15
Ὀφείλομεν δὲ ἡμεῖς οἱ δυνατοὶ τὰ ἀσθενήματα τῶν ἀδυνάτων βαστάζειν, καὶ μὴ ἑαυτοῖς ἀρέσκειν. Ἕκαστος *ἡμῶν τῷ πλησίον ἀρεσκέτω εἰς τὸ ἀγαθὸν πρὸς οἰκοδομήν. Καὶ γὰρ χριστὸς οὐχ ἑαυτῷ ἤρεσεν, ἀλλά, καθὼς γέγραπται, Οἱ ὀνειδισμοὶ τῶν ὀνειδιζόντων σε ἐπέπεσον ἐπἐμέ. Ὅσα γὰρ προεγράφη, *εἰς τὴν ἡμετέραν διδασκαλίαν *προεγράφη,⸃ ἵνα διὰ τῆς ὑπομονῆς καὶ *διὰτῆς παρακλήσεως τῶν γραφῶν τὴν ἐλπίδα ἔχωμεν. δὲ θεὸς τῆς ὑπομονῆς καὶ τῆς παρακλήσεως δῴη ὑμῖν τὸ αὐτὸ φρονεῖν ἐν ἀλλήλοις κατὰ *χριστὸν Ἰησοῦν·⸊ ἵνα ὁμοθυμαδὸν ἐν ἑνὶ στόματι δοξάζητε τὸν θεὸν καὶ πατέρα τοῦ κυρίου ἡμῶν Ἰησοῦ χριστοῦ. Διὸ προσλαμβάνεσθε ἀλλήλους, καθὼς καὶ χριστὸς προσελάβετο *ὑμᾶς,⸃ εἰς δόξαν *θεοῦ. Λέγω *δέ,⸃ *2χριστὸν Ἰησοῦνδιάκονον *3γεγενῆσθαιπεριτομῆς ὑπὲρ ἀληθείας θεοῦ, εἰς τὸ βεβαιῶσαι τὰς ἐπαγγελίας τῶν πατέρων· τὰ δὲ ἔθνη ὑπὲρ ἐλέους δοξάσαι τὸν θεόν, καθὼς γέγραπται, Διὰ τοῦτο ἐξομολογήσομαί σοι ἐν ἔθνεσιν, *καὶ τῷ ὀνόματί σου ψαλῶ. 10 Καὶ πάλιν λέγει, Εὐφράνθητε, ἔθνη, μετὰ τοῦ λαοῦ αὐτοῦ. 11 Καὶ πάλιν, Αἰνεῖτε *τὸν κύριον πάντα τὰ ἔθνη,⸊ καὶ *ἐπαινέσατεαὐτὸν πάντες οἱ λαοί. 12 Καὶ πάλιν Ἠσαΐας λέγει, Ἔσται ῥίζα τοῦ Ἰεσσαί, καὶ ἀνιστάμενος ἄρχειν ἐθνῶν· ἐπαὐτῷ ἔθνη ἐλπιοῦσιν. 13  δὲ θεὸς τῆς ἐλπίδος πληρώσαι ὑμᾶς πάσης χαρᾶς καὶ εἰρήνης ἐν τῷ πιστεύειν, εἰς τὸ περισσεύειν ὑμᾶς ἐν τῇ ἐλπίδι, ἐν δυνάμει πνεύματος ἁγίου.
