ΠΡΟΣ ΦΙΛΗΜΟΝΑ
1
Παῦλος δέσμιος *χριστοῦ Ἰησοῦ,⸊ καὶ Τιμόθεος ἀδελφός, Φιλήμονι τῷ ἀγαπητῷ καὶ συνεργῷ ἡμῶν, καὶ Ἀπφίᾳ τῇ *ἀγαπητῇ,⸃ καὶ Ἀρχίππῳ τῷ συστρατιώτῃ ἡμῶν, καὶ τῇ κατοἶκόν σου ἐκκλησίᾳ· χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ἡμῶν καὶ κυρίου Ἰησοῦ χριστοῦ.
Εὐχαριστῶ τῷ θεῷ μου, πάντοτε μνείαν σου ποιούμενος ἐπὶ τῶν προσευχῶν μου, ἀκούων σου τὴν ἀγάπην, καὶ τὴν πίστιν ἣν ἔχεις *πρὸςτὸν κύριον Ἰησοῦν καὶ εἰς πάντας τοὺς ἁγίους, ὅπως κοινωνία τῆς πίστεώς σου ἐνεργὴς γένηται ἐν ἐπιγνώσει παντὸς ἀγαθοῦ *τοῦἐν *ἡμῖνεἰς *2χριστὸν Ἰησοῦν.⸃ *Χάρινγὰρ *2ἔχομεν πολλὴνκαὶ παράκλησιν ἐπὶ τῇ ἀγάπῃ σου, ὅτι τὰ σπλάγχνα τῶν ἁγίων ἀναπέπαυται διὰ σοῦ, ἀδελφέ.
Διὸ πολλὴν ἐν χριστῷ παρρησίαν ἔχων ἐπιτάσσειν σοι τὸ ἀνῆκον, διὰ τὴν ἀγάπην μᾶλλον παρακαλῶ, τοιοῦτος ὢν ὡς Παῦλος πρεσβύτης, νυνὶ δὲ καὶ δέσμιος *Ἰησοῦ χριστοῦ.⸊ 10 Παρακαλῶ σε περὶ τοῦ ἐμοῦ τέκνου, ὃν ἐγέννησα ἐν τοῖς δεσμοῖς *μου,⸌ Ὀνήσιμον, 11 τόν ποτέ σοι ἄχρηστον, νυνὶ δὲ *σοὶ καὶ ἐμοὶ εὔχρηστον, *ὃν ἀνέπεμψα· 12 σὺ δὲ αὐτόν, τοῦτἔστιν τὰ ἐμὰ σπλάγχνα, προσλαβοῦ·⸃ 13 ὃν ἐγὼ ἐβουλόμην πρὸς ἐμαυτὸν κατέχειν, ἵνα ὑπὲρ σοῦ *διακονῇ μοιἐν τοῖς δεσμοῖς τοῦ εὐαγγελίου· 14 χωρὶς δὲ τῆς σῆς γνώμης οὐδὲν ἠθέλησα ποιῆσαι, ἵνα μὴ ὡς κατὰ ἀνάγκην τὸ ἀγαθόν σου , ἀλλὰ κατὰ ἑκούσιον. 15 Τάχα γὰρ διὰ τοῦτο ἐχωρίσθη πρὸς ὥραν, ἵνα αἰώνιον αὐτὸν ἀπέχῃς· 16 οὐκέτι ὡς δοῦλον, ἀλλὑπὲρ δοῦλον, ἀδελφὸν ἀγαπητόν, μάλιστα ἐμοί, πόσῳ δὲ μᾶλλον σοὶ καὶ ἐν σαρκὶ καὶ ἐν κυρίῳ. 17 Εἰ οὖν *μεἔχεις κοινωνόν, προσλαβοῦ αὐτὸν ὡς ἐμέ. 18 Εἰ δέ τι ἠδίκησέν σε ὀφείλει, τοῦτο ἐμοὶ ἐλλόγει· 19 ἐγὼ Παῦλος ἔγραψα τῇ ἐμῇ χειρί, ἐγὼ ἀποτίσω· ἵνα μὴ λέγω σοι ὅτι καὶ σεαυτόν μοι προσοφείλεις. 20 Ναί, ἀδελφέ, ἐγώ σου ὀναίμην ἐν κυρίῳ· ἀνάπαυσόν μου τὰ σπλάγχνα ἐν *κυρίῳ.⸃ 21 Πεποιθὼς τῇ ὑπακοῇ σου ἔγραψά σοι, εἰδὼς ὅτι καὶ ὑπὲρ *λέγω ποιήσεις. 22 Ἅμα δὲ καὶ ἑτοίμαζέ μοι ξενίαν· ἐλπίζω γὰρ ὅτι διὰ τῶν προσευχῶν ὑμῶν χαρισθήσομαι ὑμῖν.
