12
Καὶ ἤρξατο αὐτοῖς ἐν παραβολαῖς *λέγειν,⸃ Ἀμπελῶνα *ἐφύτευσεν ἄνθρωπος,⸊ καὶ περιέθηκεν φραγμόν, καὶ ὤρυξεν ὑπολήνιον, καὶ ᾠκοδόμησεν πύργον, καὶ ἐξέδοτο αὐτὸν γεωργοῖς, καὶ ἀπεδήμησεν. Καὶ ἀπέστειλεν πρὸς τοὺς γεωργοὺς τῷ καιρῷ δοῦλον, ἵνα παρὰ τῶν γεωργῶν λάβῃ ἀπὸ *τοῦ καρποῦτοῦ ἀμπελῶνος. *Οἱ δὲ λαβόντες αὐτὸνἔδειραν, καὶ ἀπέστειλαν κενόν. Καὶ πάλιν ἀπέστειλεν πρὸς αὐτοὺς ἄλλον δοῦλον· κἀκεῖνον *λιθοβολήσαντεςἐκεφαλαίωσαν, καὶ *ἀπέστειλαν ἠτιμωμένον.⸃ Καὶ *πάλινἄλλον ἀπέστειλεν· κἀκεῖνον ἀπέκτειναν· καὶ πολλοὺς ἄλλους, *τοὺς μὲν δέροντες, τοὺςδὲ ἀποκτένοντες. Ἔτι *οὖν*ἕνα υἱὸν ἔχων ἀγαπητὸν *2αὐτοῦ,⸊⸌ ἀπέστειλεν *3καὶαὐτὸν *2πρὸς αὐτοὺς ἔσχατον,⸊ λέγων ὅτι Ἐντραπήσονται τὸν υἱόν μου. Ἐκεῖνοι δὲ οἱ γεωργοὶ *εἶπον πρὸς ἑαυτοὺςὅτι Οὗτός ἐστιν κληρονόμος· δεῦτε, ἀποκτείνωμεν αὐτόν, καὶ ἡμῶν ἔσται κληρονομία. Καὶ λαβόντες *αὐτὸν ἀπέκτειναν,⸊ καὶ ἐξέβαλον *ἔξω τοῦ ἀμπελῶνος. Τί *οὖνποιήσει κύριος τοῦ ἀμπελῶνος; Ἐλεύσεται καὶ ἀπολέσει τοὺς γεωργούς, καὶ δώσει τὸν ἀμπελῶνα ἄλλοις. 10 Οὐδὲ τὴν γραφὴν ταύτην ἀνέγνωτε, Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας· 11 παρὰ κυρίου ἐγένετο αὕτη, καὶ ἔστιν θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν; 12 Καὶ ἐζήτουν αὐτὸν κρατῆσαι, καὶ ἐφοβήθησαν τὸν ὄχλον· ἔγνωσαν γὰρ ὅτι πρὸς αὐτοὺς τὴν παραβολὴν εἶπεν· καὶ ἀφέντες αὐτὸν ἀπῆλθον.
13 Καὶ ἀποστέλλουσιν πρὸς αὐτόν τινας τῶν Φαρισαίων καὶ τῶν Ἡρῳδιανῶν, ἵνα αὐτὸν ἀγρεύσωσιν λόγῳ. 14  *Οἱ δὲ ἐλθόντεςλέγουσιν αὐτῷ, Διδάσκαλε, οἴδαμεν ὅτι ἀληθὴς εἶ, καὶ οὐ μέλει σοι περὶ οὐδενός· οὐ γὰρ βλέπεις εἰς πρόσωπον ἀνθρώπων, ἀλλἐπἀληθείας τὴν ὁδὸν τοῦ θεοῦ διδάσκεις· ἔξεστιν *κῆνσον Καίσαρι δοῦναι οὔ; 15 Δῶμεν, μὴ δῶμεν; δὲ εἰδὼς αὐτῶν τὴν ὑπόκρισιν εἶπεν αὐτοῖς, Τί με πειράζετε; Φέρετέ μοι δηνάριον, ἵνα ἴδω. 16 Οἱ δὲ ἤνεγκαν. Καὶ λέγει αὐτοῖς, Τίνος εἰκὼν αὕτη καὶ ἐπιγραφή; Οἱ δὲ εἶπον αὐτῷ, Καίσαρος. 17  *Καὶ ἀποκριθεὶς Ἰησοῦςεἶπεν *αὐτοῖς,⸌ *Ἀπόδοτε τὰ ΚαίσαροςΚαίσαρι, καὶ τὰ τοῦ θεοῦ τῷ θεῷ. Καὶ *2ἐθαύμασανἐπαὐτῷ.
