5
Ἐγένετο δὲ ἐν τῷ τὸν ὄχλον ἐπικεῖσθαι αὐτῷ **τοῦἀκούειν τὸν λόγον τοῦ θεοῦ, καὶ αὐτὸς ἦν ἑστὼς *παρὰτὴν λίμνην Γεννησαρέτ· καὶ εἶδεν *δύο πλοῖαἑστῶτα παρὰ τὴν λίμνην· οἱ δὲ ἁλιεῖς *ἀποβάντες ἀπαὐτῶν*2ἀπέπλυναντὰ δίκτυα. Ἐμβὰς δὲ εἰς ἓν τῶν πλοίων, ἦν *τοῦΣίμωνος, ἠρώτησεν αὐτὸν ἀπὸ τῆς γῆς ἐπαναγαγεῖν ὀλίγον. *Καὶ καθίσας*ἐδίδασκεν ἐκ τοῦ πλοίουτοὺς ὄχλους. Ὡς δὲ ἐπαύσατο λαλῶν, εἶπεν πρὸς τὸν Σίμωνα, Ἐπανάγαγε εἰς τὸ βάθος, καὶ χαλάσατε τὰ δίκτυα ὑμῶν εἰς ἄγραν. Καὶ ἀποκριθεὶς *Σίμων εἶπεν *2αὐτῷ,⸌ Ἐπιστάτα, διὅλης *3τῆςνυκτὸς κοπιάσαντες οὐδὲν ἐλάβομεν· ἐπὶ δὲ τῷ ῥήματί σου χαλάσω *τὸ δίκτυον.⸃ Καὶ τοῦτο ποιήσαντες, συνέκλεισαν *πλῆθος ἰχθύωνπολύ· διερρήγνυτο δὲ *τὸ δίκτυοναὐτῶν· καὶ κατένευσαν τοῖς μετόχοις *τοῖςἐν τῷ ἑτέρῳ πλοίῳ, τοῦ ἐλθόντας συλλαβέσθαι αὐτοῖς· καὶ ἦλθον καὶ ἔπλησαν ἀμφότερα τὰ πλοῖα, ὥστε βυθίζεσθαι αὐτά. Ἰδὼν δὲ Σίμων Πέτρος προσέπεσεν τοῖς γόνασιν *Ἰησοῦ, λέγων, Ἔξελθε ἀπἐμοῦ, ὅτι ἀνὴρ ἁμαρτωλός εἰμι, κύριε. Θάμβος γὰρ περιέσχεν αὐτὸν καὶ πάντας τοὺς σὺν αὐτῷ, ἐπὶ τῇ ἄγρᾳ τῶν ἰχθύων *συνέλαβον· 10 ὁμοίως δὲ καὶ Ἰάκωβον καὶ Ἰωάννην, υἱοὺς Ζεβεδαίου, οἳ ἦσαν κοινωνοὶ τῷ Σίμωνι. Καὶ εἶπεν πρὸς τὸν Σίμωνα *Ἰησοῦς, Μὴ φοβοῦ· ἀπὸ τοῦ νῦν ἀνθρώπους ἔσῃ ζωγρῶν. 11 Καὶ καταγαγόντες τὰ πλοῖα ἐπὶ τὴν γῆν, ἀφέντες *ἅπαντα,⸃ ἠκολούθησαν αὐτῷ.
12 Καὶ ἐγένετο, ἐν τῷ εἶναι αὐτὸν ἐν μιᾷ τῶν πόλεων, καὶ ἰδού, ἀνὴρ πλήρης λέπρας· *καὶ ἰδὼντὸν Ἰησοῦν, πεσὼν ἐπὶ πρόσωπον, ἐδεήθη αὐτοῦ, λέγων, Κύριε, ἐὰν θέλῃς, δύνασαί με καθαρίσαι. 13 Καὶ ἐκτείνας τὴν χεῖρα ἥψατο αὐτοῦ, *εἰπών,⸃ Θέλω, καθαρίσθητι. Καὶ εὐθέως λέπρα ἀπῆλθεν ἀπαὐτοῦ. 14 Καὶ αὐτὸς παρήγγειλεν αὐτῷ μηδενὶ εἰπεῖν· ἀλλὰ ἀπελθὼν δεῖξον σεαυτὸν τῷ ἱερεῖ, καὶ *προσένεγκεπερὶ τοῦ καθαρισμοῦ σου, καθὼς προσέταξεν Μωσῆς, εἰς μαρτύριον αὐτοῖς. 15 Διήρχετο δὲ μᾶλλον λόγος περὶ αὐτοῦ· καὶ συνήρχοντο ὄχλοι πολλοὶ ἀκούειν, καὶ θεραπεύεσθαι *ὑπαὐτοῦἀπὸ τῶν ἀσθενειῶν αὐτῶν. 16 Αὐτὸς δὲ ἦν ὑποχωρῶν ἐν ταῖς ἐρήμοις καὶ προσευχόμενος.