23  *Ἀσπάζονταί σε Ἐπαφρᾶς συναιχμάλωτός μου ἐν χριστῷ Ἰησοῦ, 24 Μάρκος, Ἀρίσταρχος, Δημᾶς, Λουκᾶς, οἱ συνεργοί μου.⸃
25  χάρις *τοῦ κυρίου ἡμῶν Ἰησοῦ χριστοῦμετὰ τοῦ πνεύματος ὑμῶν. *Ἀμήν.⸌
* 1:1 ⸉ χριστοῦ Ἰησοῦ RP TR TNT2 WH NA NIV SBL Sol ¦ Ἰησοῦ χριστοῦ f 35 * 1:2 ⸂ ἀγαπητῇ RP f 35 TR ¦ ἀδελφῇ TNT2 WH NA NIV SBL Sol * 1:5 ⸂ πρὸς RP f 35 TR NA NIV SBL Sol ¦ εἰς TNT2 WH * 1:6 ⸋ τοῦ RP f 35 TR WH NA NIV SBL Sol ¦ – TNT2 * 1:6 ⸂ ἡμῖν RP TNT2 WH NA NIV SBL ¦ ὑμῖν f 35 TR Sol * 1:6 ⸂2 χριστὸν Ἰησοῦν RP f 35 TR ¦ χριστὸν TNT2 WH NA NIV SBL Sol * 1:7 ⸂ Χάριν RP f 35 ¦ Χαρὰν TR TNT2 WH NA NIV SBL Sol * 1:7 ⸂2 ἔχομεν πολλὴν RP f 35 TR ¦ πολλὴν ἔσχον TNT2 WH NA NIV SBL Sol * 1:9 ⸉ Ἰησοῦ χριστοῦ RP f 35 TR ¦ χριστοῦ Ἰησοῦ TNT2 WH NA NIV SBL Sol * 1:10 ⸋ μου RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL Sol * 1:11 ⸆ – RP f 35 TR TNT2 WH SBL Sol ¦ καὶ NA NIV * 1:11 ⸂ ὃν ἀνέπεμψα· σὺ δὲ αὐτόν, τοῦτ᾽ ἔστιν τὰ ἐμὰ σπλάγχνα, προσλαβοῦ· RP f 35 TR ¦ ὃν ἀνέπεμψά σοι αὐτόν, τοῦτ᾽ ἔστιν τὰ ἐμὰ σπλάγχνα· TNT2 WH NA NIV SBL Sol * 1:13 ⸉ διακονῇ μοι RP f 35 TR ¦ μοι διακονῇ TNT2 WH NA NIV SBL Sol * 1:17 ⸂ με RP f 35 TNT2 WH NA NIV SBL Sol ¦ ἐμέ TR * 1:20 ⸂ κυρίῳ RP f 35 TR ¦ χριστῷ TNT2 WH NA NIV SBL Sol * 1:21 ⸂ ὃ RP f 35 TR ¦ ἃ TNT2 WH NA NIV SBL Sol * 1:23 ⸂ Ἀσπάζονταί σε Ἐπαφρᾶς … οἱ συνεργοί μου. RP f 35 TR ¦ Ἀσπάζεταί σε Ἐπαφρᾶς … οἱ συνεργοί μου. TNT2 WH NA NIV SBL Sol * 1:25 ⸂ τοῦ κυρίου ἡμῶν Ἰησοῦ χριστοῦ RP TR TNT2 ¦ τοῦ κυρίου ἡμῶν Ἰησοῦ f 35 ¦ τοῦ κυρίου Ἰησοῦ χριστοῦ WH NA NIV SBL Sol * 1:25 ⸋ Ἀμήν. RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL Sol