18 Καὶ ἔρχονται Σαδδουκαῖοι πρὸς αὐτόν, οἵτινες λέγουσιν ἀνάστασιν μὴ εἶναι· καὶ *ἐπηρώτησαναὐτόν, λέγοντες, 19 Διδάσκαλε, Μωσῆς ἔγραψεν ἡμῖν, ὅτι ἐάν τινος ἀδελφὸς ἀποθάνῃ, καὶ καταλίπῃ γυναῖκα, καὶ *τέκνα μὴ ἀφῇ,⸃ ἵνα λάβῃ ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα *αὐτοῦ,⸌ καὶ ἐξαναστήσῃ σπέρμα τῷ ἀδελφῷ αὐτοῦ· 20 ἑπτὰ ἀδελφοὶ ἦσαν· καὶ πρῶτος ἔλαβεν γυναῖκα, καὶ ἀποθνῄσκων οὐκ ἀφῆκεν σπέρμα· 21 καὶ δεύτερος ἔλαβεν αὐτήν, καὶ ἀπέθανεν, *καὶ οὐδὲ αὐτὸς ἀφῆκενσπέρμα· καὶ τρίτος ὡσαύτως. 22 Καὶ *ἔλαβον αὐτὴν οἱ ἑπτά, καὶοὐκ ἀφῆκαν σπέρμα. *2Ἐσχάτηπάντων *ἀπέθανεν καὶ γυνή.⸊ 23 Ἐν τῇ *ἀναστάσει, *ὅταν ἀναστῶσιν,⸃ τίνος αὐτῶν ἔσται γυνή; Οἱ γὰρ ἑπτὰ ἔσχον αὐτὴν γυναῖκα. 24  *Καὶ ἀποκριθεὶς Ἰησοῦς εἶπεν αὐτοῖς,⸃ Οὐ διὰ τοῦτο πλανᾶσθε, μὴ εἰδότες τὰς γραφάς, μηδὲ τὴν δύναμιν τοῦ θεοῦ; 25 Ὅταν γὰρ ἐκ νεκρῶν ἀναστῶσιν, οὔτε γαμοῦσιν, οὔτε γαμίσκονται, ἀλλεἰσὶν ὡς ἄγγελοι *οἱἐν τοῖς οὐρανοῖς. 26 Περὶ δὲ τῶν νεκρῶν, ὅτι ἐγείρονται, οὐκ ἀνέγνωτε ἐν τῇ βίβλῳ Μωσέως, ἐπὶ *τοῦβάτου, *2ὡςεἶπεν αὐτῷ θεός, λέγων, Ἐγὼ *3 θεὸς Ἀβραάμ, καὶ θεὸς Ἰσαάκ, καὶ θεὸς Ἰακώβ;⸃ 27 Οὐκ ἔστιν *θεὸς νεκρῶν, ἀλλὰ *2θεὸςζώντων· *3ὑμεῖς οὖνπολὺ πλανᾶσθε.
28 Καὶ προσελθὼν εἷς τῶν γραμματέων, ἀκούσας αὐτῶν συζητούντων, *εἰδὼςὅτι καλῶς *αὐτοῖς ἀπεκρίθη,⸊ ἐπηρώτησεν αὐτόν, Ποία ἐστὶν *2πρώτη πάντων ἐντολή;⸃ 29  * δὲ Ἰησοῦς ἀπεκρίθη*αὐτῷὅτι Πρώτη *2πάντωντῶν ἐντολῶν, *Ἄκουε, Ἰσραήλ· κύριος θεὸς *3ἡμῶν,⸃ κύριος εἷς ἐστίν· 30 καὶ ἀγαπήσεις κύριον τὸν θεόν σου ἐξ ὅλης *τῆςκαρδίας σου, καὶ ἐξ ὅλης τῆς ψυχῆς σου, καὶ ἐξ ὅλης τῆς διανοίας σου, καὶ ἐξ ὅλης τῆς ἰσχύος σου. *2Αὕτη πρώτη ἐντολή.⸌ 31  *Καὶδευτέρα *2ὁμοίααὕτη, Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν. Μείζων τούτων ἄλλη ἐντολὴ οὐκ ἔστιν. 