17 Καὶ ἐγένετο ἐν μιᾷ τῶν ἡμερῶν, καὶ αὐτὸς ἦν διδάσκων· καὶ ἦσαν καθήμενοι Φαρισαῖοι καὶ νομοδιδάσκαλοι, οἳ ἦσαν ἐληλυθότες ἐκ πάσης κώμης τῆς Γαλιλαίας καὶ Ἰουδαίας καὶ Ἱερουσαλήμ· καὶ δύναμις κυρίου ἦν εἰς τὸ ἰᾶσθαι *αὐτούς.⸃ 18 Καὶ ἰδού, ἄνδρες φέροντες ἐπὶ κλίνης ἄνθρωπον ὃς ἦν παραλελυμένος, καὶ ἐζήτουν αὐτὸν εἰσενεγκεῖν καὶ θεῖναι *ἐνώπιον αὐτοῦ· 19 καὶ μὴ εὑρόντες *ποίαςεἰσενέγκωσιν αὐτὸν διὰ τὸν ὄχλον, ἀναβάντες ἐπὶ τὸ δῶμα, διὰ τῶν κεράμων καθῆκαν αὐτὸν σὺν τῷ κλινιδίῳ εἰς τὸ μέσον ἔμπροσθεν τοῦ Ἰησοῦ. 20 Καὶ ἰδὼν τὴν πίστιν αὐτῶν, εἶπεν *αὐτῷ,⸌ Ἄνθρωπε, ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου. 21 Καὶ ἤρξαντο διαλογίζεσθαι οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι, λέγοντες, Τίς ἐστιν οὗτος ὃς λαλεῖ βλασφημίας; Τίς δύναται *ἀφιέναι ἁμαρτίας,⸊ εἰ μὴ μόνος θεός; 22 Ἐπιγνοὺς δὲ Ἰησοῦς τοὺς διαλογισμοὺς αὐτῶν ἀποκριθεὶς εἶπεν πρὸς αὐτούς, Τί διαλογίζεσθε ἐν ταῖς καρδίαις ὑμῶν; 23 Τί ἐστιν εὐκοπώτερον, εἰπεῖν, Ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου, εἰπεῖν, *Ἔγειραικαὶ περιπάτει; 24 Ἵνα δὲ εἰδῆτε ὅτι *ἐξουσίαν ἔχει υἱὸς τοῦ ἀνθρώπουἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίαςεἶπεν τῷ παραλελυμένῳΣοὶ λέγω, *ἔγειραι,⸃ καὶ ἄρας τὸ κλινίδιόν σου, πορεύου εἰς τὸν οἶκόν σου. 25 Καὶ παραχρῆμα ἀναστὰς ἐνώπιον αὐτῶν, ἄρας ἐφ*κατέκειτο, ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ, δοξάζων τὸν θεόν. 26 Καὶ ἔκστασις ἔλαβεν ἅπαντας, καὶ ἐδόξαζον τὸν θεόν, καὶ ἐπλήσθησαν φόβου, λέγοντες ὅτι Εἴδομεν παράδοξα σήμερον.
