16
Ἔλεγεν δὲ καὶ πρὸς τοὺς μαθητὰς *αὐτοῦ,⸌ Ἄνθρωπός τις ἦν πλούσιος, ὃς εἶχεν οἰκονόμον· καὶ οὗτος διεβλήθη αὐτῷ ὡς διασκορπίζων τὰ ὑπάρχοντα αὐτοῦ. Καὶ φωνήσας αὐτὸν εἶπεν αὐτῷ, Τί τοῦτο ἀκούω περὶ σοῦ; Ἀπόδος τὸν λόγον τῆς οἰκονομίας σου· οὐ γὰρ *δυνήσῃἔτι οἰκονομεῖν. Εἶπεν δὲ ἐν ἑαυτῷ οἰκονόμος, Τί ποιήσω, ὅτι κύριός μου ἀφαιρεῖται τὴν οἰκονομίαν ἀπἐμοῦ; Σκάπτειν οὐκ ἰσχύω, ἐπαιτεῖν αἰσχύνομαι. Ἔγνων τί ποιήσω, ἵνα, ὅταν μετασταθῶ *τῆς οἰκονομίας, δέξωνταί με εἰς τοὺς οἴκους *αὐτῶν.⸃ Καὶ προσκαλεσάμενος ἕνα ἕκαστον τῶν χρεωφειλετῶν τοῦ κυρίου ἑαυτοῦ, ἔλεγεν τῷ πρώτῳ, Πόσον ὀφείλεις τῷ κυρίῳ μου; * δὲ εἶπεν, Ἑκατὸν βάτους ἐλαίου. Καὶεἶπεν αὐτῷ, Δέξαι σου *2τὸ γράμμα,⸃ καὶ καθίσας ταχέως γράψον πεντήκοντα. Ἔπειτα ἑτέρῳ εἶπεν, Σὺ δὲ πόσον ὀφείλεις; δὲ εἶπεν, Ἑκατὸν κόρους σίτου. *Καὶλέγει αὐτῷ, Δέξαι σου *τὸ γράμμα,⸃ καὶ γράψον ὀγδοήκοντα. Καὶ ἐπῄνεσεν κύριος τὸν οἰκονόμον τῆς ἀδικίας ὅτι φρονίμως ἐποίησεν· ὅτι οἱ υἱοὶ τοῦ αἰῶνος τούτου φρονιμώτεροι ὑπὲρ τοὺς υἱοὺς τοῦ φωτὸς εἰς τὴν γενεὰν τὴν ἑαυτῶν εἰσίν. Κἀγὼ ὑμῖν λέγω, *Ποιήσατε ἑαυτοῖςφίλους ἐκ τοῦ μαμωνᾶ τῆς ἀδικίας, ἵνα, ὅταν *ἐκλίπητε,⸃ δέξωνται ὑμᾶς εἰς τὰς αἰωνίους σκηνάς. 10  πιστὸς ἐν ἐλαχίστῳ καὶ ἐν πολλῷ πιστός ἐστιν, καὶ ἐν ἐλαχίστῳ ἄδικος καὶ ἐν πολλῷ ἄδικός ἐστιν. 11 Εἰ οὖν ἐν τῷ ἀδίκῳ μαμωνᾷ πιστοὶ οὐκ ἐγένεσθε, τὸ ἀληθινὸν τίς ὑμῖν πιστεύσει; 12 Καὶ εἰ ἐν τῷ ἀλλοτρίῳ πιστοὶ οὐκ ἐγένεσθε, τὸ *ὑμέτεροντίς *ὑμῖν δώσει;⸊ 13 Οὐδεὶς οἰκέτης δύναται δυσὶν κυρίοις δουλεύειν· γὰρ τὸν ἕνα μισήσει, καὶ τὸν ἕτερον ἀγαπήσει· ἑνὸς ἀνθέξεται, καὶ τοῦ ἑτέρου καταφρονήσει. Οὐ δύνασθε θεῷ δουλεύειν καὶ μαμωνᾷ.
