10
Κἀκεῖθεν ἀναστὰς ἔρχεται εἰς τὰ ὅρια τῆς Ἰουδαίας *διὰ τοῦ πέραντοῦ Ἰορδάνου· καὶ συμπορεύονται πάλιν ὄχλοι πρὸς αὐτόν· καί, ὡς εἰώθει, πάλιν ἐδίδασκεν αὐτούς. Καὶ *προσελθόντες Φαρισαῖοι*2ἐπηρώτησαναὐτόν, Εἰ ἔξεστιν ἀνδρὶ γυναῖκα ἀπολῦσαι, πειράζοντες αὐτόν. δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς, Τί ὑμῖν ἐνετείλατο Μωσῆς; Οἱ δὲ εἶπον, *Μωσῆς ἐπέτρεψενβιβλίον ἀποστασίου γράψαι, καὶ ἀπολῦσαι. *Καὶ ἀποκριθεὶς Ἰησοῦςεἶπεν αὐτοῖς, Πρὸς τὴν σκληροκαρδίαν ὑμῶν ἔγραψεν ὑμῖν τὴν ἐντολὴν ταύτην· ἀπὸ δὲ ἀρχῆς κτίσεως, ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτοὺς * θεός.⸌ Ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα· *καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ,⸌ καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν. Ὥστε οὐκέτι εἰσὶν δύο, ἀλλὰ *μία σάρξ.⸊ οὖν θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χωριζέτω. 10 Καὶ *ἐν τῇ οἰκίᾳπάλιν οἱ μαθηταὶ *αὐτοῦπερὶ *2τοῦ αὐτοῦ*3ἐπηρώτησαναὐτόν. 11 Καὶ λέγει αὐτοῖς, Ὃς *ἐὰνἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ καὶ γαμήσῃ ἄλλην, μοιχᾶται ἐπαὐτήν· 12 καὶ *ἐὰν γυνὴ ἀπολύσῃ τὸν ἄνδρα αὐτῆς καὶ γαμηθῇ ἄλλῳ,⸃ μοιχᾶται.
13 Καὶ προσέφερον αὐτῷ παιδία ἵνα *ἅψηται αὐτῶν·⸊ οἱ δὲ μαθηταὶ *ἐπετίμων τοῖς προσφέρουσιν.⸃ 14 Ἰδὼν δὲ Ἰησοῦς ἠγανάκτησεν, καὶ εἶπεν αὐτοῖς, Ἄφετε τὰ παιδία ἔρχεσθαι πρός με· *μὴ κωλύετε αὐτά· τῶν γὰρ τοιούτων ἐστὶν βασιλεία τοῦ θεοῦ. 15 Ἀμὴν λέγω ὑμῖν, ὃς *ἐὰνμὴ δέξηται τὴν βασιλείαν τοῦ θεοῦ ὡς παιδίον, οὐ μὴ εἰσέλθῃ εἰς αὐτήν. 16 Καὶ ἐναγκαλισάμενος αὐτά, *τιθεὶς τὰς χεῖρας ἐπαὐτά, εὐλόγει αὐτά.⸃
17 Καὶ ἐκπορευομένου αὐτοῦ εἰς ὁδόν, προσδραμὼν *εἷςκαὶ γονυπετήσας αὐτὸν ἐπηρώτα αὐτόν, Διδάσκαλε ἀγαθέ, τί ποιήσω ἵνα ζωὴν αἰώνιον κληρονομήσω; 18  δὲ Ἰησοῦς εἶπεν αὐτῷ, Τί με λέγεις ἀγαθόν; Οὐδεὶς ἀγαθός, εἰ μὴ εἷς, θεός. 19 Τὰς ἐντολὰς οἶδας, *Μὴ μοιχεύσῃς, μὴ φονεύσῃς,⸊ μὴ κλέψῃς, μὴ ψευδομαρτυρήσῃς, μὴ ἀποστερήσῃς, τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα. 20  δὲ *ἀποκριθεὶς*εἶπεναὐτῷ, Διδάσκαλε, ταῦτα πάντα ἐφυλαξάμην ἐκ νεότητός μου. 21  δὲ Ἰησοῦς ἐμβλέψας αὐτῷ ἠγάπησεν αὐτόν, καὶ εἶπεν αὐτῷ, Ἕν *σοιὑστερεῖ· ὕπαγε, ὅσα ἔχεις πώλησον, καὶ δὸς *πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανῷ· καὶ δεῦρο, ἀκολούθει μοι, *ἄρας τὸν σταυρόν.