3
Ὁμοίως, *αἱγυναῖκες, ὑποτασσόμεναι τοῖς ἰδίοις ἀνδράσιν, ἵνα, *2καὶεἴ τινες ἀπειθοῦσιν τῷ λόγῳ, διὰ τῆς τῶν γυναικῶν ἀναστροφῆς ἄνευ λόγου κερδηθήσονται, ἐποπτεύσαντες τὴν ἐν φόβῳ ἁγνὴν ἀναστροφὴν ὑμῶν. Ὧν ἔστω οὐχ ἔξωθεν ἐμπλοκῆς τριχῶν, καὶ περιθέσεως χρυσίων, ἐνδύσεως ἱματίων κόσμος· ἀλλ κρυπτὸς τῆς καρδίας ἄνθρωπος, ἐν τῷ ἀφθάρτῳ τοῦ *πρᾳέος καὶ ἡσυχίουπνεύματος, ἐστιν ἐνώπιον τοῦ θεοῦ πολυτελές. Οὕτως γάρ ποτε καὶ αἱ ἅγιαι γυναῖκες αἱ ἐλπίζουσαι *ἐπὶ*θεὸν ἐκόσμουν ἑαυτάς, ὑποτασσόμεναι τοῖς ἰδίοις ἀνδράσιν· ὡς Σάρρα *ὑπήκουσεντῷ Ἀβραάμ, κύριον αὐτὸν καλοῦσα, ἧς ἐγενήθητε τέκνα, ἀγαθοποιοῦσαι καὶ μὴ φοβούμεναι μηδεμίαν πτόησιν.
Οἱ ἄνδρες ὁμοίως, συνοικοῦντες κατὰ γνῶσιν, ὡς ἀσθενεστέρῳ σκεύει τῷ γυναικείῳ ἀπονέμοντες τιμήν, ὡς καὶ *συγκληρονόμοιχάριτος ζωῆς, εἰς τὸ μὴ ἐγκόπτεσθαι τὰς προσευχὰς ὑμῶν.
Τὸ δὲ τέλος, πάντες ὁμόφρονες, συμπαθεῖς, φιλάδελφοι, εὔσπλαγχνοι, *φιλόφρονες·⸃ μὴ ἀποδιδόντες κακὸν ἀντὶ κακοῦ, λοιδορίαν ἀντὶ λοιδορίας· τοὐναντίον δὲ εὐλογοῦντες, *εἰδότεςὅτι εἰς τοῦτο ἐκλήθητε, ἵνα εὐλογίαν κληρονομήσητε. 10  γὰρ θέλων ζωὴν ἀγαπᾷν, καὶ *ἰδεῖν ἡμέραςἀγαθάς, παυσάτω *τὴν γλῶσσαν αὐτοῦ ἀπὸ κακοῦ, καὶ χείλη αὐτοῦτοῦ μὴ λαλῆσαι δόλον· 11 ἐκκλινάτω *ἀπὸ κακοῦ, καὶ *ποιησάτω ἀγαθόν· ζητησάτω εἰρήνην,⸃ καὶ διωξάτω αὐτήν. 12 Ὅτι *ὀφθαλμοὶ κυρίου ἐπὶ δικαίους, καὶ ὦτα αὐτοῦεἰς δέησιν αὐτῶν· πρόσωπον δὲ κυρίου ἐπὶ ποιοῦντας κακά.
13 Καὶ τίς κακώσων ὑμᾶς, ἐὰν τοῦ ἀγαθοῦ *μιμηταὶγένησθε; 14 Ἀλλεἰ καὶ πάσχοιτε διὰ δικαιοσύνην, μακάριοι· τὸν δὲ φόβον αὐτῶν μὴ φοβηθῆτε, μηδὲ ταραχθῆτε· 15  *κύριον δὲ τὸν θεὸνἁγιάσατε ἐν ταῖς καρδίαις ὑμῶν· ἕτοιμοι *δὲἀεὶ πρὸς ἀπολογίαν παντὶ τῷ αἰτοῦντι ὑμᾶς λόγον περὶ τῆς ἐν ὑμῖν ἐλπίδος, *μετὰ πρᾳΰτητος καὶ φόβου· 16 συνείδησιν ἔχοντες ἀγαθήν, ἵνα, ἐν *καταλαλοῦσιν ὑμῶν*ὡς κακοποιῶν,⸌ καταισχυνθῶσιν οἱ ἐπηρεάζοντες ὑμῶν *2τὴν ἀγαθὴν ἐν χριστῷ ἀναστροφήν.⸃ 17 Κρεῖττον γὰρ ἀγαθοποιοῦντας, εἰ *θέλοιτὸ θέλημα τοῦ θεοῦ, πάσχειν, κακοποιοῦντας. 18 Ὅτι καὶ χριστὸς ἅπαξ περὶ ἁμαρτιῶν *ἔπαθεν,⸃ δίκαιος ὑπὲρ ἀδίκων, ἵνα *2ὑμᾶςπροσαγάγῃ τῷ θεῷ, θανατωθεὶς *3μὲν σαρκί, ζῳοποιηθεὶς δὲ πνεύματι,⸃ 19 ἐν καὶ τοῖς ἐν φυλακῇ πνεύμασιν πορευθεὶς ἐκήρυξεν, 20 ἀπειθήσασίν ποτε, ὅτε *ἀπεξεδέχετο τοῦ θεοῦ μακροθυμία ἐν ἡμέραις Νῶε, κατασκευαζομένης κιβωτοῦ, εἰς ἣν *2ὀλίγαι, τοῦτἔστιν ὀκτὼ ψυχαί,⸃ διεσώθησαν διὕδατος· 21  *ἀντίτυπον νῦν καὶ ἡμᾶςσῴζει βάπτισμα, οὐ σαρκὸς ἀπόθεσις ῥύπου, ἀλλὰ συνειδήσεως ἀγαθῆς ἐπερώτημα εἰς θεόν, διἀναστάσεως Ἰησοῦ χριστοῦ, 22 ὅς ἐστιν ἐν δεξιᾷ *τοῦθεοῦ, πορευθεὶς εἰς οὐρανόν, ὑποταγέντων αὐτῷ ἀγγέλων καὶ ἐξουσιῶν καὶ δυνάμεων.
