7
Καὶ συνάγονται πρὸς αὐτὸν οἱ Φαρισαῖοι, καί τινες τῶν γραμματέων, ἐλθόντες ἀπὸ Ἱεροσολύμων· καὶ ἰδόντες τινὰς τῶν μαθητῶν αὐτοῦ *κοιναῖς χερσίν, τοῦτἔστιν ἀνίπτοις, *ἐσθίοντας*2 ἄρτους *ἐμέμψαντο.⸌ Οἱ γὰρ Φαρισαῖοι καὶ πάντες οἱ Ἰουδαῖοι, ἐὰν μὴ πυγμῇ νίψωνται τὰς χεῖρας, οὐκ ἐσθίουσιν, κρατοῦντες τὴν παράδοσιν τῶν πρεσβυτέρων· καὶ ἀπὸ ἀγορᾶς, *ἐὰν μὴ *βαπτίσωνται,⸃ οὐκ ἐσθίουσιν· καὶ ἄλλα πολλά ἐστιν παρέλαβον κρατεῖν, βαπτισμοὺς ποτηρίων καὶ ξεστῶν καὶ χαλκίων *καὶ κλινῶν.⸌ *Ἔπειταἐπερωτῶσιν αὐτὸν οἱ Φαρισαῖοι καὶ οἱ γραμματεῖς, Διὰ τί *οἱ μαθηταί σου οὐ περιπατοῦσινκατὰ τὴν παράδοσιν τῶν πρεσβυτέρων, ἀλλὰ *2ἀνίπτοιςχερσὶν ἐσθίουσιν τὸν ἄρτον; δὲ *ἀποκριθεὶςεἶπεν αὐτοῖς *2ὅτιΚαλῶς προεφήτευσεν Ἠσαΐας περὶ ὑμῶν τῶν ὑποκριτῶν, ὡς γέγραπται, *Οὗτος λαὸς τοῖς χείλεσίν με τιμᾷ, δὲ καρδία αὐτῶν πόρρω ἀπέχει ἀπἐμοῦ. Μάτην δὲ σέβονταί με, διδάσκοντες διδασκαλίας ἐντάλματα ἀνθρώπων. Ἀφέντες *γὰρτὴν ἐντολὴν τοῦ θεοῦ, κρατεῖτε τὴν παράδοσιν τῶν ἀνθρώπων, *2βαπτισμοὺς ξεστῶν καὶ ποτηρίων· καὶ ἄλλα παρόμοια τοιαῦτα πολλὰ ποιεῖτε.⸌ Καὶ ἔλεγεν αὐτοῖς, Καλῶς ἀθετεῖτε τὴν ἐντολὴν τοῦ θεοῦ, ἵνα τὴν παράδοσιν ὑμῶν *τηρήσητε.⸃ 10 Μωσῆς γὰρ εἶπεν, Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου· καί, κακολογῶν πατέρα μητέρα θανάτῳ τελευτάτω· 11 ὑμεῖς δὲ λέγετε, Ἐὰν εἴπῃ ἄνθρωπος τῷ πατρὶ τῇ μητρί, Κορβᾶν, ἐστιν, δῶρον, ἐὰν ἐξ ἐμοῦ ὠφεληθῇς· 12  *καὶοὐκέτι ἀφίετε αὐτὸν οὐδὲν ποιῆσαι *τῷ πατρὶ αὐτοῦ τῇ μητρὶ αὐτοῦ,⸃ 13 ἀκυροῦντες τὸν λόγον τοῦ θεοῦ τῇ παραδόσει ὑμῶν παρεδώκατε· καὶ παρόμοια τοιαῦτα πολλὰ ποιεῖτε. 14 Καὶ προσκαλεσάμενος *πάντατὸν ὄχλον, ἔλεγεν αὐτοῖς, *2Ἀκούετέ μου πάντες, καὶ συνίετε.⸃ 15 Οὐδέν ἐστιν ἔξωθεν τοῦ ἀνθρώπου εἰσπορευόμενον εἰς αὐτόν, δύναται *αὐτὸν κοινῶσαι·⸊ ἀλλὰ τὰ *ἐκπορευόμενα ἀπαὐτοῦ,⸃ *ἐκεῖνάἐστιν τὰ κοινοῦντα τὸν ἄνθρωπον. 16  *Εἴ τις ἔχει ὦτα ἀκούειν ἀκουέτω.⸌ 17 Καὶ ὅτε εἰσῆλθεν εἰς *οἶκον ἀπὸ τοῦ ὄχλου, ἐπηρώτων αὐτὸν οἱ μαθηταὶ αὐτοῦ *περὶ τῆς παραβολῆς.⸃ 18 Καὶ λέγει αὐτοῖς, Οὕτως καὶ ὑμεῖς ἀσύνετοί ἐστε; Οὐ νοεῖτε ὅτι πᾶν τὸ ἔξωθεν εἰσπορευόμενον εἰς τὸν ἄνθρωπον οὐ δύναται αὐτὸν κοινῶσαι, 19 ὅτι οὐκ εἰσπορεύεται αὐτοῦ εἰς τὴν καρδίαν, ἀλλεἰς τὴν κοιλίαν· καὶ εἰς τὸν ἀφεδρῶνα ἐκπορεύεται, *καθαρίζονπάντα τὰ βρώματα.
