12
Παρακαλῶ οὖν ὑμᾶς, ἀδελφοί, διὰ τῶν οἰκτιρμῶν τοῦ θεοῦ, παραστῆσαι τὰ σώματα ὑμῶν θυσίαν ζῶσαν, ἁγίαν, *εὐάρεστον τῷ θεῷ,⸊ τὴν λογικὴν λατρείαν ὑμῶν, καὶ μὴ *συσχηματίζεσθαι τῷ αἰῶνι τούτῳ, ἀλλὰ μεταμορφοῦσθαιτῇ ἀνακαινώσει τοῦ νοὸς *ὑμῶν,⸌ εἰς τὸ δοκιμάζειν ὑμᾶς τί τὸ θέλημα τοῦ θεοῦ τὸ ἀγαθὸν καὶ εὐάρεστον καὶ τέλειον.
Λέγω γάρ, διὰ τῆς χάριτος τῆς δοθείσης μοι, παντὶ τῷ ὄντι ἐν ὑμῖν, μὴ ὑπερφρονεῖν παρ δεῖ φρονεῖν, ἀλλὰ φρονεῖν εἰς τὸ σωφρονεῖν, ἑκάστῳ ὡς θεὸς ἐμέρισεν μέτρον πίστεως. Καθάπερ γὰρ ἐν ἑνὶ σώματι *μέλη πολλὰἔχομεν, τὰ δὲ μέλη πάντα οὐ τὴν αὐτὴν ἔχει πρᾶξιν· οὕτως οἱ πολλοὶ ἓν σῶμά ἐσμεν ἐν χριστῷ, *δὲ καθεἷς ἀλλήλων μέλη. Ἔχοντες δὲ χαρίσματα κατὰ τὴν χάριν τὴν δοθεῖσαν ἡμῖν διάφορα, εἴτε προφητείαν, κατὰ τὴν ἀναλογίαν τῆς πίστεως· εἴτε διακονίαν, ἐν τῇ διακονίᾳ· εἴτε διδάσκων, ἐν τῇ διδασκαλίᾳ· εἴτε παρακαλῶν, ἐν τῇ παρακλήσει· μεταδιδούς, ἐν ἁπλότητι· προϊστάμενος, ἐν σπουδῇ· ἐλεῶν, ἐν ἱλαρότητι. ἀγάπη ἀνυπόκριτος, ἀποστυγοῦντες τὸ πονηρόν, κολλώμενοι τῷ ἀγαθῷ, 10 τῇ φιλαδελφίᾳ εἰς ἀλλήλους φιλόστοργοι, τῇ τιμῇ ἀλλήλους προηγούμενοι, 11 τῇ σπουδῇ μὴ ὀκνηροί, τῷ πνεύματι ζέοντες, τῷ *κυρίῳδουλεύοντες, 12 τῇ ἐλπίδι χαίροντες, τῇ θλίψει ὑπομένοντες, τῇ προσευχῇ προσκαρτεροῦντες, 13 ταῖς χρείαις τῶν ἁγίων κοινωνοῦντες, τὴν φιλοξενίαν διώκοντες. 14 Εὐλογεῖτε τοὺς διώκοντας *ὑμᾶς·⸌ εὐλογεῖτε, καὶ μὴ καταρᾶσθε. 15 Χαίρειν μετὰ χαιρόντων, *καὶκλαίειν μετὰ κλαιόντων. 16 Τὸ αὐτὸ εἰς ἀλλήλους φρονοῦντες. Μὴ τὰ ὑψηλὰ φρονοῦντες, ἀλλὰ τοῖς ταπεινοῖς συναπαγόμενοι. Μὴ γίνεσθε φρόνιμοι παρἑαυτοῖς. 17 Μηδενὶ κακὸν ἀντὶ κακοῦ ἀποδιδόντες. Προνοούμενοι καλὰ ἐνώπιον πάντων ἀνθρώπων. 18 Εἰ δυνατόν, τὸ ἐξ ὑμῶν, μετὰ πάντων ἀνθρώπων εἰρηνεύοντες. 19 Μὴ ἑαυτοὺς ἐκδικοῦντες, ἀγαπητοί, ἀλλὰ δότε τόπον τῇ ὀργῇ· γέγραπται γάρ, Ἐμοὶ ἐκδίκησις, ἐγὼ ἀνταποδώσω, λέγει κύριος. 20  *Ἐὰν οὖνπεινᾷ ἐχθρός σου, ψώμιζε αὐτόν· ἐὰν διψᾷ, πότιζε αὐτόν· τοῦτο γὰρ ποιῶν, ἄνθρακας πυρὸς σωρεύσεις ἐπὶ τὴν κεφαλὴν αὐτοῦ. 21 Μὴ νικῶ ὑπὸ τοῦ κακοῦ, ἀλλὰ νίκα ἐν τῷ ἀγαθῷ τὸ κακόν.
* 12:1 ⸉ εὐάρεστον τῷ θεῷ RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ τῷ θεῷ εὐάρεστον WH NA25 * 12:2 ⸂ συσχηματίζεσθαι … μεταμορφοῦσθαι RP ¦ συσχηματίζεσθε … μεταμορφοῦσθε f 35 TR TNT2 NA NIV SBL ¦ συνσχηματίζεσθε … μεταμορφοῦσθε WH * 12:2 ⸋ ὑμῶν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 12:4 ⸉ μέλη πολλὰ RP f 35 TR ¦ πολλὰ μέλη TNT2 WH NA NIV SBL * 12:5 ⸂ ὁ RP f 35 TR ¦ τὸ TNT2 WH NA NIV SBL * 12:11 ⸂ κυρίῳ RP f 35 TNT2 WH NA NIV SBL ¦ καιρῷ TR * 12:14 ⸋ ὑμᾶς RP f 35 TR TNT2 NA27+28 NIV73 ¦ – WH NA25 NIV11 SBL * 12:15 ⸋ καὶ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 12:20 ⸂ Ἐὰν οὖν RP f 35 TR ¦ Ἀλλὰ ἐὰν TNT2 WH NA25+27 NIV SBL ¦ Ἀλλ᾽ ἐὰν NA28