12
Ἐν ἐκείνῳ τῷ καιρῷ ἐπορεύθη Ἰησοῦς τοῖς σάββασιν διὰ τῶν σπορίμων· οἱ δὲ μαθηταὶ αὐτοῦ ἐπείνασαν, καὶ ἤρξαντο τίλλειν στάχυας καὶ ἐσθίειν. Οἱ δὲ Φαρισαῖοι ἰδόντες εἶπον αὐτῷ, Ἰδού, οἱ μαθηταί σου ποιοῦσιν οὐκ ἔξεστιν ποιεῖν ἐν σαββάτῳ. δὲ εἶπεν αὐτοῖς, Οὐκ ἀνέγνωτε τί ἐποίησεν Δαυίδ, ὅτε ἐπείνασεν *αὐτὸςκαὶ οἱ μεταὐτοῦ· πῶς εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ θεοῦ, καὶ τοὺς ἄρτους τῆς προθέσεως *ἔφαγεν,⸃ *2οὓςοὐκ ἐξὸν ἦν αὐτῷ φαγεῖν, οὐδὲ τοῖς μεταὐτοῦ, εἰ μὴ τοῖς ἱερεῦσιν μόνοις; οὐκ ἀνέγνωτε ἐν τῷ νόμῳ, ὅτι τοῖς σάββασιν οἱ ἱερεῖς ἐν τῷ ἱερῷ τὸ σάββατον βεβηλοῦσιν, καὶ ἀναίτιοί εἰσιν; Λέγω δὲ ὑμῖν ὅτι τοῦ ἱεροῦ μεῖζόν ἐστιν ὧδε. Εἰ δὲ ἐγνώκειτε τί ἐστιν, *Ἔλεονθέλω καὶ οὐ θυσίαν, οὐκ ἂν κατεδικάσατε τοὺς ἀναιτίους. Κύριος γάρ ἐστιν *τοῦ σαββάτου υἱὸς τοῦ ἀνθρώπου.
Καὶ μεταβὰς ἐκεῖθεν ἦλθεν εἰς τὴν συναγωγὴν αὐτῶν. 10 Καὶ ἰδού, ἄνθρωπος *ἦν*2τὴνχεῖρα ἔχων ξηράν· καὶ ἐπηρώτησαν αὐτόν, λέγοντες, Εἰ ἔξεστιν τοῖς σάββασιν *θεραπεύειν;⸃ ἵνα κατηγορήσωσιν αὐτοῦ. 11  δὲ εἶπεν αὐτοῖς, Τίς *ἔσταιἐξ ὑμῶν ἄνθρωπος, ὃς ἕξει πρόβατον ἕν, καὶ ἐὰν ἐμπέσῃ τοῦτο τοῖς σάββασιν εἰς βόθυνον, οὐχὶ κρατήσει αὐτὸ καὶ ἐγερεῖ; 12 Πόσῳ οὖν διαφέρει ἄνθρωπος προβάτου. Ὥστε ἔξεστιν τοῖς σάββασιν καλῶς ποιεῖν. 13 Τότε λέγει τῷ ἀνθρώπῳ, Ἔκτεινον *τὴν χεῖρά σου.⸊ Καὶ ἐξέτεινεν, καὶ ἀποκατεστάθη ὑγιὴς ὡς ἄλλη. 14  *Οἱ δὲ Φαρισαῖοι συμβούλιον ἔλαβον καταὐτοῦ ἐξελθόντες,⸊ ὅπως αὐτὸν ἀπολέσωσιν. 15  δὲ Ἰησοῦς γνοὺς ἀνεχώρησεν ἐκεῖθεν· καὶ ἠκολούθησαν αὐτῷ *ὄχλοιπολλοί, καὶ ἐθεράπευσεν αὐτοὺς *πάντας,⸃ 16 καὶ ἐπετίμησεν αὐτοῖς, ἵνα μὴ φανερὸν αὐτὸν ποιήσωσιν· 17  *ὅπωςπληρωθῇ τὸ ῥηθὲν διὰ Ἠσαΐου τοῦ προφήτου, λέγοντος, 18 Ἰδού, παῖς μου ὃν ᾑρέτισα· ἀγαπητός μου *εἰς ὃνεὐδόκησεν ψυχή μου· θήσω τὸ πνεῦμά μου ἐπαὐτόν, καὶ κρίσιν τοῖς ἔθνεσιν ἀπαγγελεῖ. 19 Οὐκ ἐρίσει, οὐδὲ κραυγάσει· οὐδὲ ἀκούσει τις ἐν ταῖς πλατείαις τὴν φωνὴν αὐτοῦ. 20 Κάλαμον συντετριμμένον οὐ κατεάξει, καὶ λίνον τυφόμενον οὐ σβέσει· ἕως ἂν ἐκβάλῃ εἰς νῖκος τὴν κρίσιν. 21 Καὶ *τῷ ὀνόματι αὐτοῦ ἔθνη ἐλπιοῦσιν.