32  *Καὶεἶπεν αὐτῷ γραμματεύς, Καλῶς, διδάσκαλε, ἐπἀληθείας εἶπας ὅτι εἷς ἐστιν, *καὶ οὐκ ἔστιν ἄλλος πλὴν αὐτοῦ· 33 καὶ τὸ ἀγαπᾷν αὐτὸν ἐξ ὅλης *τῆςκαρδίας, καὶ ἐξ ὅλης τῆς συνέσεως, *2καὶ ἐξ ὅλης τῆς ψυχῆς,⸌ καὶ ἐξ ὅλης τῆς ἰσχύος, καὶ τὸ ἀγαπᾷν τὸν πλησίον ὡς ἑαυτόν, *πλεῖόνἐστιν πάντων τῶν ὁλοκαυτωμάτων καὶ *θυσιῶν. 34 Καὶ Ἰησοῦς ἰδὼν *αὐτὸνὅτι νουνεχῶς ἀπεκρίθη, εἶπεν αὐτῷ, Οὐ μακρὰν εἶ ἀπὸ τῆς βασιλείας τοῦ θεοῦ. Καὶ οὐδεὶς οὐκέτι ἐτόλμα αὐτὸν ἐπερωτῆσαι. 35 Καὶ ἀποκριθεὶς Ἰησοῦς ἔλεγεν, διδάσκων ἐν τῷ ἱερῷ, Πῶς λέγουσιν οἱ γραμματεῖς ὅτι χριστὸς υἱός *ἐστιν Δαυίδ;⸊ 36 Αὐτὸς *γὰρΔαυὶδ εἶπεν ἐν *πνεύματι ἁγίῳ,⸃ *2Λέγει*2κύριος τῷ κυρίῳ μου, Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου *3ὑποπόδιοντῶν ποδῶν σου. 37 Αὐτὸς *οὖνΔαυὶδ λέγει αὐτὸν κύριον· καὶ πόθεν *υἱὸς αὐτοῦ ἐστιν;⸊ Καὶ πολὺς ὄχλος ἤκουεν αὐτοῦ ἡδέως.
38 Καὶ *ἔλεγεν αὐτοῖς ἐν τῇ διδαχῇ αὐτοῦ,⸃ Βλέπετε ἀπὸ τῶν γραμματέων, τῶν θελόντων ἐν στολαῖς περιπατεῖν, καὶ ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς, 39 καὶ πρωτοκαθεδρίας ἐν ταῖς συναγωγαῖς, καὶ πρωτοκλισίας ἐν τοῖς δείπνοις· 40 οἱ κατεσθίοντες τὰς οἰκίας τῶν χηρῶν, καὶ προφάσει μακρὰ προσευχόμενοι· οὗτοι λήψονται περισσότερον κρίμα.
41 Καὶ καθίσας * Ἰησοῦς*κατέναντιτοῦ γαζοφυλακίου ἐθεώρει πῶς ὄχλος βάλλει χαλκὸν εἰς τὸ γαζοφυλάκιον· καὶ πολλοὶ πλούσιοι *2ἔβαλλονπολλά. 42 Καὶ ἐλθοῦσα μία χήρα πτωχὴ ἔβαλεν λεπτὰ δύο, ἐστιν κοδράντης. 43 Καὶ προσκαλεσάμενος τοὺς μαθητὰς αὐτοῦ, *λέγειαὐτοῖς, Ἀμὴν λέγω ὑμῖν ὅτι χήρα αὕτη πτωχὴ πλεῖον πάντων *2βέβληκεντῶν *3βαλλόντωνεἰς τὸ γαζοφυλάκιον· 44 πάντες γὰρ ἐκ τοῦ περισσεύοντος αὐτοῖς ἔβαλον· αὕτη δὲ ἐκ τῆς ὑστερήσεως αὐτῆς πάντα ὅσα εἶχεν ἔβαλεν, ὅλον τὸν βίον αὐτῆς.