20 Ἔλεγεν δὲ ὅτι Τὸ ἐκ τοῦ ἀνθρώπου ἐκπορευόμενον, ἐκεῖνο κοινοῖ τὸν ἄνθρωπον. 21 Ἔσωθεν γάρ, ἐκ τῆς καρδίας τῶν ἀνθρώπων οἱ διαλογισμοὶ οἱ κακοὶ ἐκπορεύονται, *μοιχεῖαι, πορνεῖαι, φόνοι, 22 κλοπαί,⸊ πλεονεξίαι, πονηρίαι, δόλος, ἀσέλγεια, ὀφθαλμὸς πονηρός, βλασφημία, ὑπερηφανία, ἀφροσύνη· 23 πάντα ταῦτα τὰ πονηρὰ ἔσωθεν ἐκπορεύεται, καὶ κοινοῖ τὸν ἄνθρωπον.
24  *Καὶ ἐκεῖθενἀναστὰς ἀπῆλθεν εἰς τὰ *2μεθόριαΤύρου *καὶ Σιδῶνος.⸌ Καὶ εἰσελθὼν εἰς *οἰκίαν, οὐδένα ἤθελεν γνῶναι, καὶ οὐκ *3ἠδυνήθηλαθεῖν. 25  *Ἀκούσασα γὰργυνὴ περὶ αὐτοῦ, ἧς εἶχεν τὸ θυγάτριον αὐτῆς πνεῦμα ἀκάθαρτον, ἐλθοῦσα προσέπεσεν πρὸς τοὺς πόδας αὐτοῦ· 26  *ἦν δὲ γυνὴἙλληνίς, Συραφοινίκισσα τῷ γένει· καὶ ἠρώτα αὐτὸν ἵνα τὸ δαιμόνιον *ἐκβάλῃἐκ τῆς θυγατρὸς αὐτῆς. 27  * δὲ Ἰησοῦς*2εἶπεναὐτῇ, Ἄφες πρῶτον χορτασθῆναι τὰ τέκνα· οὐ γὰρ *καλόν ἐστινλαβεῖν τὸν ἄρτον τῶν τέκνων καὶ *2βαλεῖν τοῖς κυναρίοις.⸊ 28  δὲ ἀπεκρίθη καὶ λέγει αὐτῷ, *Ναί,⸌ κύριε· καὶ *2γὰρτὰ κυνάρια ὑποκάτω τῆς τραπέζης *ἐσθίειἀπὸ τῶν ψιχίων τῶν παιδίων. 29 Καὶ εἶπεν αὐτῇ, Διὰ τοῦτον τὸν λόγον ὕπαγε· ἐξελήλυθεν *τὸ δαιμόνιον ἐκ τῆς θυγατρός σου.⸊ 30 Καὶ ἀπελθοῦσα εἰς τὸν οἶκον αὐτῆς, εὗρεν *τὸ δαιμόνιον ἐξεληλυθός, καὶ τὴν θυγατέρα βεβλημένην ἐπὶ τῆς κλίνης.⸃
31 Καὶ πάλιν *ἐξελθὼν ἐκ τῶν ὁρίων Τύρου καὶ Σιδῶνος, ἦλθεν*2πρὸςτὴν θάλασσαν τῆς Γαλιλαίας, ἀνὰ μέσον τῶν ὁρίων Δεκαπόλεως. 32 Καὶ φέρουσιν αὐτῷ κωφὸν *μογγιλάλον, καὶ παρακαλοῦσιν αὐτὸν ἵνα ἐπιθῇ αὐτῷ τὴν χεῖρα. 33 Καὶ ἀπολαβόμενος αὐτὸν ἀπὸ τοῦ ὄχλου κατἰδίαν, ἔβαλεν τοὺς δακτύλους αὐτοῦ εἰς τὰ ὦτα αὐτοῦ, καὶ πτύσας ἥψατο τῆς γλώσσης αὐτοῦ, 34 καὶ ἀναβλέψας εἰς τὸν οὐρανόν, ἐστέναξεν, καὶ λέγει αὐτῷ, Ἐφφαθά, ἐστιν, Διανοίχθητι. 35 Καὶ *εὐθέως*διηνοίχθησαναὐτοῦ αἱ ἀκοαί· καὶ *ἐλύθη δεσμὸς τῆς γλώσσης αὐτοῦ, καὶ ἐλάλει ὀρθῶς. 36 Καὶ διεστείλατο αὐτοῖς ἵνα μηδενὶ *εἴπωσιν·⸃ ὅσον δὲ *αὐτὸςαὐτοῖς διεστέλλετο, *μᾶλλον περισσότερον ἐκήρυσσον. 37 Καὶ ὑπερπερισσῶς ἐξεπλήσσοντο, λέγοντες, Καλῶς πάντα πεποίηκεν· καὶ τοὺς κωφοὺς ποιεῖ ἀκούειν, καὶ *τοὺςἀλάλους λαλεῖν.
