωμαϊστί RP f 35 TR ¦ Ἑβραϊστί, Ῥωμαϊστί, Ἑλληνιστί TNT2 WH NA NIV SBL * 19:21 ⸉ εἰμι τῶν Ἰουδαίων RP f 35 TR NA NIV ¦ τῶν Ἰουδαίων εἰμί TNT2 WH SBL * 19:24 ⸋ ἡ λέγουσα RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ – WH NA25 * 19:26 ⸋ αὐτοῦ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 19:26 ⸂ ἴδε … Ἰδοὺ f 35 ¦ ἰδοὺ … Ἰδοὺ RP TR ¦ ἴδε … Ἴδε TNT2 WH NA NIV SBL * 19:27 ⸉ ὁ μαθητὴς αὐτὴν RP f 35 TNT2 WH NA NIV SBL ¦ αὐτὴν ὁ μαθητὴς TR * 19:28 ⸂ ἰδὼν RP ¦ εἰδὼς f 35 TR TNT2 WH NA NIV SBL * 19:28 ⸉ πάντα ἤδη RP TR ¦ ἤδη πάντα f 35 TNT2 WH NA NIV SBL * 19:29 ⸋ οὖν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 19:29 ⸂ οἱ δέ, πλήσαντες σπόγγον ὄξους, καὶ ὑσσώπῳ περιθέντες, προσήνεγκαν RP f 35 TR ¦ σπόγγον οὖν μεστὸν τοῦ ὄξους ὑσσώπῳ περιθέντες προσήνεγκαν TNT2 WH NA NIV SBL * 19:31 ⸉ ἵνα μὴ μείνῃ … ἐν τῷ σαββάτῳ ἐπεὶ Παρασκευὴ ἦν RP f 35 TR ¦ ἐπεὶ Παρασκευὴ ἦν, ἵνα μὴ μείνῃ … ἐν τῷ σαββάτῳ TNT2 WH NA NIV SBL * 19:33 ⸉ αὐτὸν ἤδη RP f 35 TR ¦ ἤδη αὐτὸν TNT2 WH NA NIV SBL * 19:34 ⸂ εὐθέως ἐξῆλθεν RP f 35 ¦ εὐθὺς ἐξῆλθεν TR ¦ ἐξῆλθεν εὐθὺς TNT2 WH NA NIV SBL * 19:35 ⸉ ἐστιν αὐτοῦ ἡ μαρτυρία RP ¦ ἐστιν ἡ μαρτυρία αὐτοῦ f 35 ¦ αὐτοῦ ἐστιν ἡ μαρτυρία TR TNT2 WH NA NIV SBL * 19:35 ⸆ – RP f 35 TR ¦ καὶ TNT2 WH NA NIV SBL * 19:35 ⸂ πιστεύσητε RP f 35 TR NA27+28 NIV73 ¦ πιστεύητε TNT2 WH NA25 NIV11 SBL * 19:36 ⸋ ἀπ᾽ RP f 35 ¦ – TR TNT2 WH NA NIV SBL * 19:38 ⸆ – RP f 35 ¦ δὲ TR TNT2 WH NA NIV SBL * 19:38 ⸆2 – RP f 35 TNT2 WH NA NIV SBL ¦ ὁ TR * 19:38 ⸋ ὁ RP f 35 TR NA27+28 NIV ¦ – TNT2 WH NA25 SBL * 19:38 ⸂ τοῦ Ἰησοῦ RP f 35 TR ¦ αὐτοῦ TNT2 WH NA NIV SBL * 19:39 ⸂ τὸν Ἰησοῦν RP f 35 TR ¦ αὐτὸν TNT2 WH NA NIV SBL * 19:39 ⸂2 μίγμα RP f 35 TR TNT2 NA NIV SBL ¦ ἕλιγμα WH * 19:39 ⸂3 ὡς RP f 35 TNT2 WH NA NIV SBL ¦ ὡσεὶ TR * 19:40 ⸋ ἐν RP f 35 ¦ – TR TNT2 WH NA NIV SBL * 19:41 ⸂ ἐτέθη RP f 35 TR TNT2 ¦ ἦν τεθειμένος WH NA NIV SBL