14 Ἤκουον δὲ ταῦτα πάντα *καὶοἱ Φαρισαῖοι φιλάργυροι ὑπάρχοντες, καὶ ἐξεμυκτήριζον αὐτόν. 15 Καὶ εἶπεν αὐτοῖς, Ὑμεῖς ἐστε οἱ δικαιοῦντες ἑαυτοὺς ἐνώπιον τῶν ἀνθρώπων, δὲ θεὸς γινώσκει τὰς καρδίας ὑμῶν· ὅτι τὸ ἐν ἀνθρώποις ὑψηλὸν βδέλυγμα ἐνώπιον τοῦ θεοῦ. * 16  νόμος καὶ οἱ προφῆται *ἕωςἸωάννου· ἀπὸ τότε βασιλεία τοῦ θεοῦ εὐαγγελίζεται, καὶ πᾶς εἰς αὐτὴν βιάζεται. 17 Εὐκοπώτερον δέ ἐστιν τὸν οὐρανὸν καὶ τὴν γῆν παρελθεῖν, τοῦ νόμου μίαν κεραίαν πεσεῖν. 18  *Πᾶς ἀπολύων τὴν γυναῖκα αὐτοῦ καὶ γαμῶν ἑτέραν μοιχεύει· καὶ πᾶς ἀπολελυμένηνἀπὸ ἀνδρὸς γαμῶν μοιχεύει.
19 Ἄνθρωπος δέ τις ἦν πλούσιος, καὶ ἐνεδιδύσκετο πορφύραν καὶ βύσσον, εὐφραινόμενος καθἡμέραν λαμπρῶς. 20 Πτωχὸς δέ τις *ἦνὀνόματι Λάζαρος, *2ὃςἐβέβλητο πρὸς τὸν πυλῶνα αὐτοῦ ἡλκωμένος 21 καὶ ἐπιθυμῶν χορτασθῆναι ἀπὸ *τῶν ψιχίωντῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τοῦ πλουσίου· ἀλλὰ καὶ οἱ κύνες ἐρχόμενοι *ἀπέλειχοντὰ ἕλκη αὐτοῦ. 22 Ἐγένετο δὲ ἀποθανεῖν τὸν πτωχόν, καὶ ἀπενεχθῆναι αὐτὸν ὑπὸ τῶν ἀγγέλων εἰς τὸν κόλπον *Ἀβραάμ· ἀπέθανεν δὲ καὶ πλούσιος, καὶ ἐτάφη. 23 Καὶ ἐν τῷ ᾍδῃ ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ, ὑπάρχων ἐν βασάνοις, ὁρᾷ *τὸνἈβραὰμ ἀπὸ μακρόθεν, καὶ Λάζαρον ἐν τοῖς κόλποις αὐτοῦ. 24 Καὶ αὐτὸς φωνήσας εἶπεν, Πάτερ Ἀβραάμ, ἐλέησόν με, καὶ πέμψον Λάζαρον, ἵνα βάψῃ τὸ ἄκρον τοῦ δακτύλου αὐτοῦ ὕδατος, καὶ καταψύξῃ τὴν γλῶσσάν μου· ὅτι ὀδυνῶμαι ἐν τῇ φλογὶ ταύτῃ. 25 Εἶπεν δὲ Ἀβραάμ, Τέκνον, μνήσθητι ὅτι ἀπέλαβες *σὺτὰ ἀγαθά σου ἐν τῇ ζωῇ σου, καὶ Λάζαρος ὁμοίως τὰ κακά· νῦν δὲ *ὧδεπαρακαλεῖται, σὺ δὲ ὀδυνᾶσαι. 26 Καὶ *ἐπὶπᾶσιν τούτοις, μεταξὺ ἡμῶν καὶ ὑμῶν χάσμα μέγα ἐστήρικται, ὅπως οἱ θέλοντες διαβῆναι *2ἔνθενπρὸς ὑμᾶς μὴ δύνωνται, μηδὲ *οἱἐκεῖθεν πρὸς ἡμᾶς διαπερῶσιν. 27 Εἶπεν δέ, Ἐρωτῶ *οὖν σε,⸊ πάτερ, ἵνα πέμψῃς αὐτὸν εἰς τὸν οἶκον τοῦ πατρός μου, 28 ἔχω γὰρ πέντε ἀδελφούς, ὅπως διαμαρτύρηται αὐτοῖς, ἵνα μὴ καὶ αὐτοὶ ἔλθωσιν εἰς τὸν τόπον τοῦτον τῆς βασάνου. 29 Λέγει **αὐτῷἈβραάμ, Ἔχουσιν Μωσέα καὶ τοὺς προφήτας· ἀκουσάτωσαν αὐτῶν. 30  δὲ εἶπεν, Οὐχί, πάτερ Ἀβραάμ· ἀλλἐάν τις ἀπὸ νεκρῶν πορευθῇ πρὸς αὐτούς, μετανοήσουσιν. 31 Εἶπεν δὲ αὐτῷ, Εἰ Μωσέως καὶ τῶν προφητῶν οὐκ ἀκούουσιν, οὐδέ, ἐάν τις ἐκ νεκρῶν ἀναστῇ, πεισθήσονται.