* 3:1 ⸋ αἱ RP f 35 TR NA27+28 NIV73 ¦ – TNT2 WH NA25 NIV11 SBL * 3:1 ⸋2 καὶ RP f 35 TR TNT2 NA NIV SBL ¦ – WH * 3:4 ⸉ πρᾳέος καὶ ἡσυχίου RP f 35 TR NA25 ¦ πραέως καὶ ἡσυχίου TNT2 NA27+28 NIV SBL ¦ ἡσυχίου καὶ πραέως WH * 3:5 ⸂ ἐπὶ RP f 35 TR ¦ εἰς TNT2 WH NA NIV SBL * 3:5 ⸆ – RP TNT2 WH NA NIV SBL ¦ τὸν f 35 TR * 3:6 ⸂ ὑπήκουσεν RP f 35 TNT2 NA NIV SBL ¦ ὑπήκουσε TR ¦ ὑπήκουεν WH * 3:7 ⸂ συγκληρονόμοι RP f 35 TR ¦ συγκληρονόμοις TNT2 NA NIV SBL ¦ συνκληρονόμοι WH * 3:8 ⸂ φιλόφρονες RP f 35 TR ¦ ταπεινόφρονες TNT2 WH NA NIV SBL * 3:9 ⸋ εἰδότες RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 3:10 ⸉ ἰδεῖν ἡμέρας RP TR TNT2 WH NA NIV SBL ¦ ἡμέρας ἰδεῖν f 35 * 3:10 ⸂ τὴν γλῶσσαν αὐτοῦ … καὶ χείλη αὐτοῦ RP f 35 TR ¦ τὴν γλῶσσαν … καὶ χείλη TNT2 WH NA NIV SBL * 3:11 ⸆ – RP f 35 TR ¦ δὲ TNT2 WH NA NIV SBL * 3:11 ⸂ ποιησάτω ἀγαθόν· ζητησάτω εἰρήνην RP f 35 TNT2 WH NA NIV SBL ¦ ποιησάτω εἰρήνην TR * 3:12 ⸂ ὀφθαλμοὶ κυρίου … καὶ ὦτα αὐτοῦ RP f 35 TNT2 WH NA NIV SBL ¦ οἵ ὀφθαλμοὶ κυρίου … καὶ ὦτα αὐτοῦ TR * 3:13 ⸂ μιμηταὶ RP f 35 TR ¦ ζηλωταὶ TNT2 WH NA NIV SBL * 3:15 ⸂ κύριον δὲ τὸν θεὸν RP f 35 TR ¦ κύριον δὲ τὸν χριστὸν TNT2 WH NA NIV SBL * 3:15 ⸋ δὲ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 3:15 ⸆ – RP f 35 TR ¦ ἀλλὰ TNT2 WH NA NIV SBL * 3:16 ⸂ καταλαλοῦσιν ὑμῶν RP f 35 TNT2 ¦ καταλαλῶσιν ὑμῶν TR ¦ καταλαλεῖσθε WH NA NIV SBL * 3:16 ⸋ ὡς κακοποιῶν RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL * 3:16 ⸂2 τὴν ἀγαθὴν ἐν χριστῷ ἀναστροφήν RP TR TNT2 WH NA NIV SBL ¦ τῆ ἀγαθῆ ἐν χριστῷ ἀναστροφῆ f 35 * 3:17 ⸂ θέλοι RP f 35 TNT2 WH NA NIV SBL ¦ θέλει TR * 3:18 ⸂ ἔπαθεν RP f 35 NA27+28 NIV11 SBL ¦ ἔπαθε TR ¦ ἀπέθανεν TNT2 WH NA25 NIV73 * 3:18 ⸂2 ὑμᾶς RP WH NA NIV SBL ¦ ἡμᾶς f 35 TR TNT2 * 3:18 ⸂3 μὲν σαρκί … δὲ πνεύματι RP f 35 TNT2 WH NA NIV SBL ¦ μὲν σαρκί … δὲ τῷ πνεύματι TR * 3:20 ⸂ ἀπεξεδέχετο RP f 35 TNT2 WH NA NIV SBL ¦ ἅπαξ ἐξεδέχετο TR * 3:20 ⸂2 ὀλίγαι, τοῦτ᾽ ἔστιν ὀκτὼ ψυχαί RP f 35 TR ¦ ὀλίγοι, τοῦτ᾽ ἔστιν ὀκτὼ ψυχαί TNT2 WH NA NIV SBL * 3:21 ⸂ ἀντίτυπον νῦν καὶ ἡμᾶς RP f 35 ¦ καὶ ἡμᾶς ἀντίτυπον νῦν TR ¦ καὶ ὑμᾶς ἀντίτυπον νῦν TNT2 WH NA NIV SBL * 3:22 ⸋ τοῦ RP f 35 TR NA27+28 NIV73 ¦ – TNT2 WH NA25 NIV11 SBL