22 Τότε *προσηνέχθη αὐτῷ δαιμονιζόμενος, τυφλὸς καὶ κωφός·⸃ καὶ ἐθεράπευσεν αὐτόν, ὥστε τὸν *τυφλὸν καὶκωφὸν *2καὶλαλεῖν καὶ βλέπειν. 23 Καὶ ἐξίσταντο πάντες οἱ ὄχλοι καὶ ἔλεγον, Μήτι οὗτός ἐστιν * υἱὸς Δαυίδ;⸃ 24 Οἱ δὲ Φαρισαῖοι ἀκούσαντες εἶπον, Οὗτος οὐκ ἐκβάλλει τὰ δαιμόνια, εἰ μὴ ἐν *τῷΒεελζεβοὺλ ἄρχοντι τῶν δαιμονίων. 25 Εἰδὼς δὲ * Ἰησοῦςτὰς ἐνθυμήσεις αὐτῶν εἶπεν αὐτοῖς, Πᾶσα βασιλεία μερισθεῖσα καθἑαυτῆς ἐρημοῦται· καὶ πᾶσα πόλις οἰκία μερισθεῖσα καθἑαυτῆς οὐ σταθήσεται. 26 Καὶ εἰ Σατανᾶς τὸν Σατανᾶν ἐκβάλλει, ἐφἑαυτὸν ἐμερίσθη· πῶς οὖν σταθήσεται βασιλεία αὐτοῦ; 27 Καὶ εἰ ἐγὼ ἐν Βεελζεβοὺλ ἐκβάλλω τὰ δαιμόνια, οἱ υἱοὶ ὑμῶν ἐν τίνι ἐκβάλλουσιν; Διὰ τοῦτο αὐτοὶ *ὑμῶν ἔσονται κριταί.⸊ 28 Εἰ δὲ *ἐν πνεύματι θεοῦ ἐγὼἐκβάλλω τὰ δαιμόνια, ἄρα ἔφθασεν ἐφὑμᾶς βασιλεία τοῦ θεοῦ. 29  πῶς δύναταί τις εἰσελθεῖν εἰς τὴν οἰκίαν τοῦ ἰσχυροῦ καὶ τὰ σκεύη αὐτοῦ *διαρπάσαι,⸃ ἐὰν μὴ πρῶτον δήσῃ τὸν ἰσχυρόν; Καὶ τότε τὴν οἰκίαν αὐτοῦ *2διαρπάσει.⸃ 30  μὴ ὢν μετἐμοῦ, κατἐμοῦ ἐστιν, καὶ μὴ συνάγων μετἐμοῦ, σκορπίζει. 31 Διὰ τοῦτο λέγω ὑμῖν, Πᾶσα ἁμαρτία καὶ βλασφημία ἀφεθήσεται τοῖς ἀνθρώποις· δὲ τοῦ πνεύματος βλασφημία οὐκ ἀφεθήσεται *τοῖς ἀνθρώποις.⸌ 32 Καὶ ὃς *ἐὰνεἴπῃ λόγον κατὰ τοῦ υἱοῦ τοῦ ἀνθρώπου, ἀφεθήσεται αὐτῷ· ὃς δἂν εἴπῃ κατὰ τοῦ πνεύματος τοῦ ἁγίου, οὐκ ἀφεθήσεται αὐτῷ, οὔτε *2ἐν τῷ νῦν αἰῶνιοὔτε ἐν τῷ μέλλοντι. 33  ποιήσατε τὸ δένδρον καλόν, καὶ τὸν καρπὸν αὐτοῦ καλόν, ποιήσατε τὸ δένδρον σαπρόν, καὶ τὸν καρπὸν αὐτοῦ σαπρόν· ἐκ γὰρ τοῦ καρποῦ τὸ δένδρον γινώσκεται. 34 Γεννήματα ἐχιδνῶν, πῶς δύνασθε ἀγαθὰ λαλεῖν, πονηροὶ ὄντες; Ἐκ γὰρ τοῦ περισσεύματος τῆς καρδίας τὸ στόμα λαλεῖ. 35  ἀγαθὸς ἄνθρωπος ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ *ἐκβάλλει *2 ἀγαθά· καὶ πονηρὸς ἄνθρωπος ἐκ τοῦ πονηροῦ θησαυροῦ ἐκβάλλει πονηρά. 36 Λέγω δὲ ὑμῖν, ὅτι πᾶν ῥῆμα ἀργόν, *ἐὰν λαλήσωσινοἱ ἄνθρωποι, ἀποδώσουσιν περὶ αὐτοῦ λόγον ἐν ἡμέρᾳ κρίσεως. 37 Ἐκ γὰρ τῶν λόγων σου δικαιωθήσῃ, καὶ ἐκ τῶν λόγων σου καταδικασθήσῃ.
38 Τότε ἀπεκρίθησάν *τινες τῶν γραμματέων καὶ Φαρισαίων, λέγοντες, Διδάσκαλε, θέλομεν ἀπὸ σοῦ σημεῖον ἰδεῖν. 39  δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς, Γενεὰ πονηρὰ καὶ μοιχαλὶς σημεῖον ἐπιζητεῖ· καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ, εἰ μὴ τὸ σημεῖον Ἰωνᾶ τοῦ προφήτου. 40 Ὥσπερ γὰρ ἦν Ἰωνᾶς ἐν τῇ κοιλίᾳ τοῦ κήτους τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας, οὕτως ἔσται υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ καρδίᾳ τῆς γῆς τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας. 41 Ἄνδρες Νινευῖται ἀναστήσονται ἐν τῇ κρίσει μετὰ τῆς γενεᾶς ταύτης καὶ κατακρινοῦσιν αὐτήν· ὅτι μετενόησαν εἰς τὸ κήρυγμα Ἰωνᾶ· καὶ ἰδού, πλεῖον Ἰωνᾶ ὧδε. 42 Βασίλισσα νότου ἐγερθήσεται ἐν τῇ κρίσει μετὰ τῆς γενεᾶς ταύτης καὶ κατακρινεῖ αὐτήν· ὅτι ἦλθεν ἐκ τῶν περάτων τῆς γῆς ἀκοῦσαι τὴν σοφίαν Σολομῶνος· καὶ ἰδού, πλεῖον Σολομῶνος ὧδε. 43 Ὅταν δὲ τὸ ἀκάθαρτον πνεῦμα ἐξέλθῃ ἀπὸ τοῦ ἀνθρώπου, διέρχεται διἀνύδρων τόπων, ζητοῦν ἀνάπαυσιν, καὶ οὐχ εὑρίσκει. 44 Τότε λέγει, *Ἐπιστρέψω εἰς τὸν οἶκόν μουὅθεν ἐξῆλθον· καὶ ἐλθὸν εὑρίσκει *σχολάζοντα, *2 σεσαρωμένον, καὶ κεκοσμημένον. 45 Τότε πορεύεται καὶ παραλαμβάνει μεθἑαυτοῦ ἑπτὰ ἕτερα πνεύματα πονηρότερα ἑαυτοῦ, καὶ εἰσελθόντα κατοικεῖ ἐκεῖ· καὶ γίνεται τὰ ἔσχατα τοῦ ἀνθρώπου ἐκείνου χείρονα τῶν πρώτων. Οὕτως ἔσται καὶ τῇ γενεᾷ ταύτῃ τῇ πονηρᾷ.
46 Ἔτι *δὲαὐτοῦ λαλοῦντος τοῖς ὄχλοις, ἰδού, μήτηρ καὶ οἱ ἀδελφοὶ αὐτοῦ εἱστήκεισαν ἔξω, ζητοῦντες αὐτῷ λαλῆσαι. 47  *Εἶπεν δέ τις αὐτῷ, Ἰδού, μήτηρ σου καὶ οἱ ἀδελφοί σου ἔξω ἑστήκασιν, ζητοῦντές σοι λαλῆσαι.⸌ 48  δὲ ἀποκριθεὶς εἶπεν τῷ *εἰπόντιαὐτῷ, Τίς ἐστιν μήτηρ μου; Καὶ τίνες εἰσὶν οἱ ἀδελφοί μου; 49 Καὶ ἐκτείνας τὴν χεῖρα αὐτοῦ ἐπὶ τοὺς μαθητὰς αὐτοῦ εἶπεν, Ἰδού, μήτηρ μου καὶ οἱ ἀδελφοί μου. 50 Ὅστις γὰρ ἂν ποιήσῃ τὸ θέλημα τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς, αὐτός μου ἀδελφὸς καὶ ἀδελφὴ καὶ μήτηρ ἐστίν.
* 12:3 ⸋ αὐτὸς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 12:4 ⸂ ἔφαγεν RP f 35 TR TNT2 ¦ ἔφαγον WH NA NIV SBL * 12:4 ⸂2 οὓς RP f 35 TR ¦ ὃ TNT2 WH NA NIV SBL * 12:7 ⸂ Ἔλεον RP f 35 TR ¦ Ἔλεος TNT2 WH NA NIV SBL * 12:8 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ καί TR * 12:10 ⸋ ἦν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 12:10 ⸋2 τὴν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 12:10 ⸂ θεραπεύειν RP f 35 TR TNT2 WH SBL ¦ θεραπεῦσαι NA NIV * 12:11 ⸋ ἔσται RP f 35 TR WH NA NIV SBL ¦ – TNT2 * 12:13 ⸉ τὴν χεῖρά σου RP f 35 TR ¦ σου τὴν χεῖρα TNT2 WH NA NIV SBL * 12:14 ⸉ Οἱ δὲ Φαρισαῖοι συμβούλιον ἔλαβον κατ᾽ αὐτοῦ ἐξελθόντες RP f 35 TR ¦ Ἐξελθόντες δὲ οἱ Φαρισαῖοι συμβούλιον ἔλαβον κατ᾽ αὐτοῦ TNT2 WH NA NIV SBL * 12:15 ⸋ ὄχλοι RP f 35 TR TNT2 NA27+28 NIV11 ¦ – WH NA25 NIV73 SBL * 12:15 ⸂ πάντας RP TR TNT2 WH NA NIV SBL ¦ ἁπάντας f 35 * 12:17 ⸂ ὅπως RP f 35 TR ¦ ἵνα TNT2 WH NA NIV SBL * 12:18 ⸂ εἰς ὃν RP f 35 TR NA27+28 NIV SBL ¦ ἐν ᾧ TNT2 ¦ ὃν WH NA25 * 12:21 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ ἐν TR * 12:22 ⸂ προσηνέχθη αὐτῷ δαιμονιζόμενος, τυφλὸς καὶ κωφός RP f 35 TR TNT2 NA NIV11 SBL ¦ προσήνεγκαν αὐτῷ δαιμονιζόμενον, τυφλὸν καὶ κωφόν WH NIV73 * 12:22 ⸋ τυφλὸν καὶ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 12:22 ⸋2 καὶ RP TR ¦ – f 35 TNT2 WH NA NIV SBL * 12:23 ⸂ ὁ υἱὸς Δαυίδ RP NA NIV SBL ¦ ὁ χριστὸς, ὁ υἱὸς Δαυίδ f 35 ¦ ὁ υἱὸς Δαβὶδ TR ¦ ὁ υἱὸς Δαυεὶδ TNT2 WH * 12:24 ⸋ τῷ RP TR TNT2 WH NA NIV SBL ¦ – f 35 * 12:25 ⸋ ὁ Ἰησοῦς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 12:27 ⸉ ὑμῶν ἔσονται κριταί RP f 35 TR ¦ κριταὶ ἔσονται ὑμῶν TNT2 WH NA NIV SBL * 12:28 ⸉ ἐν πνεύματι θεοῦ ἐγὼ RP TNT2 WH NA NIV SBL ¦ ἐγὼ ἐν πνεύματι θεοῦ f 35 TR * 12:29 ⸂ διαρπάσαι RP f 35 TR ¦ ἁρπάσαι TNT2 WH NA NIV SBL * 12:29 ⸂2 διαρπάσει RP TR TNT2 WH NA NIV11 SBL ¦ διαρπάσῃ f 35 NIV73 * 12:31 ⸋ τοῖς ἀνθρώποις RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 12:32 ⸂ ἐὰν RP f 35 TNT2 WH NA NIV SBL ¦ ἂν TR * 12:32 ⸂2 ἐν τῷ νῦν αἰῶνι RP f 35 ¦ ἐν τούτῳ τῷ αἰῶνι TR TNT2 WH NA NIV SBL * 12:35 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ τῆς καρδίας TR * 12:35 ⸆2 – RP f 35 TNT2 WH NA NIV SBL ¦ τὰ TR * 12:36 ⸂ ἐὰν λαλήσωσιν RP f 35 TR ¦ λαλήσουσιν TNT2 WH NA NIV SBL * 12:38 ⸆ – RP f 35 TR ¦ αὐτῷ TNT2 WH NA NIV SBL * 12:44 ⸉ Ἐπιστρέψω εἰς τὸν οἶκόν μου RP f 35 TR ¦ Εἰς τὸν οἶκόν μου ἐπιστρέψω TNT2 WH NA NIV SBL * 12:44 ⸆ – RP f 35 TR TNT2 WH NA NIV11 SBL ¦ τὸν οἶκόν NIV73 * 12:44 ⸆2 – RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ καὶ WH NA25 * 12:46 ⸋ δὲ RP f 35 TR SBL ¦ – TNT2 WH NA NIV * 12:47 ⸋ Εἶπε(ν) … λαλῆσαι. RP f 35 TR TNT2 NA NIV SBL ¦ – WH * 12:48 ⸂ εἰπόντι RP f 35 TR ¦ λέγοντι TNT2 WH NA NIV SBL