3
Ταύτην ἤδη, ἀγαπητοί, δευτέραν ὑμῖν γράφω ἐπιστολήν, ἐν αἷς διεγείρω ὑμῶν ἐν ὑπομνήσει τὴν εἰλικρινῆ διάνοιαν, μνησθῆναι τῶν προειρημένων ῥημάτων ὑπὸ τῶν ἁγίων προφητῶν, καὶ τῆς τῶν ἀποστόλων *ὑμῶνἐντολῆς τοῦ κυρίου καὶ σωτῆρος· τοῦτο πρῶτον γινώσκοντες, ὅτι ἐλεύσονται ἐπ*ἐσχάτου τῶν ἡμερῶν*ἐμπαῖκται, κατὰ τὰς ἰδίας *ἐπιθυμίας αὐτῶνπορευόμενοι, καὶ λέγοντες, Ποῦ ἐστὶν ἐπαγγελία τῆς παρουσίας αὐτοῦ; Ἀφἧς γὰρ οἱ πατέρες ἐκοιμήθησαν, πάντα οὕτως διαμένει ἀπἀρχῆς κτίσεως. Λανθάνει γὰρ αὐτοὺς τοῦτο θέλοντας, ὅτι *οὐρανοὶ ἦσαν ἔκπαλαι, καὶ γῆ ἐξ ὕδατος καὶ διὕδατος *2συνεστῶσα,⸃ τῷ τοῦ θεοῦ λόγῳ, διὧν τότε κόσμος ὕδατι κατακλυσθεὶς ἀπώλετο· οἱ δὲ νῦν οὐρανοὶ καὶ γῆ *τῷ αὐτοῦλόγῳ τεθησαυρισμένοι εἰσίν, πυρὶ τηρούμενοι εἰς ἡμέραν κρίσεως καὶ ἀπωλείας τῶν ἀσεβῶν ἀνθρώπων.
Ἓν δὲ τοῦτο μὴ λανθανέτω ὑμᾶς, ἀγαπητοί, ὅτι μία ἡμέρα παρὰ κυρίῳ ὡς χίλια ἔτη, καὶ χίλια ἔτη ὡς ἡμέρα μία. Οὐ βραδύνει *κύριος τῆς ἐπαγγελίας, ὥς τινες βραδυτῆτα ἡγοῦνται· ἀλλὰ μακροθυμεῖ εἰς *ἡμᾶς,⸃ μὴ βουλόμενός τινας ἀπολέσθαι, ἀλλὰ πάντας εἰς μετάνοιαν χωρῆσαι. 10 Ἥξει δὲ *ἡμέρα κυρίου ὡς κλέπτης *2ἐν νυκτί,⸌ ἐν *οἱ οὐρανοὶ ῥοιζηδὸν παρελεύσονται, στοιχεῖα δὲ καυσούμενα *2λυθήσονται,⸃ καὶ γῆκαὶ τὰ ἐν αὐτῇ ἔργα *3κατακαήσεται.⸃ 11 Τούτων *οὖνπάντων λυομένων, ποταποὺς δεῖ ὑπάρχειν ὑμᾶς ἐν ἁγίαις ἀναστροφαῖς καὶ εὐσεβείαις, 12 προσδοκῶντας καὶ σπεύδοντας τὴν παρουσίαν τῆς τοῦ θεοῦ ἡμέρας, διἣν οὐρανοὶ πυρούμενοι λυθήσονται, καὶ στοιχεῖα καυσούμενα τήκεται; 13 Καινοὺς δὲ οὐρανοὺς καὶ γῆν καινὴν κατὰ τὸ ἐπάγγελμα αὐτοῦ προσδοκῶμεν, ἐν οἷς δικαιοσύνη κατοικεῖ.