* 7:2 ⸆ – RP f 35 TR ¦ ὅτι TNT2 WH NA NIV SBL * 7:2 ⸂ ἐσθίοντας RP f 35 TR ¦ ἐσθίουσιν TNT2 WH NA NIV SBL * 7:2 ⸆2 – RP f 35 TR ¦ τοὺς TNT2 WH NA NIV SBL * 7:2 ⸋ ἐμέμψαντο RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 7:4 ⸆ – RP f 35 TR TNT2 WH NA NIV11 SBL ¦ ὅταν ἔλθωσιν NIV73 * 7:4 ⸂ βαπτίσωνται RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ ῥαντίσωνται WH NA25 * 7:4 ⸋ καὶ κλινῶν RP f 35 TR TNT2 NA27+28 SBL ¦ – WH NA25 NIV * 7:5 ⸂ Ἔπειτα RP f 35 TR ¦ Καὶ TNT2 WH NA NIV SBL * 7:5 ⸉ οἱ μαθηταί σου οὐ περιπατοῦσιν RP f 35 ¦ οἱ μαθηταί σου οὐ περιπατοῦσι TR ¦ οὐ περιπατοῦσιν οἱ μαθηταί σου TNT2 WH NA NIV SBL * 7:5 ⸂2 ἀνίπτοις RP f 35 TR ¦ κοιναῖς TNT2 WH NA NIV SBL * 7:6 ⸋ ἀποκριθεὶς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 7:6 ⸋2 ὅτι RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL * 7:6 ⸆ – RP f 35 TR TNT2 NIV11 ¦ ὅτι WH NA NIV73 SBL * 7:8 ⸋ γὰρ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 7:8 ⸋2 βαπτισμοὺς … ποιεῖτε RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL * 7:9 ⸂ τηρήσητε RP f 35 TR TNT2 WH NA25 NIV SBL ¦ στήσητε NA27+28 * 7:12 ⸋ καὶ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 7:12 ⸂ τῷ πατρὶ αὐτοῦ ἢ τῇ μητρὶ αὐτοῦ RP f 35 TR ¦ τῷ πατρὶ ἢ τῇ μητρὶ TNT2 WH NA NIV SBL * 7:14 ⸂ πάντα RP f 35 TR ¦ πάλιν TNT2 WH NA NIV SBL * 7:14 ⸂2 Ἀκούετέ … συνίετε RP f 35 TR ¦ Ἀκούσατέ … σύνετε TNT2 WH NA NIV SBL * 7:15 ⸉ αὐτὸν κοινῶσαι RP f 35 TR TNT2 ¦ κοινῶσαι αὐτόν WH NA NIV SBL * 7:15 ⸂ ἐκπορευόμενα ἀπ᾽ αὐτοῦ RP f 35 TR ¦ ἐκ τοῦ ἀνθρώπου ἐκπορευόμενά TNT2 WH NA NIV SBL * 7:15 ⸋ ἐκεῖνά RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL * 7:16 ⸋ Εἴ τις ἔχει ὦτα ἀκούειν ἀκουέτω. RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL * 7:17 ⸆ – RP f 35 TR TNT2 WH NA NIV11 SBL ¦ τὸν NIV73 * 7:17 ⸂ περὶ τῆς παραβολῆς RP f 35 TR ¦ τὴν παραβολήν TNT2 WH NA NIV SBL * 7:19 ⸂ καθαρίζον RP f 35 TR ¦ καθαρίζων TNT2 WH NA NIV SBL * 7:21 ⸉ μοιχεῖαι, πορνεῖαι, φόνοι, κλοπαί RP f 35 TR ¦ πορνεῖαι, κλοπαί, φόνοι, μοιχεῖαι TNT2 WH NA NIV SBL * 