⸌ 22  δὲ στυγνάσας ἐπὶ τῷ λόγῳ ἀπῆλθεν λυπούμενος· ἦν γὰρ ἔχων κτήματα πολλά. 23 Καὶ περιβλεψάμενος Ἰησοῦς λέγει τοῖς μαθηταῖς αὐτοῦ, Πῶς δυσκόλως οἱ τὰ χρήματα ἔχοντες εἰς τὴν βασιλείαν τοῦ θεοῦ εἰσελεύσονται. 24 Οἱ δὲ μαθηταὶ ἐθαμβοῦντο ἐπὶ τοῖς λόγοις αὐτοῦ. δὲ Ἰησοῦς πάλιν ἀποκριθεὶς λέγει αὐτοῖς, Τέκνα, πῶς δύσκολόν ἐστιν *τοὺς πεποιθότας ἐπὶ χρήμασινεἰς τὴν βασιλείαν τοῦ θεοῦ εἰσελθεῖν. 25 Εὐκοπώτερόν *ἐστιν κάμηλον διὰ *τῆς τρυμαλιᾶς τῆς ῥαφίδος*2εἰσελθεῖν,⸃ πλούσιον εἰς τὴν βασιλείαν τοῦ θεοῦ εἰσελθεῖν. 26 Οἱ δὲ περισσῶς ἐξεπλήσσοντο, λέγοντες πρὸς *ἑαυτούς,⸃ Καὶ τίς δύναται σωθῆναι; 27 Ἐμβλέψας *δὲαὐτοῖς Ἰησοῦς λέγει, Παρὰ ἀνθρώποις ἀδύνατον, ἀλλοὐ παρὰ *θεῷ· πάντα γὰρ δυνατά *ἐστινπαρὰ τῷ θεῷ. 28  *Ἤρξατο* Πέτρος λέγειναὐτῷ, Ἰδού, ἡμεῖς ἀφήκαμεν πάντα, καὶ *2ἠκολουθήσαμένσοι. 29  *Ἀποκριθεὶς Ἰησοῦς εἶπεν,⸃ Ἀμὴν λέγω ὑμῖν, οὐδείς ἐστιν ὃς ἀφῆκεν οἰκίαν, ἀδελφούς, ἀδελφάς, * πατέρα, μητέρα,⸊ * γυναῖκα,⸌ τέκνα, ἀγρούς, ἕνεκεν ἐμοῦ καὶ *2ἕνεκεντοῦ εὐαγγελίου, 30 ἐὰν μὴ λάβῃ ἑκατονταπλασίονα νῦν ἐν τῷ καιρῷ τούτῳ, οἰκίας καὶ ἀδελφοὺς καὶ ἀδελφὰς καὶ *μητέραςκαὶ τέκνα καὶ ἀγρούς, μετὰ διωγμῶν, καὶ ἐν τῷ αἰῶνι τῷ ἐρχομένῳ ζωὴν αἰώνιον. 31 Πολλοὶ δὲ ἔσονται πρῶτοι ἔσχατοι, καὶ *ἔσχατοι πρῶτοι.
32 Ἦσαν δὲ ἐν τῇ ὁδῷ ἀναβαίνοντες εἰς Ἱεροσόλυμα· καὶ ἦν προάγων αὐτοὺς Ἰησοῦς, καὶ ἐθαμβοῦντο, *καὶἀκολουθοῦντες ἐφοβοῦντο. Καὶ παραλαβὼν πάλιν τοὺς δώδεκα, ἤρξατο αὐτοῖς λέγειν τὰ μέλλοντα αὐτῷ συμβαίνειν· 33 ὅτι Ἰδού, ἀναβαίνομεν εἰς Ἱεροσόλυμα, καὶ υἱὸς τοῦ ἀνθρώπου παραδοθήσεται *τοῖς ἀρχιερεῦσιν καὶ γραμματεῦσιν,⸃ καὶ κατακρινοῦσιν αὐτὸν θανάτῳ, καὶ παραδώσουσιν αὐτὸν τοῖς ἔθνεσιν, 34 καὶ ἐμπαίξουσιν αὐτῷ, *καὶ μαστιγώσουσιν αὐτόν, καὶ ἐμπτύσουσιν αὐτῷ,⸊ καὶ ἀποκτενοῦσιν *αὐτόν·⸌ καὶ *τῇ τρίτῃ ἡμέρᾳἀναστήσεται.