14 Διό, ἀγαπητοί, ταῦτα προσδοκῶντες, σπουδάσατε ἄσπιλοι καὶ ἀμώμητοι αὐτῷ εὑρεθῆναι ἐν εἰρήνῃ. 15 Καὶ τὴν τοῦ κυρίου ἡμῶν μακροθυμίαν σωτηρίαν ἡγεῖσθε, καθὼς καὶ ἀγαπητὸς ἡμῶν ἀδελφὸς Παῦλος κατὰ τὴν *αὐτῷ δοθεῖσανσοφίαν ἔγραψεν ὑμῖν· 16 ὡς καὶ ἐν πάσαις *ταῖςἐπιστολαῖς, λαλῶν *ἐν αὐταῖς περὶ τούτων· ἐν οἷς ἔστινδυσνόητά τινα, οἱ ἀμαθεῖς καὶ ἀστήρικτοι *2στρεβλοῦσιν,⸃ ὡς καὶ τὰς λοιπὰς γραφάς, πρὸς τὴν ἰδίαν αὐτῶν ἀπώλειαν. 17 Ὑμεῖς οὖν, ἀγαπητοί, προγινώσκοντες φυλάσσεσθε, ἵνα μή, τῇ τῶν ἀθέσμων πλάνῃ συναπαχθέντες, ἐκπέσητε τοῦ ἰδίου στηριγμοῦ. 18  *Αὐξάνετεδὲ ἐν χάριτι καὶ γνώσει τοῦ κυρίου ἡμῶν καὶ σωτῆρος Ἰησοῦ χριστοῦ. Αὐτῷ δόξα καὶ νῦν καὶ εἰς ἡμέραν αἰῶνος. *Ἀμήν.⸌
* 3:2 ⸂ ὑμῶν RP f 35 TNT2 WH NA NIV SBL ¦ ἡμῶν TR * 3:3 ⸂ ἐσχάτου τῶν ἡμερῶν RP f 35 TR ¦ ἐσχάτων τῶν ἡμερῶν TNT2 WH NA NIV SBL * 3:3 ⸆ – RP f 35 TR ¦ ἐν ἐμπαιγμονῇ TNT2 WH NA NIV SBL * 3:3 ⸉ ἐπιθυμίας αὐτῶν RP f 35 TNT2 WH NA NIV SBL ¦ αὐτῶν ἐπιθυμίας TR * 3:5 ⸂ οὐρανοὶ … καὶ γῆ … τῷ τοῦ θεοῦ λόγῳ, δι᾽ ὧν RP f 35 TR TNT2 WH NA25+27 NIV SBL ¦ οὐρανοὶ … καὶ γῆ … τῷ τοῦ θεοῦ λόγῳ, δι᾽ ὃν NA28 * 3:5 ⸂2 συνεστῶσα RP TR TNT2 WH NA NIV SBL ¦ συνεστῶτα f 35 * 3:7 ⸂ τῷ αὐτοῦ RP f 35 TNT2 ¦ αὐτοῦ TR ¦ τῷ αὐτῷ WH NA NIV SBL * 3:9 ⸋ ὁ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 3:9 ⸂ ἡμᾶς RP f 35 TR ¦ ὑμᾶς TNT2 WH NA NIV SBL * 3:10 ⸋ ἡ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 3:10 ⸋2 ἐν νυκτί RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 3:10 ⸂ οἱ οὐρανοὶ … καὶ γῆ RP TR TNT2 WH NA NIV SBL ¦ οὐρανοὶ … καὶ γῆ f 35 * 3:10 ⸂2 λυθήσονται RP f 35 TR ¦ λυθήσεται TNT2 WH NA NIV SBL * 3:10 ⸂3 κατακαήσεται RP f 35 TR ¦ εὑρεθήσεται TNT2 WH NA25+27 NIV SBL ¦ οὐχ εὑρεθήσεται NA28 * 3:11 ⸂ οὖν RP f 35 TR TNT2 ¦ οὕτως WH NA NIV SBL * 3:15 ⸉ αὐτῷ δοθεῖσαν RP f 35 TR ¦ δοθεῖσαν αὐτῷ TNT2 WH NA NIV SBL * 3:16 ⸋ ταῖς RP f 35 TR NA28 SBL ¦ – TNT2 WH NA25+27 NIV * 3:16 ⸂ ἐν αὐταῖς περὶ τούτων· ἐν οἷς ἔστιν RP ¦ ἐν αὐταῖς περὶ τούτων· ἐν οἷς ἐισὶν f 35 ¦ ἐν αὐταῖς περὶ τούτων· ἐν οἷς ἔστι TR ¦ ἐν αὐταῖς περὶ τούτων· ἐν αἷς ἔστιν TNT2 WH NA NIV SBL * 3:16 ⸂2 στρεβλοῦσιν RP f 35 TR TNT2 WH NA25+27 NIV SBL ¦ στρεβλώσουσιν NA28 * 3:18 ⸂ Αὐξάνετε RP TR TNT2 WH NA NIV SBL ¦ Αὐξάνητε f 35 * 3:18 ⸋ Ἀμήν. RP f 35 TR TNT2 NA27 NIV SBL ¦ – WH NA25+28