* 16:1 ⸋ αὐτοῦ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 16:2 ⸂ δυνήσῃ RP f 35 TR ¦ δύνῃ TNT2 WH NA NIV SBL * 16:4 ⸆ – RP f 35 TR ¦ ἐκ TNT2 WH NA NIV SBL * 16:4 ⸂ αὐτῶν RP f 35 TR NA27+28 NIV ¦ ἑαυτῶν TNT2 WH NA25 SBL * 16:6 ⸂ Ὁ δὲ … Καὶ RP f 35 TR ¦ Ὁ δὲ … Ὁ δὲ TNT2 WH NA NIV SBL * 16:6 ⸂2 τὸ γράμμα RP f 35 TR ¦ τὰ γράμματα TNT2 WH NA NIV SBL * 16:7 ⸋ Καὶ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 16:7 ⸂ τὸ γράμμα RP f 35 TR ¦ τὰ γράμματα TNT2 WH NA NIV SBL * 16:9 ⸉ Ποιήσατε ἑαυτοῖς RP f 35 TR TNT2 ¦ Ἑαυτοῖς ποιήσατε WH NA NIV SBL * 16:9 ⸂ ἐκλίπητε RP TR ¦ ἐκλείπητε f 35 ¦ ἐκλίπῃ TNT2 WH NA NIV SBL * 16:12 ⸂ ὑμέτερον RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ ἡμέτερον WH NA25 * 16:12 ⸉ ὑμῖν δώσει RP f 35 TR NA27+28 NIV ¦ δώσει ὑμῖν TNT2 WH NA25 SBL * 16:14 ⸋ καὶ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 16:15 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ ἐστιν TR * 16:16 ⸂ ἕως RP f 35 TR ¦ μέχρι TNT2 WH NA NIV SBL * 16:18 ⸂ Πᾶς ὁ ἀπολύων … πᾶς ὁ ἀπολελυμένην RP f 35 TR ¦ Πᾶς ὁ ἀπολύων … ὁ ἀπολελυμένην TNT2 WH NA NIV SBL * 16:20 ⸋ ἦν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 16:20 ⸋2 ὃς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 16:21 ⸋ τῶν ψιχίων RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL * 16:21 ⸂ ἀπέλειχον RP f 35 TR ¦ ἐπέλειχον TNT2 WH NA NIV SBL * 16:22 ⸆ – RP TNT2 WH NA NIV SBL ¦ τοῦ f 35 TR * 16:23 ⸋ τὸν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 16:25 ⸋ σὺ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 16:25 ⸂ ὧδε RP TNT2 WH NA NIV SBL ¦ ὅδε f 35 TR * 16:26 ⸂ ἐπὶ RP f 35 TR TNT2 ¦ ἐν WH NA NIV SBL * 16:26 ⸂2 ἔνθεν RP f 35 TNT2 WH NA NIV SBL ¦ ἐντεῦθεν TR * 16:26 ⸋ οἱ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 16:27 ⸉ οὖν σε RP f 35 TR ¦ σε οὖν TNT2 WH NA NIV SBL * 16:29 ⸆ – RP f 35 TR ¦ δὲ TNT2 WH NA NIV SBL * 16:29 ⸋ αὐτῷ RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL