24
Καὶ ἐξελθὼν Ἰησοῦς *ἐπορεύετο ἀπὸ τοῦ ἱεροῦ·⸊ καὶ προσῆλθον *οἱ μαθηταὶ αὐτοῦ ἐπιδεῖξαι αὐτῷ τὰς οἰκοδομὰς τοῦ ἱεροῦ. * δὲ Ἰησοῦς*εἶπεν αὐτοῖς, Οὐ βλέπετε *πάντα ταῦτα;⸊ Ἀμὴν λέγω ὑμῖν, οὐ μὴ ἀφεθῇ ὧδε λίθος ἐπὶ λίθον, ὃς οὐ *2 καταλυθήσεται.
Καθημένου δὲ αὐτοῦ ἐπὶ τοῦ ὄρους τῶν Ἐλαιῶν, προσῆλθον αὐτῷ οἱ μαθηταὶ κατἰδίαν, λέγοντες, Εἰπὲ ἡμῖν, πότε ταῦτα ἔσται; Καὶ τί τὸ σημεῖον τῆς σῆς παρουσίας, καὶ *τῆςσυντελείας τοῦ αἰῶνος; Καὶ ἀποκριθεὶς Ἰησοῦς εἶπεν αὐτοῖς, Βλέπετε, μή τις ὑμᾶς πλανήσῃ. Πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου, λέγοντες, Ἐγώ εἰμι χριστός· καὶ πολλοὺς πλανήσουσιν. Μελλήσετε δὲ ἀκούειν πολέμους καὶ ἀκοὰς πολέμων· ὁρᾶτε, μὴ θροεῖσθε· δεῖ γὰρ *πάνταγενέσθαι· ἀλλοὔπω ἐστὶν τὸ τέλος. Ἐγερθήσεται γὰρ ἔθνος ἐπὶ ἔθνος, καὶ βασιλεία ἐπὶ βασιλείαν· καὶ ἔσονται λιμοὶ *καὶ λοιμοὶκαὶ σεισμοὶ κατὰ τόπους. Πάντα δὲ ταῦτα ἀρχὴ ὠδίνων. Τότε παραδώσουσιν ὑμᾶς εἰς θλίψιν, καὶ ἀποκτενοῦσιν ὑμᾶς· καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων τῶν ἐθνῶν διὰ τὸ ὄνομά μου. 10 Καὶ τότε σκανδαλισθήσονται πολλοί, καὶ ἀλλήλους παραδώσουσιν, καὶ μισήσουσιν ἀλλήλους. 11 Καὶ πολλοὶ ψευδοπροφῆται ἐγερθήσονται, καὶ πλανήσουσιν πολλούς. 12 Καὶ διὰ τὸ πληθυνθῆναι τὴν ἀνομίαν, ψυγήσεται ἀγάπη τῶν πολλῶν· 13  δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται. 14 Καὶ κηρυχθήσεται τοῦτο τὸ εὐαγγέλιον τῆς βασιλείας ἐν ὅλῃ τῇ οἰκουμένῃ εἰς μαρτύριον πᾶσιν τοῖς ἔθνεσιν· καὶ τότε ἥξει τὸ τέλος.
15 Ὅταν οὖν ἴδητε τὸ βδέλυγμα τῆς ἐρημώσεως, τὸ ῥηθὲν διὰ Δανιὴλ τοῦ προφήτου, *ἑστὼςἐν τόπῳ ἁγίῳ ἀναγινώσκων νοείτω 16 τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν *ἐπὶτὰ ὄρη· 17  ἐπὶ τοῦ δώματος μὴ *καταβαινέτωἆραι *2τὰἐκ τῆς οἰκίας αὐτοῦ· 18 καὶ ἐν τῷ ἀγρῷ μὴ ἐπιστρεψάτω ὀπίσω ἆραι *τὰ ἱμάτιααὐτοῦ. 19 Οὐαὶ δὲ ταῖς ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς θηλαζούσαις ἐν ἐκείναις ταῖς ἡμέραις. 20 Προσεύχεσθε δὲ ἵνα μὴ γένηται φυγὴ ὑμῶν χειμῶνος, μηδὲ *σαββάτῳ. 21 Ἔσται γὰρ τότε θλίψις μεγάλη, οἵα οὐ γέγονεν ἀπἀρχῆς κόσμου ἕως τοῦ νῦν, οὐδοὐ μὴ γένηται. 22 Καὶ εἰ μὴ ἐκολοβώθησαν αἱ ἡμέραι ἐκεῖναι, οὐκ ἂν ἐσώθη πᾶσα σάρξ· διὰ δὲ τοὺς ἐκλεκτοὺς κολοβωθήσονται αἱ ἡμέραι ἐκεῖναι. 23 Τότε ἐάν τις ὑμῖν εἴπῃ, Ἰδού, ὧδε χριστός, ὧδε, μὴ πιστεύσητε. 24 Ἐγερθήσονται γὰρ ψευδόχριστοι καὶ ψευδοπροφῆται, καὶ δώσουσιν σημεῖα μεγάλα καὶ τέρατα, ὥστε *πλανῆσαι,⸃ εἰ δυνατόν, καὶ τοὺς ἐκλεκτούς. 25 Ἰδού, προείρηκα ὑμῖν. 26 Ἐὰν οὖν εἴπωσιν ὑμῖν, Ἰδού, ἐν τῇ ἐρήμῳ ἐστίν, μὴ ἐξέλθητε· Ἰδού, ἐν τοῖς ταμείοις, μὴ πιστεύσητε. 27 Ὥσπερ γὰρ ἀστραπὴ ἐξέρχεται ἀπὸ ἀνατολῶν καὶ φαίνεται ἕως δυσμῶν, οὕτως ἔσται * παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώπου. 28 Ὅπου *γὰρἐὰν τὸ πτῶμα, ἐκεῖ συναχθήσονται οἱ ἀετοί.
29 Εὐθέως δὲ μετὰ τὴν θλίψιν τῶν ἡμερῶν ἐκείνων, ἥλιος σκοτισθήσεται, καὶ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς, καὶ οἱ ἀστέρες πεσοῦνται ἀπὸ τοῦ οὐρανοῦ, καὶ αἱ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται. 30 Καὶ τότε φανήσεται τὸ σημεῖον τοῦ υἱοῦ τοῦ ἀνθρώπου ἐν *τῷοὐρανῷ· καὶ τότε κόψονται πᾶσαι αἱ φυλαὶ τῆς γῆς, καὶ ὄψονται τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ μετὰ δυνάμεως καὶ δόξης πολλῆς. 31 Καὶ ἀποστελεῖ τοὺς ἀγγέλους αὐτοῦ μετὰ σάλπιγγος *φωνῆςμεγάλης, καὶ ἐπισυνάξουσιν τοὺς ἐκλεκτοὺς αὐτοῦ ἐκ τῶν τεσσάρων ἀνέμων, ἀπἄκρων οὐρανῶν ἕως *ἄκρων αὐτῶν.
32 Ἀπὸ δὲ τῆς συκῆς μάθετε τὴν παραβολήν· ὅταν ἤδη κλάδος αὐτῆς γένηται ἁπαλός, καὶ τὰ φύλλα ἐκφύῃ, *γινώσκετεὅτι ἐγγὺς τὸ θέρος· 33 οὕτως καὶ ὑμεῖς, ὅταν ἴδητε *ταῦτα πάντα,⸊ γινώσκετε ὅτι ἐγγύς ἐστιν ἐπὶ θύραις. 34 Ἀμὴν λέγω ὑμῖν, *οὐ μὴ παρέλθῃ γενεὰ αὕτη, ἕως ἂν πάντα ταῦτα γένηται. 35  οὐρανὸς καὶ γῆ *παρελεύσονται,⸃ οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσιν. 36 Περὶ δὲ τῆς ἡμέρας ἐκείνης καὶ *ὥρας οὐδεὶς οἶδεν, οὐδὲ οἱ ἄγγελοι τῶν οὐρανῶν, *2 εἰ μὴ πατήρ *μουμόνος. 37 Ὥσπερ *δὲαἱ ἡμέραι τοῦ Νῶε, οὕτως ἔσται *καὶ παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώπου. 38  *Ὥσπεργὰρ ἦσαν ἐν ταῖς ἡμέραις *ταῖς πρὸ τοῦ κατακλυσμοῦ τρώγοντες καὶ πίνοντες, γαμοῦντες καὶ *2ἐκγαμίζοντες,⸃ ἄχρι ἧς ἡμέρας εἰσῆλθεν Νῶε εἰς τὴν κιβωτόν, 39 καὶ οὐκ ἔγνωσαν, ἕως ἦλθεν κατακλυσμὸς καὶ ἦρεν ἅπαντας, οὕτως ἔσται *καὶ παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώπου. 40 Τότε *δύο ἔσονταιἐν τῷ ἀγρῷ· * εἷς παραλαμβάνεται, καὶ εἷς ἀφίεται.⸃ 41 Δύο ἀλήθουσαι ἐν τῷ μύλωνι· μία παραλαμβάνεται, καὶ μία ἀφίεται. 42 Γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε ποίᾳ *ὥρᾳ κύριος ὑμῶν ἔρχεται. 43 Ἐκεῖνο δὲ γινώσκετε, ὅτι εἰ ᾔδει οἰκοδεσπότης ποίᾳ φυλακῇ κλέπτης ἔρχεται, ἐγρηγόρησεν ἄν, καὶ οὐκ ἂν εἴασεν διορυγῆναι τὴν οἰκίαν αὐτοῦ. 44 Διὰ τοῦτο καὶ ὑμεῖς γίνεσθε ἕτοιμοι· ὅτι *ὥρᾳ οὐ δοκεῖτε,⸊ υἱὸς τοῦ ἀνθρώπου ἔρχεται. 45 Τίς ἄρα ἐστὶν πιστὸς δοῦλος καὶ φρόνιμος, ὃν κατέστησεν κύριος *αὐτοῦἐπὶ τῆς *θεραπείαςαὐτοῦ, τοῦ *2διδόναιαὐτοῖς τὴν τροφὴν ἐν καιρῷ; 46 Μακάριος δοῦλος ἐκεῖνος, ὃν ἐλθὼν κύριος αὐτοῦ εὑρήσει *ποιοῦντα οὕτως.⸊ 47 Ἀμὴν λέγω ὑμῖν, ὅτι ἐπὶ πᾶσιν τοῖς ὑπάρχουσιν αὐτοῦ καταστήσει αὐτόν. 48 Ἐὰν δὲ εἴπῃ κακὸς δοῦλος ἐκεῖνος ἐν τῇ καρδίᾳ αὐτοῦ, Χρονίζει * κύριός μου*ἐλθεῖν,⸌ 49 καὶ ἄρξηται τύπτειν τοὺς συνδούλους, **ἐσθίειν δὲ καὶ πίνεινμετὰ τῶν μεθυόντων, 50 ἥξει κύριος τοῦ δούλου ἐκείνου ἐν ἡμέρᾳ οὐ προσδοκᾷ, καὶ ἐν ὥρᾳ οὐ γινώσκει, 51 καὶ διχοτομήσει αὐτόν, καὶ τὸ μέρος αὐτοῦ μετὰ τῶν ὑποκριτῶν θήσει· ἐκεῖ ἔσται κλαυθμὸς καὶ βρυγμὸς τῶν ὀδόντων.
* 24:1 ⸉ ἐπορεύετο ἀπὸ τοῦ ἱεροῦ RP f 35 TR ¦ ἀπὸ τοῦ ἱεροῦ ἐπορεύετο TNT2 WH NA NIV SBL * 24:1 ⸆ – RP TR TNT2 WH NA NIV SBL ¦ αὐτῷ f 35 * 24:2 ⸂ Ὁ δὲ Ἰησοῦς RP f 35 TR ¦ Ὁ δὲ TNT2 WH NA NIV SBL * 24:2 ⸆ – RP f 35 TR ¦ ἀποκριθεὶς TNT2 WH NA NIV SBL * 24:2 ⸉ πάντα ταῦτα RP f 35 TR ¦ ταῦτα πάντα TNT2 WH NA NIV SBL * 24:2 ⸆2 – RP f 35 TNT2 WH NA NIV SBL ¦ μὴ TR * 24:3 ⸋ τῆς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 24:6 ⸋ πάντα RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 24:7 ⸋ καὶ λοιμοὶ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 24:15 ⸂ ἑστὼς RP f 35 ¦ ἑστὸς TR TNT2 WH NA NIV SBL * 24:16 ⸂ ἐπὶ RP f 35 TR SBL ¦ εἰς TNT2 WH NA NIV * 24:17 ⸂ καταβαινέτω RP f 35 TR ¦ καταβάτω TNT2 WH NA NIV SBL * 24:17 ⸂2 τὰ RP f 35 TNT2 WH NA NIV SBL ¦ τι TR * 24:18 ⸂ τὰ ἱμάτια RP TR ¦ τὸ ἱμάτιον f 35 TNT2 WH NA NIV SBL * 24:20 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ ἐν TR * 24:24 ⸂ πλανῆσαι RP f 35 TR NA NIV SBL ¦ πλανᾶσθαι TNT2 WH * 24:27 ⸆ – TNT2 WH NA NIV SBL ¦ καὶ RP f 35 TR * 24:28 ⸋ γὰρ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 24:30 ⸋ τῷ RP f 35 TR SBL ¦ – TNT2 WH NA NIV * 24:31 ⸋ φωνῆς RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL * 24:31 ⸆ – RP f 35 TR ¦ τῶν TNT2 WH NA NIV SBL * 24:32 ⸂ γινώσκετε RP TR TNT2 WH NA NIV SBL ¦ γινώσκεται f 35 * 24:33 ⸉ ταῦτα πάντα RP f 35 TNT2 ¦ πάντα ταῦτα TR WH NA NIV SBL * 24:34 ⸆ – RP f 35 TR ¦ ὅτι TNT2 WH NA NIV SBL * 24:35 ⸂ παρελεύσονται RP f 35 TR ¦ παρελεύσεται TNT2 WH NA NIV SBL * 24:36 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ τῆς TR * 24:36 ⸆2 – RP f 35 TR TNT2 ¦ οὐδὲ ὁ υἱός WH NA NIV SBL * 24:36 ⸋ μου RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 24:37 ⸂ δὲ RP f 35 TR ¦ γὰρ TNT2 WH NA NIV SBL * 24:37 ⸋ καὶ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 24:38 ⸂ Ὥσπερ RP f 35 TR ¦ Ὡς TNT2 WH NA NIV SBL * 24:38 ⸆ – RP f 35 TR NIV SBL ¦ ἐκείναις TNT2 WH NA * 24:38 ⸂2 ἐκγαμίζοντες RP f 35 TR TNT2 ¦ γαμίζοντες WH NA NIV SBL * 24:39 ⸋ καὶ RP f 35 TR NA SBL ¦ – TNT2 WH NIV * 24:40 ⸉ δύο ἔσονται RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ ἔσονται δύο WH NA25 * 24:40 ⸂ ὁ εἷς παραλαμβάνεται, καὶ ὁ εἷς ἀφίεται RP f 35 TR ¦ εἷς παραλαμβάνεται, καὶ εἷς ἀφίεται TNT2 WH NA NIV SBL * 24:42 ⸂ ὥρᾳ RP f 35 TR ¦ ἡμέρᾳ TNT2 WH NA NIV SBL * 24:44 ⸉ ὥρᾳ οὐ δοκεῖτε RP f 35 TR ¦ οὐ δοκεῖτε ὥρᾳ TNT2 WH NA NIV SBL * 24:45 ⸋ αὐτοῦ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 24:45 ⸂ θεραπείας RP f 35 TR ¦ οἰκετείας TNT2 WH NA NIV SBL * 24:45 ⸂2 διδόναι RP f 35 TR ¦ δοῦναι TNT2 WH NA NIV SBL * 24:46 ⸉ ποιοῦντα οὕτως RP f 35 TR ¦ οὕτως ποιοῦντα TNT2 WH NA NIV SBL * 24:48 ⸉ ὁ κύριός μου RP f 35 TR ¦ μου ὁ κύριος TNT2 WH NA NIV SBL * 24:48 ⸋ ἐλθεῖν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 24:49 ⸆ – RP f 35 TR ¦ αὐτοῦ TNT2 WH NA NIV SBL * 24:49 ⸂ ἐσθίειν δὲ καὶ πίνειν RP TR ¦ ἐσθίειν τε καὶ πίνειν f 35 ¦ ἐσθίῃ δὲ καὶ πίνῃ TNT2 WH NA NIV SBL