35 Καὶ προσπορεύονται αὐτῷ Ἰάκωβος καὶ Ἰωάννης οἱ *υἱοὶ Ζεβεδαίου, λέγοντες, *2 Διδάσκαλε, θέλομεν ἵνα ἐὰν αἰτήσωμεν, *3 ποιήσῃς ἡμῖν. 36  δὲ εἶπεν αὐτοῖς, Τί θέλετε *ποιῆσαί μεὑμῖν; 37 Οἱ δὲ εἶπον αὐτῷ, Δὸς ἡμῖν, ἵνα *εἷς ἐκ δεξιῶν σου καὶ εἷς ἐξ εὐωνύμων σουκαθίσωμεν ἐν τῇ δόξῃ σου. 38  δὲ Ἰησοῦς εἶπεν αὐτοῖς, Οὐκ οἴδατε τί αἰτεῖσθε. Δύνασθε πιεῖν τὸ ποτήριον ἐγὼ πίνω, *καὶτὸ βάπτισμα ἐγὼ βαπτίζομαι βαπτισθῆναι; 39 Οἱ δὲ εἶπον αὐτῷ, Δυνάμεθα. δὲ Ἰησοῦς εἶπεν αὐτοῖς, Τὸ *μὲνποτήριον ἐγὼ πίνω πίεσθε· καὶ τὸ βάπτισμα ἐγὼ βαπτίζομαι βαπτισθήσεσθε· 40 τὸ δὲ καθίσαι *ἐκ δεξιῶν μου καὶ ἐξ εὐωνύμωνοὐκ ἔστιν ἐμὸν δοῦναι, ἀλλοἷς ἡτοίμασται. 41 Καὶ ἀκούσαντες οἱ δέκα ἤρξαντο ἀγανακτεῖν περὶ Ἰακώβου καὶ Ἰωάννου. 42  * δὲ Ἰησοῦς προσκαλεσάμενος αὐτοὺςλέγει αὐτοῖς, Οἴδατε ὅτι οἱ δοκοῦντες ἄρχειν τῶν ἐθνῶν κατακυριεύουσιν αὐτῶν· καὶ οἱ μεγάλοι αὐτῶν κατεξουσιάζουσιν αὐτῶν. 43 Οὐχ οὕτως δὲ *ἔσταιἐν ὑμῖν· ἀλλὃς *2ἐὰνθέλῃ *γενέσθαι μέγαςἐν ὑμῖν, ἔσται *2ὑμῶν διάκονος·⸊ 44 καὶ ὃς *ἐὰνθέλῃ *2ὑμῶν γενέσθαιπρῶτος, ἔσται πάντων δοῦλος. 45 Καὶ γὰρ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθεν διακονηθῆναι, ἀλλὰ διακονῆσαι, καὶ δοῦναι τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν.
46 Καὶ ἔρχονται εἰς Ἰεριχώ· καὶ ἐκπορευομένου αὐτοῦ ἀπὸ Ἰεριχώ, καὶ τῶν μαθητῶν αὐτοῦ, καὶ ὄχλου ἱκανοῦ, *υἱὸς Τιμαίου *Βαρτίμαιος τυφλὸς ἐκάθητο παρὰ τὴν ὁδὸν προσαιτῶν.⸃ 47 Καὶ ἀκούσας ὅτι Ἰησοῦς Ναζωραῖός ἐστιν, ἤρξατο κράζειν καὶ λέγειν, * υἱὸςΔαυίδ, Ἰησοῦ, ἐλέησόν με. 48 Καὶ ἐπετίμων αὐτῷ πολλοί, ἵνα σιωπήσῃ· δὲ πολλῷ μᾶλλον ἔκραζεν, Υἱὲ Δαυίδ, ἐλέησόν με. 49 Καὶ στὰς Ἰησοῦς εἶπεν *αὐτὸν φωνηθῆναι·⸃ καὶ φωνοῦσιν τὸν τυφλόν, λέγοντες αὐτῷ, Θάρσει· *2ἔγειραι,⸃ φωνεῖ σε. 50  δὲ ἀποβαλὼν τὸ ἱμάτιον αὐτοῦ *ἀναστὰςἦλθεν πρὸς τὸν Ἰησοῦν. 51  *Καὶ ἀποκριθεὶς λέγει αὐτῷ Ἰησοῦς,⸃ Τί *θέλεις ποιήσω σοί;⸊ δὲ τυφλὸς εἶπεν αὐτῷ, Ῥαββουνί, ἵνα ἀναβλέψω. 52  * δὲἸησοῦς εἶπεν αὐτῷ, Ὕπαγε· πίστις σου σέσωκέν σε. Καὶ *2εὐθέωςἀνέβλεψεν, καὶ *3ἠκολούθει τῷ Ἰησοῦἐν τῇ ὁδῷ.
