15
Καὶ *εὐθέως*2ἐπὶ τὸ πρωῒσυμβούλιον *3ποιήσαντεςοἱ ἀρχιερεῖς μετὰ τῶν πρεσβυτέρων καὶ γραμματέων, καὶ ὅλον τὸ συνέδριον, δήσαντες τὸν Ἰησοῦν ἀπήνεγκαν καὶ παρέδωκαν *τῷΠιλάτῳ. Καὶ ἐπηρώτησεν αὐτὸν Πιλάτος, Σὺ εἶ βασιλεὺς τῶν Ἰουδαίων; δὲ ἀποκριθεὶς *εἶπεν αὐτῷ,⸃ Σὺ λέγεις. Καὶ κατηγόρουν αὐτοῦ οἱ ἀρχιερεῖς πολλά· δὲ Πιλάτος πάλιν *ἐπηρώτησεναὐτόν, λέγων, Οὐκ ἀποκρίνῃ οὐδέν; Ἴδε, πόσα σου *2καταμαρτυροῦσιν.⸃ δὲ Ἰησοῦς οὐκέτι οὐδὲν ἀπεκρίθη, ὥστε θαυμάζειν τὸν Πιλάτον.
Κατὰ δὲ ἑορτὴν ἀπέλυεν αὐτοῖς ἕνα δέσμιον, *ὅνπερ ᾐτοῦντο.⸃ Ἦν δὲ λεγόμενος Βαραββᾶς μετὰ τῶν *συστασιαστῶνδεδεμένος, οἵτινες ἐν τῇ στάσει φόνον πεποιήκεισαν. Καὶ ἀναβοήσας ὄχλος ἤρξατο αἰτεῖσθαι καθὼς *ἀεὶἐποίει αὐτοῖς. δὲ Πιλάτος ἀπεκρίθη αὐτοῖς, λέγων, Θέλετε ἀπολύσω ὑμῖν τὸν βασιλέα τῶν Ἰουδαίων; 10 Ἐγίνωσκεν γὰρ ὅτι διὰ φθόνον παραδεδώκεισαν αὐτὸν οἱ ἀρχιερεῖς. 11 Οἱ δὲ ἀρχιερεῖς ἀνέσεισαν τὸν ὄχλον, ἵνα μᾶλλον τὸν Βαραββᾶν ἀπολύσῃ αὐτοῖς. 12  δὲ Πιλάτος *ἀποκριθεὶς πάλιν εἶπεναὐτοῖς, Τί οὖν *θέλετεποιήσω *2ὃν λέγετε*βασιλέα τῶν Ἰουδαίων; 13 Οἱ δὲ πάλιν ἔκραξαν, Σταύρωσον αὐτόν. 14  δὲ Πιλάτος ἔλεγεν αὐτοῖς, Τί γὰρ *κακὸν ἐποίησεν;⸊ Οἱ δὲ *περισσοτέρωςἔκραξαν, Σταύρωσον αὐτόν. 15  δὲ Πιλάτος βουλόμενος τῷ ὄχλῳ τὸ ἱκανὸν ποιῆσαι, ἀπέλυσεν αὐτοῖς τὸν Βαραββᾶν· καὶ παρέδωκεν τὸν Ἰησοῦν, φραγελλώσας, ἵνα σταυρωθῇ.
16 Οἱ δὲ στρατιῶται ἀπήγαγον αὐτὸν ἔσω τῆς αὐλῆς, ἐστιν πραιτώριον, καὶ συγκαλοῦσιν ὅλην τὴν σπεῖραν. 17 Καὶ ἐνδύουσιν αὐτὸν πορφύραν, καὶ περιτιθέασιν αὐτῷ πλέξαντες ἀκάνθινον στέφανον, 18 καὶ ἤρξαντο ἀσπάζεσθαι αὐτόν, *Χαῖρε, * βασιλεὺςτῶν Ἰουδαίων· 19 καὶ ἔτυπτον αὐτοῦ τὴν κεφαλὴν καλάμῳ, καὶ ἐνέπτυον αὐτῷ, καὶ τιθέντες τὰ γόνατα προσεκύνουν αὐτῷ. 20 Καὶ ὅτε ἐνέπαιξαν αὐτῷ, ἐξέδυσαν αὐτὸν τὴν πορφύραν, καὶ ἐνέδυσαν αὐτὸν τὰ ἱμάτια *τὰ ἴδια.⸃
Καὶ ἐξάγουσιν αὐτὸν ἵνα *2σταυρώσωσιναὐτόν. 21 Καὶ ἀγγαρεύουσιν παράγοντά τινα Σίμωνα Κυρηναῖον, ἐρχόμενον ἀπἀγροῦ, τὸν πατέρα Ἀλεξάνδρου καὶ Ῥούφου, ἵνα ἄρῃ τὸν σταυρὸν αὐτοῦ. 22 Καὶ φέρουσιν αὐτὸν ἐπὶ *Γολγοθᾶ τόπον, ἐστιν *μεθερμηνευόμενον,⸃ Κρανίου Τόπος. 23 Καὶ ἐδίδουν αὐτῷ *πιεῖνἐσμυρνισμένον *οἶνον· δὲοὐκ ἔλαβεν. 24 Καὶ *σταυρώσαντεςαὐτόν, **2διαμερίζονταιτὰ ἱμάτια αὐτοῦ, βάλλοντες κλῆρον ἐπαὐτά, τίς τί ἄρῃ. 25 Ἦν δὲ ὥρα τρίτη, καὶ ἐσταύρωσαν αὐτόν. 26 Καὶ ἦν ἐπιγραφὴ τῆς αἰτίας αὐτοῦ ἐπιγεγραμμένη, βασιλεὺς τῶν Ἰουδαίων. 27 Καὶ σὺν αὐτῷ σταυροῦσιν δύο λῃστάς, ἕνα ἐκ δεξιῶν καὶ ἕνα ἐξ εὐωνύμων αὐτοῦ. 28  *Καὶ ἐπληρώθη γραφὴ λέγουσα, Καὶ μετὰ ἀνόμων ἐλογίσθη.⸌ 29 Καὶ οἱ παραπορευόμενοι ἐβλασφήμουν αὐτόν, κινοῦντες τὰς κεφαλὰς αὐτῶν, καὶ λέγοντες, Οὐά, καταλύων τὸν ναόν, καὶ *ἐν τρισὶν ἡμέραις οἰκοδομῶν,⸃ 30 σῶσον σεαυτόν, *καὶ κατάβαἀπὸ τοῦ σταυροῦ. 31 Ὁμοίως *καὶ οἱ ἀρχιερεῖς ἐμπαίζοντες πρὸς ἀλλήλους μετὰ τῶν γραμματέων ἔλεγον, Ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι. 32  χριστὸς βασιλεὺς *τοῦἸσραὴλ καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ, ἵνα ἴδωμεν καὶ πιστεύσωμεν *2αὐτῷ.⸌ Καὶ οἱ συνεσταυρωμένοι *αὐτῷ ὠνείδιζον αὐτόν.
33  *Γενομένης δὲὥρας ἕκτης, σκότος ἐγένετο ἐφὅλην τὴν γῆν ἕως ὥρας ἐνάτης. 34 Καὶ τῇ *ὥρᾳ τῇ ἐνάτῃἐβόησεν Ἰησοῦς φωνῇ μεγάλῃ, *λέγων,⸌ Ἐλωΐ, Ἐλωΐ, λιμὰ σαβαχθανί; ἐστιν μεθερμηνευόμενον, *2 θεός μου, θεός μου,⸃ εἰς τί *με ἐγκατέλιπες;⸊ 35 Καί τινες τῶν παρεστηκότων ἀκούσαντες ἔλεγον, *Ἰδού,⸃ Ἠλίαν φωνεῖ. 36 Δραμὼν δὲ *εἷς,⸃ *καὶγεμίσας σπόγγον ὄξους, περιθείς *2τεκαλάμῳ, ἐπότιζεν αὐτόν, λέγων, Ἄφετε, ἴδωμεν εἰ ἔρχεται Ἠλίας καθελεῖν αὐτόν. 37  δὲ Ἰησοῦς ἀφεὶς φωνὴν μεγάλην ἐξέπνευσεν. 38 Καὶ τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη εἰς δύο ἀπὸ ἄνωθεν ἕως κάτω. 39 Ἰδὼν δὲ κεντυρίων παρεστηκὼς ἐξ ἐναντίας αὐτοῦ ὅτι οὕτως *κράξαςἐξέπνευσεν, εἶπεν, Ἀληθῶς * ἄνθρωπος οὗτοςυἱὸς *2ἦν θεοῦ.⸊ 40 Ἦσαν δὲ καὶ γυναῖκες ἀπὸ μακρόθεν θεωροῦσαι, ἐν αἷς *ἦν*2καὶΜαρία Μαγδαληνή, καὶ Μαρία *3τοῦἸακώβου τοῦ μικροῦ καὶ Ἰωσῆ μήτηρ, καὶ Σαλώμη, 41 αἳ *καί,⸌ ὅτε ἦν ἐν τῇ Γαλιλαίᾳ, ἠκολούθουν αὐτῷ, καὶ διηκόνουν αὐτῷ, καὶ ἄλλαι πολλαὶ αἱ συναναβᾶσαι αὐτῷ εἰς Ἱεροσόλυμα.
42 Καὶ ἤδη ὀψίας γενομένης, ἐπεὶ *ἦν Παρασκευή,⸊ ἐστιν *προσάββατον,⸃ 43  *ἦλθενἸωσὴφ *ἀπὸ Ἀριμαθαίας, εὐσχήμων βουλευτής, ὃς καὶ αὐτὸς ἦν προσδεχόμενος τὴν βασιλείαν τοῦ θεοῦ· τολμήσας εἰσῆλθεν πρὸς *Πιλάτον, καὶ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ. 44  δὲ Πιλάτος ἐθαύμασεν εἰ ἤδη τέθνηκεν· καὶ προσκαλεσάμενος τὸν κεντυρίωνα, ἐπηρώτησεν αὐτὸν εἰ *πάλαιἀπέθανεν. 45 Καὶ γνοὺς ἀπὸ τοῦ κεντυρίωνος, ἐδωρήσατο τὸ *σῶματῷ Ἰωσήφ. 46 Καὶ ἀγοράσας σινδόνα, *καὶκαθελὼν αὐτόν, ἐνείλησεν τῇ σινδόνι, καὶ *κατέθηκεναὐτὸν ἐν μνημείῳ, ἦν λελατομημένον ἐκ πέτρας· καὶ προσεκύλισεν λίθον ἐπὶ τὴν θύραν τοῦ μνημείου. 47  δὲ Μαρία Μαγδαληνὴ καὶ Μαρία *Ἰωσῆ ἐθεώρουν ποῦ τίθεται.
* 15:1 ⸂ εὐθέως RP f 35 TR ¦ εὐθὺς TNT2 WH NA NIV SBL * 15:1 ⸂2 ἐπὶ τὸ πρωῒ RP f 35 TR ¦ πρωῒ TNT2 WH NA NIV SBL * 15:1 ⸂3 ποιήσαντες RP f 35 TR TNT2 WH NA27+28 NIV SBL ¦ ἑτοιμάσαντες NA25 * 15:1 ⸋ τῷ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 15:2 ⸂ εἶπεν αὐτῷ RP f 35 TR ¦ αὐτῷ λέγει TNT2 WH NA NIV SBL * 15:4 ⸂ ἐπηρώτησεν RP f 35 TR ¦ ἐπηρώτα TNT2 WH NA NIV SBL * 15:4 ⸂2 καταμαρτυροῦσιν RP f 35 TR ¦ κατηγοροῦσιν TNT2 WH NA NIV SBL * 15:6 ⸂ ὅνπερ ᾐτοῦντο RP f 35 TR TNT2 ¦ ὃν παρῃτοῦντο WH NA NIV SBL * 15:7 ⸂ συστασιαστῶν RP f 35 TR ¦ στασιαστῶν TNT2 WH NA NIV SBL * 15:8 ⸋ ἀεὶ RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL * 15:12 ⸂ ἀποκριθεὶς πάλιν εἶπεν RP f 35 TR ¦ πάλιν ἀποκριθεὶς ἔλεγεν TNT2 WH NA NIV SBL * 15:12 ⸋ θέλετε RP f 35 TR TNT2 NA27+28 SBL ¦ – WH NA25 NIV * 15:12 ⸋2 ὃν λέγετε RP f 35 TR WH NA NIV SBL ¦ – TNT2 * 15:12 ⸆ – RP f 35 TR ¦ τὸν TNT2 WH NA NIV SBL * 15:14 ⸉ κακὸν ἐποίησεν RP f 35 TR ¦ ἐποίησεν κακὸν TNT2 WH NA NIV SBL * 15:14 ⸂ περισσοτέρως RP f 35 TR ¦ περισσῶς TNT2 WH NA NIV SBL * 15:18 ⸆ – RP TR TNT2 WH NA NIV SBL ¦ καὶ λέγειν f 35 * 15:18 ⸂ ὁ βασιλεὺς RP f 35 ¦ βασιλεῦ TR TNT2 WH NA NIV SBL * 15:20 ⸂ τὰ ἴδια RP f 35 TR TNT2 SBL ¦ αὐτοῦ WH NA NIV * 15:20 ⸂2 σταυρώσωσιν RP f 35 TR WH NA NIV SBL ¦ σταυρώσουσιν TNT2 * 15:22 ⸆ – RP f 35 TR ¦ τὸν TNT2 WH NA NIV SBL * 15:22 ⸂ μεθερμηνευόμενον RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ μεθερμηνευόμενος WH NA25 * 15:23 ⸋ πιεῖν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 15:23 ⸂ οἶνον· ὁ δὲ RP f 35 TR ¦ οἶνον, ὃς δὲ TNT2 WH NA NIV SBL * 15:24 ⸂ σταυρώσαντες RP f 35 TR ¦ σταυροῦσιν TNT2 WH NA NIV SBL * 15:24 ⸆ – RP f 35 TR ¦ καὶ TNT2 WH NA NIV SBL * 15:24 ⸂2 διαμερίζονται RP f 35 TNT2 WH NA NIV SBL ¦ διεμερίζον TR * 15:28 ⸋ Καὶ ἐπληρώθη … ἐλογίσθη. RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL * 15:29 ⸂ ἐν τρισὶν ἡμέραις οἰκοδομῶν RP f 35 TR ¦ οἰκοδομῶν τρισὶν ἡμέραις TNT2 ¦ οἰκοδομῶν ἐν τρισὶν ἡμέραις WH NA NIV SBL * 15:30 ⸂ καὶ κατάβα RP f 35 TR ¦ καταβὰς TNT2 WH NA NIV SBL * 15:31 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ δὲ TR * 15:32 ⸋ τοῦ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 15:32 ⸋2 αὐτῷ RP f 35 ¦ – TR TNT2 WH NA NIV SBL * 15:32 ⸆ – RP f 35 TR TNT2 ¦ σὺν WH NA NIV SBL * 15:33 ⸂ Γενομένης δὲ RP f 35 TR ¦ Καὶ γενομένης TNT2 WH NA NIV SBL * 15:34 ⸂ ὥρᾳ τῇ ἐνάτῃ RP f 35 ¦ ὥρᾳ τῇ ἐννάτῃ TR ¦ ἐνάτῃ ὥρᾳ TNT2 WH NA NIV SBL * 15:34 ⸋ λέγων RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 15:34 ⸂2 Ὁ θεός μου, ὁ θεός μου RP TR TNT2 WH NA NIV SBL ¦ Ὁ θεός, ὁ θεός μου f 35 * 15:34 ⸉ με ἐγκατέλιπες RP f 35 TR ¦ ἐγκατέλιπές με TNT2 WH NA NIV SBL * 15:35 ⸂ Ἰδού RP f 35 TR ¦ Ἴδε TNT2 WH NA NIV SBL * 15:36 ⸂ εἷς RP f 35 TR ¦ τις TNT2 WH NA NIV SBL * 15:36 ⸋ καὶ RP f 35 TR TNT2 NA27+28 NIV73 SBL ¦ – WH NA25 NIV11 * 15:36 ⸋2 τε RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 15:39 ⸋ κράξας RP f 35 TR TNT2 NIV73 ¦ – WH NA NIV11 SBL * 15:39 ⸉ ὁ ἄνθρωπος οὗτος RP f 35 TR ¦ οὗτος ὁ ἄνθρωπος TNT2 WH NA NIV SBL * 15:39 ⸉2 ἦν θεοῦ RP f 35 TR TNT2 ¦ θεοῦ ἦν WH NA NIV SBL * 15:40 ⸋ ἦν RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL * 15:40 ⸋2 καὶ RP TR TNT2 WH NA NIV SBL ¦ – f 35 * 15:40 ⸋3 τοῦ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 15:41 ⸋ καί RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL * 15:42 ⸉ ἦν Παρασκευή RP TR TNT2 WH NA NIV SBL ¦ Παρασκευή ἦν f 35 * 15:42 ⸂ προσάββατον RP f 35 TR WH NA NIV SBL ¦ πρὸς σάββατον TNT2 * 15:43 ⸂ ἦλθεν RP TR ¦ ἐλθὼν f 35 TNT2 WH NA NIV SBL * 15:43 ⸋ ὁ RP f 35 TR TNT2 NA NIV SBL ¦ – WH * 15:43 ⸆ – RP f 35 TR ¦ τὸν TNT2 WH NA NIV SBL * 15:44 ⸂ πάλαι RP f 35 TR NA NIV SBL ¦ ἤδη TNT2 WH * 15:45 ⸂ σῶμα RP f 35 TR ¦ πτῶμα TNT2 WH NA NIV SBL * 15:46 ⸋ καὶ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 15:46 ⸂ κατέθηκεν RP f 35 TR NA25 ¦ ἔθηκεν TNT2 WH NA27+28 NIV SBL * 15:47 ⸆ – RP f 35 TR ¦ ἡ TNT2 WH NA NIV SBL