27 Καὶ μετὰ ταῦτα ἐξῆλθεν, καὶ ἐθεάσατο τελώνην, ὀνόματι Λευΐν, καθήμενον ἐπὶ τὸ τελώνιον, καὶ εἶπεν αὐτῷ, Ἀκολούθει μοι. 28 Καὶ καταλιπὼν *ἅπαντα,⸃ ἀναστὰς *2ἠκολούθησεναὐτῷ. 29 Καὶ ἐποίησεν δοχὴν μεγάλην *Λευῒς αὐτῷ ἐν τῇ οἰκίᾳ αὐτοῦ· καὶ ἦν ὄχλος *τελωνῶν πολύς,⸊ καὶ ἄλλων οἳ ἦσαν μεταὐτῶν κατακείμενοι. 30 Καὶ ἐγόγγυζον *οἱ γραμματεῖς αὐτῶν καὶ οἱ Φαρισαῖοιπρὸς τοὺς μαθητὰς αὐτοῦ, λέγοντες, Διὰ τί μετὰ *τῶντελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίετε καὶ πίνετε; 31 Καὶ ἀποκριθεὶς Ἰησοῦς εἶπεν πρὸς αὐτούς, Οὐ χρείαν ἔχουσιν οἱ ὑγιαίνοντες ἰατροῦ, ἀλλοἱ κακῶς ἔχοντες. 32 Οὐκ ἐλήλυθα καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν. 33 Οἱ δὲ εἶπον πρὸς αὐτόν, *Διὰ τί οἱ μαθηταὶ Ἰωάννου νηστεύουσιν πυκνά, καὶ δεήσεις ποιοῦνται, ὁμοίως καὶ οἱ τῶν Φαρισαίων· οἱ δὲ σοὶ ἐσθίουσιν καὶ πίνουσιν;⸃ 34  * δὲεἶπεν πρὸς αὐτούς, Μὴ δύνασθε τοὺς υἱοὺς τοῦ νυμφῶνος, ἐν νυμφίος μεταὐτῶν ἐστιν, ποιῆσαι *2νηστεύειν;⸃ 35 Ἐλεύσονται δὲ ἡμέραι, *καὶὅταν ἀπαρθῇ ἀπαὐτῶν νυμφίος, τότε νηστεύσουσιν ἐν ἐκείναις ταῖς ἡμέραις. 36 Ἔλεγεν δὲ καὶ παραβολὴν πρὸς αὐτοὺς ὅτι Οὐδεὶς ἐπίβλημα *ἱματίου καινοῦ *2 ἐπιβάλλει ἐπὶ ἱμάτιον παλαιόν· εἰ δὲ μήγε, καὶ τὸ καινὸν *σχίζει,⸃ καὶ τῷ παλαιῷ οὐ *2συμφωνεῖ*3 τὸ ἀπὸ τοῦ καινοῦ. 37 Καὶ οὐδεὶς βάλλει οἶνον νέον εἰς ἀσκοὺς παλαιούς· εἰ δὲ μήγε, ῥήξει * νέος οἶνοςτοὺς ἀσκούς, καὶ αὐτὸς ἐκχυθήσεται, καὶ οἱ ἀσκοὶ ἀπολοῦνται. 38 Ἀλλὰ οἶνον νέον εἰς ἀσκοὺς καινοὺς βλητέον, *καὶ ἀμφότεροι συντηροῦνται.⸌ 39  *Καὶοὐδεὶς πιὼν παλαιὸν *2εὐθέωςθέλει νέον· λέγει γάρ, παλαιὸς *χρηστότερόςἐστιν.
* 5:1 ⸆ – RP f 35 TR ¦ καὶ TNT2 WH NA NIV SBL * 5:1 ⸋ τοῦ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 5:1 ⸂ παρὰ RP TR TNT2 WH NA NIV SBL ¦ περὶ f 35 * 5:2 ⸂ δύο πλοῖα RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ πλοῖα δύο WH ¦ δύο πλοιάρια NA25 * 5:2 ⸉ ἀποβάντες ἀπ᾽ αὐτῶν RP f 35 TR ¦ ἀπ᾽ αὐτῶν ἀποβάντες TNT2 WH NA NIV SBL * 5:2 ⸂2 ἀπέπλυναν RP f 35 TR ¦ ἔπλυνον TNT2 WH NA NIV SBL * 5:3 ⸋ τοῦ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 5:3 ⸂ Καὶ καθίσας RP f 35 TR TNT2 ¦ Καθίσας δὲ WH NA NIV SBL * 5:3 ⸉ ἐδίδασκεν ἐκ τοῦ πλοίου RP f 35 TR TNT2 ¦ ἐκ τοῦ πλοίου ἐδίδασκεν WH NA NIV SBL * 5:5 ⸋ ὁ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 5:5 ⸋2 αὐτῷ RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL * 5:5 ⸋3 τῆς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 5:5 ⸂ τὸ δίκτυον RP f 35 TR ¦ τὰ δίκτυα TNT2 WH NA NIV SBL * 5:6 ⸉ πλῆθος ἰχθύων RP f 35 TNT2 WH NA NIV SBL ¦ ἰχθύων πλῆθος TR * 5:6 ⸂ τὸ δίκτυον RP