* 10:1 ⸂ διὰ τοῦ πέραν RP f 35 TR ¦ καὶ πέραν TNT2 WH NA NIV SBL * 10:2 ⸂ προσελθόντες Φαρισαῖοι RP f 35 TNT2 WH NA NIV ¦ προσελθόντες οἱ Φαρισαῖοι TR ¦ – SBL * 10:2 ⸂2 ἐπηρώτησαν RP f 35 TR ¦ ἐπηρώτων TNT2 WH NA NIV SBL * 10:4 ⸉ Μωσῆς ἐπέτρεψεν RP f 35 ¦ Μωσῆς ἐπέτρεψε TR ¦ Ἐπέτρεψεν Μωϋσῆς TNT2 WH NA NIV SBL * 10:5 ⸂ Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς RP f 35 TR ¦ Ὁ δὲ Ἰησοῦς TNT2 WH NA NIV SBL * 10:6 ⸋ ὁ θεός RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 10:7 ⸋ καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ – WH NA25 * 10:8 ⸉ μία σάρξ RP TR TNT2 WH NA NIV SBL ¦ σὰρξ μία f 35 * 10:10 ⸂ ἐν τῇ οἰκίᾳ RP f 35 TR ¦ εἰς τὴν οἰκίαν TNT2 WH NA NIV SBL * 10:10 ⸋ αὐτοῦ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 10:10 ⸂2 τοῦ αὐτοῦ RP f 35 TR ¦ τούτου TNT2 WH NA NIV SBL * 10:10 ⸂3 ἐπηρώτησαν RP f 35 TR TNT2 ¦ ἐπηρώτων WH NA NIV SBL * 10:11 ⸂ ἐὰν RP f 35 TR ¦ ἂν TNT2 WH NA NIV SBL * 10:12 ⸂ ἐὰν γυνὴ ἀπολύσῃ τὸν ἄνδρα αὐτῆς καὶ γαμηθῇ ἄλλῳ RP f 35 TR ¦ ἐὰν αὐτὴ ἀπολύσασα τὸν ἄνδρα αὐτῆς γαμήσῃ ἄλλον TNT2 WH NA NIV SBL * 10:13 ⸉ ἅψηται αὐτῶν RP f 35 TR TNT2 ¦ αὐτῶν ἅψηται WH NA NIV SBL * 10:13 ⸂ ἐπετίμων τοῖς προσφέρουσιν RP f 35 TR TNT2 ¦ ἐπετίμησαν αὐτοῖς WH NA NIV SBL * 10:14 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ καὶ TR * 10:15 ⸂ ἐὰν RP f 35 TR ¦ ἂν TNT2 WH NA NIV SBL * 10:16 ⸂ τιθεὶς τὰς χεῖρας ἐπ᾽ αὐτά, εὐλόγει αὐτά RP f 35 ¦ τιθεὶς τὰς χεῖρας ἐπ᾽ αὐτά, ηὐλόγει αὐτά TR ¦ κατευλόγει τιθεὶς τὰς χεῖρας ἐπ᾽ αὐτά TNT2 WH NA NIV SBL * 10:17 ⸂ εἷς RP TR TNT2 WH NA NIV SBL ¦ τίς f 35 * 10:19 ⸉ Μὴ μοιχεύσῃς, μὴ φονεύσῃς RP f 35 TR TNT2 ¦ Μὴ φονεύσῃς, μὴ μοιχεύσῃς WH NA NIV SBL * 10:20 ⸋ ἀποκριθεὶς RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL * 10:20 ⸂ εἶπεν RP f 35 TR ¦ ἔφη TNT2 WH NA NIV SBL * 10:21 ⸂ σοι RP f 35 TR TNT2 ¦ σε WH NA NIV SBL * 10:21 ⸆ – RP f 35 TNT2 ¦ τοῖς TR WH NA NIV SBL * 10:21 ⸋ ἄρας τὸν σταυρόν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 10:24 ⸂ τοὺς πεποιθότας ἐπὶ χρήμασιν RP f 35 TNT2 ¦ τοὺς πεποιθότας ἐπὶ τοῖς χρήμασιν TR ¦ – WH NA NIV SBL * 10:25 ⸆ – RP TR TNT2 WH NA NIV SBL ¦ γάρ f 35 * 10:25 ⸂ τῆς τρυμαλιᾶς τῆς ῥαφίδος RP TR NA NIV SBL ¦ τρυμαλιᾶς τῆς ῥαφίδος f 35 ¦ τρυμαλιᾶς ῥαφίδος TNT2 WH * 10:25 ⸂2 εἰσελθεῖν RP f 35 TR ¦ διελθεῖν TNT2 WH NA NIV SBL * 10:26 ⸂ ἑαυτούς RP f 35 TR TNT2 NA NIV SBL ¦ αὐτόν WH * 10:27 ⸋ δὲ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 10:27 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ τῷ TR * 10:27 ⸂ ἐστιν RP f 35 ¦ ἐστι TR ¦ – TNT2 WH NA NIV SBL * 10:28 ⸂ Ἤρξατο RP TNT2 WH NA NIV SBL ¦ Ἤρξατο δὲ f 35 ¦ Καὶ ἤρξατο TR * 10:28 ⸉ ὁ Πέτρος λέγειν RP f 35 TR TNT2 ¦ λέγειν ὁ Πέτρος WH NA NIV SBL * 10:28 ⸂2 ἠκολουθήσαμέν RP f 35 TR ¦ ἠκολουθήκαμέν TNT2 WH NA NIV SBL * 10:29 ⸂ Ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν RP TNT2 ¦ Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν f 35 TR ¦ Ἔφη ὁ Ἰησοῦς WH NA NIV SBL * 10:29 ⸉ ἢ πατέρα ἢ μητέρα RP f 35 TR ¦ ἢ μητέρα ἢ πατέρα TNT2 WH NA NIV SBL * 10:29 ⸋ ἢ γυναῖκα RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 10:29 ⸋2 ἕνεκεν RP f 35 TNT2 WH NA NIV SBL ¦ – TR * 10:30 ⸂ μητέρας RP TR WH NA NIV SBL ¦ πατέρα καὶ μητέρα f 35 ¦ μητέρα TNT2 * 10:31 ⸆ – RP f 35 ¦ οἱ TR TNT2 WH NA NIV SBL * 10:32 ⸂ καὶ RP f 35 TR ¦ οἱ δὲ TNT2 WH NA NIV SBL * 10:33 ⸂ τοῖς ἀρχιερεῦσιν καὶ γραμματεῦσιν RP ¦ τοῖς ἀρχιερεῦσιν καὶ τοῖς γραμματεῦσιν f 35 TR TNT2 WH NA NIV SBL * 10:34 ⸉ καὶ μαστιγώσουσιν αὐτόν, καὶ ἐμπτύσουσιν αὐτῷ RP f 35 TR ¦ καὶ ἐμπτύσουσιν αὐτῷ, καὶ μαστιγώσουσιν αὐτόν TNT2 WH NA NIV SBL * 10:34 ⸋ αὐτόν RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL * 10:34 ⸂ τῇ τρίτῃ ἡμέρᾳ RP f 35 TR ¦ μετὰ τρεῖς ἡμέρας TNT2 WH NA NIV SBL * 10:35 ⸆ – RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ δύο WH NA25 * 10:35 ⸆2 – RP f 35 TR ¦ αὐτῷ TNT2 WH NA NIV SBL * 10:35 ⸆3 – RP f 35 TR ¦ σε TNT2 WH NA NIV SBL * 10:36 ⸂ ποιῆσαί με RP f 35 TR ¦ ποιήσω TNT2 WH SBL ¦ με ποιήσω NA NIV * 10:37 ⸂ εἷς ἐκ δεξιῶν σου καὶ εἷς ἐξ εὐωνύμων σου RP f 35 TR ¦ εἷς σου ἐκ δεξιῶν καὶ εἷς ἐξ ἀριστερῶν TNT2 WH NA NIV SBL * 10:38 ⸂ καὶ RP f 35 TR ¦ ἢ TNT2 WH NA NIV SBL * 10:39 ⸋ μὲν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 10:40 ⸂ ἐκ δεξιῶν μου καὶ ἐξ εὐωνύμων RP ¦ ἐκ δεξιῶν μου καὶ ἐξ εὐωνύμων μου f 35 TR ¦ ἐκ δεξιῶν μου ἢ ἐξ εὐωνύμων TNT2 WH NA NIV SBL * 10:42 ⸂ Ὁ δὲ Ἰησοῦς προσκαλεσάμενος αὐτοὺς RP f 35 TR ¦ Καὶ προσκαλεσάμενος αὐτοὺς ὁ Ἰησοῦς TNT2 WH NA NIV SBL * 10:43 ⸂ ἔσται RP f 35 TR ¦ ἐστιν TNT2 WH NA NIV SBL * 10:43 ⸂2 ἐὰν RP f 35 TR ¦ ἂν TNT2 WH NA NIV SBL * 10:43 ⸉ γενέσθαι μέγας RP f 35 TR ¦ μέγας γενέσθαι TNT2 WH NA NIV SBL * 10:43 ⸉2 ὑμῶν διάκονος RP f 35 TNT2 WH NA NIV SBL ¦ διάκονος ὑμῶν TR * 10:44 ⸂ ἐὰν RP f 35 TNT2 ¦ ἂν TR WH NA NIV SBL * 10:44 ⸂2 ὑμῶν γενέσθαι RP f 35 TR ¦ ὑμῶν εἶναι TNT2 ¦ ἐν ὑμῖν εἶναι WH NA NIV SBL * 10:46 ⸆ – RP f 35 TR ¦ ὁ TNT2 WH NA NIV SBL * 10:46 ⸂ Βαρτίμαιος ὁ τυφλὸς ἐκάθητο παρὰ τὴν ὁδὸν προσαιτῶν RP f 35 TR ¦ Βαρτίμαιος, τυφλὸς προσαίτης, ἐκάθητο παρὰ τὴν ὁδόν TNT2 WH NA NIV SBL * 10:47 ⸂ Ὁ υἱὸς RP f 35 TR ¦ Υἱὲ TNT2 WH NA NIV SBL * 10:49 ⸂ Αὐτὸν φωνηθῆναι RP f 35 TR ¦ Φωνήσατε αὐτόν TNT2 WH NA NIV SBL * 10:49 ⸂2 ἔγειραι RP f 35 TR ¦ ἔγειρε TNT2 WH NA NIV SBL * 10:50 ⸂ ἀναστὰς RP f 35 TR ¦ ἀναπηδήσας TNT2 WH NA NIV SBL * 10:51 ⸂ Καὶ ἀποκριθεὶς λέγει αὐτῷ ὁ Ἰησοῦς RP f 35 TR ¦ Καὶ ἀποκριθεὶς αὐτῷ ὁ Ἰησοῦς εἶπεν TNT2 WH NA NIV SBL * 10:51 ⸉ θέλεις ποιήσω σοί RP f 35 TR ¦ σοι θέλεις ποιήσω TNT2 WH NA NIV SBL * 10:52 ⸂ Ὁ δὲ Ἰησοῦς RP f 35 TR TNT2 ¦ Καὶ ὁ Ἰησοῦς WH NA NIV SBL * 10:52 ⸂2 εὐθέως RP f 35 TR ¦ εὐθὺς TNT2 WH NA NIV SBL * 10:52 ⸂3 ἠκολούθει τῷ Ἰησοῦ RP TR ¦ ἠκολούθησεν τῷ Ἰησοῦ f 35 ¦ ἠκολούθει αὐτῷ TNT2 WH NA NIV SBL