* 12:1 ⸂ λέγειν RP f 35 TR ¦ λαλεῖν TNT2 WH NA NIV SBL * 12:1 ⸉ ἐφύτευσεν ἄνθρωπος RP f 35 TR TNT2 ¦ ἄνθρωπος ἐφύτευσεν WH NA NIV SBL * 12:2 ⸂ τοῦ καρποῦ RP f 35 TR ¦ τῶν καρπῶν TNT2 WH NA NIV SBL * 12:3 ⸂ Οἱ δὲ λαβόντες αὐτὸν RP f 35 TR ¦ Καὶ λαβόντες αὐτὸν TNT2 WH NA NIV SBL * 12:4 ⸋ λιθοβολήσαντες RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 12:4 ⸂ ἀπέστειλαν ἠτιμωμένον RP f 35 TR ¦ ἠτίμησαν TNT2 ¦ ἠτίμασαν WH NA NIV SBL * 12:5 ⸋ πάλιν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 12:5 ⸂ τοὺς … τοὺς RP f 35 TR ¦ οὓς … οὓς TNT2 WH NA NIV SBL * 12:6 ⸋ οὖν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 12:6 ⸉ ἕνα υἱὸν ἔχων ἀγαπητὸν RP f 35 TR ¦ ἕνα εἶχεν, υἱὸν ἀγαπητόν TNT2 WH NA NIV SBL * 12:6 ⸋2 αὐτοῦ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 12:6 ⸋3 καὶ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 12:6 ⸉2 πρὸς αὐτοὺς ἔσχατον RP f 35 TR ¦ ἔσχατον πρὸς αὐτοὺς TNT2 WH NA NIV SBL * 12:7 ⸉ εἶπον πρὸς ἑαυτοὺς RP f 35 TR ¦ πρὸς ἑαυτοὺς εἶπαν TNT2 WH NA NIV SBL * 12:8 ⸉ αὐτὸν ἀπέκτειναν RP f 35 TR ¦ ἀπέκτειναν αὐτόν TNT2 WH NA NIV SBL * 12:8 ⸆ – RP f 35 TR ¦ αὐτὸν TNT2 WH NA NIV SBL * 12:9 ⸋ οὖν RP f 35 TR TNT2 NA27+28 NIV ¦ – WH NA25 SBL * 12:14 ⸂ Οἱ δὲ ἐλθόντες RP f 35 TR ¦ Καὶ ἐλθόντες TNT2 WH NA NIV SBL * 12:14 ⸉ κῆνσον Καίσαρι δοῦναι RP f 35 TR ¦ δοῦναι κῆνσον Καίσαρι TNT2 WH NA NIV SBL * 12:17 ⸂ Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς RP f 35 TR ¦ Ὁ δὲ Ἰησοῦς TNT2 WH NA NIV SBL * 12:17 ⸋ αὐτοῖς RP f 35 TR TNT2 NA NIV SBL ¦ – WH * 12:17 ⸉ Ἀπόδοτε τὰ Καίσαρος RP f 35 TR ¦ Τὰ Καίσαρος ἀπόδοτε TNT2 WH NA NIV SBL * 12:17 ⸂2 ἐθαύμασαν RP f 35 TR ¦ ἐθαύμαζον TNT2 ¦ ἐξεθαύμαζον WH NA NIV SBL * 12:18 ⸂ ἐπηρώτησαν RP f 35 TR ¦ ἐπηρώτων TNT2 WH NA NIV SBL * 12:19 ⸂ τέκνα μὴ ἀφῇ RP f 35 TR TNT2 ¦ μὴ ἀφῇ τέκνον WH NA NIV SBL * 12:19 ⸋ αὐτοῦ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 12:21 ⸂ καὶ οὐδὲ αὐτὸς ἀφῆκεν RP f 35 ¦ καὶ οὐδὲ αὐτὸς ἀφῆκε TR ¦ μὴ καταλιπὼν TNT2 WH NA NIV SBL * 12:22 ⸂ ἔλαβον αὐτὴν οἱ ἑπτά καὶ RP f 35 TR ¦ οἱ ἑπτὰ TNT2 WH NA NIV SBL * 12:22 ⸂2 Ἐσχάτη RP f 35 TR ¦ Ἔσχατον TNT2 WH NA NIV SBL * 12:22 ⸉ ἀπέθανεν καὶ ἡ γυνή RP f 35 ¦ ἀπέθανε καὶ ἡ γυνή TR ¦ καὶ ἡ γυνὴ ἀπέθανεν TNT2 WH NA NIV SBL * 12:23 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ οὖν TR * 12:23 ⸂ ὅταν ἀναστῶσιν RP f 35 NA SBL ¦ ὅταν ἀναστῶσι TR ¦ – TNT2 WH NIV * 12:24 ⸂ Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς RP f 35 TR ¦ Ἔφη αὐτοῖς ὁ Ἰησοῦς TNT2 WH NA NIV SBL * 12:25 ⸋ οἱ RP TR TNT2 ¦ – f 35 WH NA NIV SBL * 12:26 ⸂ τοῦ RP f 35 TNT2 WH NA NIV SBL ¦ τῆς TR * 12:26 ⸂2 ὡς RP f 35 TR ¦ πῶς TNT2 WH NA NIV SBL * 12:26 ⸂3 ὁ θεὸς Ἀβραάμ, καὶ ὁ θεὸς