f 35 TR ¦ τὰ δίκτυα TNT2 WH NA NIV SBL * 5:7 ⸋ τοῖς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 5:8 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ τοῦ TR * 5:9 ⸂ ᾗ RP f 35 TR NA25 ¦ ὧν TNT2 WH NA27+28 NIV SBL * 5:10 ⸋ ὁ RP f 35 TR TNT2 NA NIV SBL ¦ – WH * 5:11 ⸂ ἅπαντα RP f 35 TR ¦ πάντα TNT2 WH NA NIV SBL * 5:12 ⸂ καὶ ἰδὼν RP f 35 TR TNT2 SBL ¦ ἰδὼν δὲ WH NA NIV * 5:13 ⸂ εἰπών RP f 35 TR SBL ¦ λέγων TNT2 WH NA NIV * 5:14 ⸂ προσένεγκε RP TR TNT2 WH NA NIV SBL ¦ προσένεγκαι f 35 * 5:15 ⸋ ὑπ᾽ αὐτοῦ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 5:17 ⸂ αὐτούς RP f 35 TR TNT2 ¦ αὐτόν WH NA NIV SBL * 5:18 ⸆ – RP f 35 TR TNT2 SBL ¦ αὐτὸν WH NA NIV * 5:19 ⸂ ποίας RP TNT2 WH NA NIV SBL ¦ πῶς f 35 ¦ διὰ ποίας TR * 5:20 ⸋ αὐτῷ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 5:21 ⸉ ἀφιέναι ἁμαρτίας RP f 35 TR ¦ ἁμαρτίας ἀφιέναι TNT2 WH NA NIV SBL * 5:23 ⸂ Ἔγειραι RP f 35 TR ¦ Ἔγειρε TNT2 WH NA NIV SBL * 5:24 ⸉ ἐξουσίαν ἔχει ὁ υἱὸς τοῦ ἀνθρώπου RP f 35 TR ¦ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐξουσίαν ἔχει TNT2 WH NA NIV SBL * 5:24 ⸂ ἔγειραι RP f 35 TR ¦ ἔγειρε TNT2 WH NA NIV SBL * 5:25 ⸂ ὃ RP TNT2 WH NA NIV SBL ¦ ᾧ f 35 TR * 5:28 ⸂ ἅπαντα RP f 35 TR ¦ πάντα TNT2 WH NA NIV SBL * 5:28 ⸂2 ἠκολούθησεν RP f 35 TR ¦ ἠκολούθει TNT2 WH NA NIV SBL * 5:29 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ ὁ TR * 5:29 ⸉ τελωνῶν πολύς RP f 35 TR ¦ πολύς τελωνῶν TNT2 WH NA NIV SBL * 5:30 ⸉ οἱ γραμματεῖς αὐτῶν καὶ οἱ Φαρισαῖοι RP f 35 TR ¦ οἱ Φαρισαῖοι καὶ οἱ γραμματεῖς αὐτῶν TNT2 WH NA NIV SBL * 5:30 ⸋ τῶν RP f 35 TNT2 WH NA NIV SBL ¦ – TR * 5:33 ⸂ Διὰ τί οἱ μαθηταὶ … ἐσθίουσιν καὶ πίνουσιν; RP f 35 TR TNT2 ¦ Οἱ μαθηταὶ … ἐσθίουσιν καὶ πίνουσιν. WH NA NIV SBL * 5:34 ⸂ Ὁ δὲ RP f 35 TR SBL ¦ Ὁ δὲ Ἰησοῦς TNT2 WH NA NIV * 5:34 ⸂2 νηστεύειν RP f 35 TR ¦ νηστεῦσαι TNT2 WH NA NIV SBL * 5:35 ⸋ καὶ RP TR TNT2 WH NA NIV SBL ¦ – f 35 * 5:36 ⸆ – RP f 35 TR ¦ ἀπὸ TNT2 WH NA NIV SBL * 5:36 ⸆2 – RP f 35 TR ¦ σχίσας TNT2 WH NA NIV SBL * 5:36 ⸂ σχίζει RP f 35 TR ¦ σχίσει TNT2 WH NA NIV SBL * 5:36 ⸂2 συμφωνεῖ RP f 35 TR ¦ συμφωνήσει TNT2 WH NA NIV SBL * 5:36 ⸆3 – RP f 35 ¦ ἐπίβλημα TR ¦ τὸ ἐπίβλημα TNT2 WH NA NIV SBL * 5:37 ⸂ ὁ νέος οἶνος RP f 35 TR ¦ ὁ οἶνος ὁ νέος TNT2 WH NA NIV SBL * 5:38 ⸋ καὶ ἀμφότεροι συντηροῦνται RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL * 5:39 ⸋ Καὶ RP f 35 TR TNT2 NA NIV SBL ¦ – WH * 5:39 ⸋2 εὐθέως RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 5:39 ⸂ χρηστότερός RP f 35 TR NIV73 ¦ χρηστός TNT2 WH NA NIV11 SBL