7:24 ⸂ Καὶ ἐκεῖθεν RP f 35 TR TNT2 ¦ Ἐκεῖθεν δὲ WH NA NIV SBL * 7:24 ⸂2 μεθόρια RP f 35 TR ¦ ὅρια TNT2 WH NA NIV SBL * 7:24 ⸋ καὶ Σιδῶνος RP f 35 TR TNT2 WH ¦ – NA NIV SBL * 7:24 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ τὴν TR * 7:24 ⸂3 ἠδυνήθη RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ ἠδυνάσθη WH NA25 * 7:25 ⸂ Ἀκούσασα γὰρ RP f 35 TR ¦ Ἀλλ᾽ εὐθὺς ἀκούσασα TNT2 WH NA NIV SBL * 7:26 ⸉ ἦν δὲ ἡ γυνὴ RP f 35 TR ¦ ἡ γυνὴ δὲ ἦν TNT2 ¦ ἡ δὲ γυνὴ ἦν WH NA NIV SBL * 7:26 ⸂ ἐκβάλῃ RP f 35 TNT2 WH NA NIV SBL ¦ ἐκβάλλῃ TR * 7:27 ⸂ Ὁ δὲ Ἰησοῦς RP f 35 TR ¦ Καὶ TNT2 WH NA NIV SBL * 7:27 ⸂2 εἶπεν RP f 35 TR ¦ ἔλεγεν TNT2 WH NA NIV SBL * 7:27 ⸉ καλόν ἐστιν RP f 35 SBL ¦ καλόν ἐστι TR ¦ ἐστιν καλὸν TNT2 WH NA NIV * 7:27 ⸉2 βαλεῖν τοῖς κυναρίοις RP f 35 TR ¦ τοῖς κυναρίοις βαλεῖν TNT2 WH NA NIV SBL * 7:28 ⸋ Ναί RP f 35 TR TNT2 WH NA25 NIV73 ¦ – NA27+28 NIV11 SBL * 7:28 ⸋2 γὰρ RP f 35 TR NIV73 ¦ – TNT2 WH NA NIV11 SBL * 7:28 ⸂ ἐσθίει RP f 35 TR ¦ ἐσθίουσιν TNT2 WH NA NIV SBL * 7:29 ⸉ τὸ δαιμόνιον ἐκ τῆς θυγατρός σου RP f 35 TR TNT2 ¦ ἐκ τῆς θυγατρός σου τὸ δαιμόνιον WH NA NIV SBL * 7:30 ⸂ τὸ δαιμόνιον ἐξεληλυθός, καὶ τὴν θυγατέρα βεβλημένην ἐπὶ τῆς κλίνης RP f 35 TR ¦ τὸ παιδίον βεβλημένον ἐπὶ τὴν κλίνην, καὶ τὸ δαιμόνιον ἐξεληλυθός TNT2 WH NA NIV SBL * 7:31 ⸂ ἐξελθὼν ἐκ τῶν ὁρίων Τύρου καὶ Σιδῶνος, ἦλθεν RP ¦ ἐξελθὼν ὁ Ἰησοῦς ἐκ τῶν ὁρίων Τύρου καὶ Σιδῶνος, ἦλθεν f 35 ¦ ἐξελθὼν ἐκ τῶν ὁρίων Τύρου καὶ Σιδῶνος, ἦλθε TR ¦ ἐξελθὼν ἐκ τῶν ὁρίων Τύρου, ἦλθεν διὰ Σιδῶνος TNT2 WH NA NIV SBL * 7:31 ⸂2 πρὸς RP f 35 TR ¦ εἰς TNT2 WH NA NIV SBL * 7:32 ⸆ – RP f 35 TR ¦ καὶ TNT2 WH NA NIV SBL * 7:35 ⸋ εὐθέως RP f 35 TR NA27+28 NIV ¦ – TNT2 WH NA25 SBL * 7:35 ⸂ διηνοίχθησαν RP f 35 TR ¦ ἠνοίγησαν TNT2 WH NA NIV SBL * 7:35 ⸆ – RP f 35 TR TNT2 WH NA27+28 NIV SBL ¦ εὐθὺς NA25 * 7:36 ⸂ εἴπωσιν RP f 35 TR ¦ λέγωσιν TNT2 WH NA NIV SBL * 7:36 ⸋ αὐτὸς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 7:36 ⸆ – RP f 35 TR ¦ αὐτοὶ TNT2 WH NA NIV SBL * 7:37 ⸋ τοὺς RP f 35 TR NA27+28 NIV ¦ – TNT2 WH NA25 SBL