Ἰσαάκ, καὶ ὁ θεὸς Ἰακώβ RP f 35 TR NA27+28 NIV SBL ¦ ὁ θεὸς Ἀβραάμ, καὶ θεὸς Ἰσαάκ, καὶ θεὸς Ἰακώβ TNT2 WH NA25 * 12:27 ⸋ ὁ RP f 35 TR NIV73 ¦ – TNT2 WH NA NIV11 SBL * 12:27 ⸋2 θεὸς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 12:27 ⸋3 ὑμεῖς οὖν RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL * 12:28 ⸂ εἰδὼς RP f 35 TR WH NA25 ¦ ἰδὼν TNT2 NA27+28 NIV SBL * 12:28 ⸉ αὐτοῖς ἀπεκρίθη RP f 35 TR ¦ ἀπεκρίθη αὐτοῖς TNT2 WH NA NIV SBL * 12:28 ⸂2 πρώτη πάντων ἐντολή RP ¦ πρώτη πασῶν ἐντολή f 35 TR ¦ ἐντολὴ πρώτη πάντων TNT2 WH NA NIV SBL * 12:29 ⸂ Ὁ δὲ Ἰησοῦς ἀπεκρίθη RP f 35 TR ¦ Ἀπεκρίθη ὁ Ἰησοῦς TNT2 WH NA NIV SBL * 12:29 ⸋ αὐτῷ RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL * 12:29 ⸂2 πάντων RP ¦ πασῶν f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 12:29 ⸆ – RP f 35 TR ¦ ἐστίν TNT2 WH NA NIV SBL * 12:29 ⸂3 ἡμῶν RP TR TNT2 WH NA NIV SBL ¦ υμῶν f 35 * 12:30 ⸋ τῆς RP f 35 TR TNT2 NA NIV SBL ¦ – WH * 12:30 ⸋2 αὕτη πρώτη ἐντολή RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL * 12:31 ⸋ Καὶ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 12:31 ⸋2 ὁμοία RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL * 12:32 ⸋ καὶ RP f 35 TR TNT2 NA NIV SBL ¦ – WH * 12:32 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ θεὸς TR * 12:33 ⸋ τῆς RP f 35 TR TNT2 NA NIV SBL ¦ – WH * 12:33 ⸋2 καὶ ἐξ ὅλης τῆς ψυχῆς RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL * 12:33 ⸂ πλεῖόν RP f 35 TR ¦ περισσότερόν TNT2 WH NA NIV SBL * 12:33 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ τῶν TR * 12:34 ⸋ αὐτὸν RP f 35 TR TNT2 WH NA NIV11 SBL ¦ – NIV73 * 12:35 ⸉ ἐστιν Δαυίδ RP f 35 ¦ ἐστι Δαβίδ TR ¦ Δαυείδ ἐστιν TNT2 WH ¦ Δαυίδ ἐστιν NA NIV SBL * 12:36 ⸋ γὰρ RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL * 12:36 ⸂ πνεύματι ἁγίῳ RP f 35 ¦ τῷ πνεύματι τῷ ἁγίῳ TR TNT2 WH NA NIV SBL * 12:36 ⸂2 Λέγει RP f 35 TNT2 ¦ Εἶπεν TR WH NA NIV SBL * 12:36 ⸋2 ὁ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 12:36 ⸂3 ὑποπόδιον RP f 35 TR TNT2 ¦ ὑποκάτω WH NA NIV SBL * 12:37 ⸋ οὖν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 12:37 ⸉ υἱὸς αὐτοῦ ἐστιν RP f 35 ¦ υἱὸς αὐτοῦ ἐστι TR ¦ αὐτοῦ ἐστιν υἱός TNT2 WH NA NIV SBL * 12:38 ⸂ ἔλεγεν αὐτοῖς ἐν τῇ διδαχῇ αὐτοῦ RP f 35 TR ¦ ἐν τῇ διδαχῇ αὐτοῦ ἔλεγεν TNT2 WH NA NIV SBL * 12:41 ⸋ ὁ Ἰησοῦς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 12:41 ⸂ κατέναντι RP f 35 TR WH NA NIV SBL ¦ ἀπέναντι TNT2 * 12:41 ⸂2 ἔβαλλον RP TR TNT2 WH NA NIV SBL ¦ ἔβαλον f 35 * 12:43 ⸂ λέγει RP f 35 TR ¦ εἶπεν TNT2 WH NA NIV SBL * 12:43 ⸂2 βέβληκεν RP f 35 ¦ βέβληκε TR ¦ ἔβαλεν TNT2 WH NA NIV SBL * 12:43 ⸂3 βαλλόντων RP f 35 TNT2 WH NA NIV SBL ¦ βαλόντων TR