14 Πέπεισμαι δέ, ἀδελφοί μου, καὶ αὐτὸς ἐγὼ περὶ ὑμῶν, ὅτι καὶ αὐτοὶ μεστοί ἐστε ἀγαθωσύνης, πεπληρωμένοι πάσης *γνώσεως, δυνάμενοι καὶ *ἄλλουςνουθετεῖν. 15  *Τολμηρότερονδὲ ἔγραψα ὑμῖν, *ἀδελφοί,⸌ ἀπὸ μέρους, ὡς ἐπαναμιμνήσκων ὑμᾶς, διὰ τὴν χάριν τὴν δοθεῖσάν μοι *2ὑπὸτοῦ θεοῦ, 16 εἰς τὸ εἶναί με λειτουργὸν *Ἰησοῦ χριστοῦεἰς τὰ ἔθνη, ἱερουργοῦντα τὸ εὐαγγέλιον τοῦ θεοῦ, ἵνα γένηται προσφορὰ τῶν ἐθνῶν εὐπρόσδεκτος, ἡγιασμένη ἐν πνεύματι ἁγίῳ. 17 Ἔχω οὖν *καύχησιν ἐν χριστῷ Ἰησοῦ τὰ πρὸς *τὸνθεόν. 18 Οὐ γὰρ τολμήσω *λαλεῖν τιὧν οὐ κατειργάσατο χριστὸς διἐμοῦ, εἰς ὑπακοὴν ἐθνῶν, λόγῳ καὶ ἔργῳ, 19 ἐν δυνάμει σημείων καὶ τεράτων, ἐν δυνάμει *πνεύματος*θεοῦ·⸌ ὥστε με ἀπὸ Ἱερουσαλὴμ καὶ κύκλῳ μέχρι τοῦ Ἰλλυρικοῦ πεπληρωκέναι τὸ εὐαγγέλιον τοῦ χριστοῦ· 20 οὕτως δὲ *φιλοτιμούμενονεὐαγγελίζεσθαι, οὐχ ὅπου ὠνομάσθη χριστός, ἵνα μὴ ἐπἀλλότριον θεμέλιον οἰκοδομῶ· 21 ἀλλά, καθὼς γέγραπται, *Οἷς οὐκ ἀνηγγέλη περὶ αὐτοῦ, ὄψονται·⸊ καὶ οἳ οὐκ ἀκηκόασιν συνήσουσιν. 22 Διὸ καὶ ἐνεκοπτόμην τὰ πολλὰ τοῦ ἐλθεῖν πρὸς ὑμᾶς· 23 νυνὶ δὲ μηκέτι τόπον ἔχων *ἐντοῖς κλίμασιν τούτοις, ἐπιποθίαν δὲ ἔχων τοῦ ἐλθεῖν πρὸς ὑμᾶς ἀπὸ *2πολλῶνἐτῶν, 24 ὡς *ἐὰνπορεύωμαι εἰς τὴν Σπανίαν, *ἐλεύσομαι πρὸς ὑμᾶς·⸌ ἐλπίζω γὰρ διαπορευόμενος θεάσασθαι ὑμᾶς, καὶ ὑφὑμῶν προπεμφθῆναι ἐκεῖ, ἐὰν ὑμῶν πρῶτον ἀπὸ μέρους ἐμπλησθῶ. 25 Νυνὶ δὲ πορεύομαι εἰς Ἱερουσαλήμ, διακονῶν τοῖς ἁγίοις. 26 Εὐδόκησαν γὰρ Μακεδονία καὶ Ἀχαΐα κοινωνίαν τινὰ ποιήσασθαι εἰς τοὺς πτωχοὺς τῶν ἁγίων τῶν ἐν Ἱερουσαλήμ. 27 Εὐδόκησαν γάρ, καὶ ὀφειλέται *αὐτῶν εἰσιν.⸊ Εἰ γὰρ τοῖς πνευματικοῖς αὐτῶν ἐκοινώνησαν τὰ ἔθνη, ὀφείλουσιν καὶ ἐν τοῖς σαρκικοῖς λειτουργῆσαι αὐτοῖς. 28 Τοῦτο οὖν ἐπιτελέσας, καὶ σφραγισάμενος αὐτοῖς τὸν καρπὸν τοῦτον, ἀπελεύσομαι διὑμῶν εἰς *τὴνΣπανίαν. 29 Οἶδα δὲ ὅτι ἐρχόμενος πρὸς ὑμᾶς ἐν πληρώματι εὐλογίας *τοῦ εὐαγγελίου τοῦ χριστοῦἐλεύσομαι. 30 Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί, διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ χριστοῦ, καὶ διὰ τῆς ἀγάπης τοῦ πνεύματος, συναγωνίσασθαί μοι ἐν ταῖς προσευχαῖς ὑπὲρ ἐμοῦ πρὸς τὸν θεόν· 31  *ἵνα ῥυσθῶ ἀπὸ τῶν ἀπειθούντων ἐν τῇ Ἰουδαίᾳ, καὶ ἵνα διακονία μου εἰς Ἱερουσαλὴμ εὐπρόσδεκτος *γένηται τοῖς ἁγίοις·⸊ 32 ἵνα ἐν χαρᾷ *ἔλθω πρὸς ὑμᾶς διὰ θελήματος θεοῦ, καὶσυναναπαύσωμαι ὑμῖν. 33  δὲ θεὸς τῆς εἰρήνης μετὰ πάντων ὑμῶν. Ἀμήν.
* 15:2 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ γάρ TR * 15:4 ⸆ – RP f 35 TR TNT2 NA NIV SBL ¦ πάντα WH * 15:4 ⸂ προεγράφη RP f 35 TR ¦ ἐγράφη TNT2 WH NA NIV SBL * 15:4 ⸋ διὰ RP TNT2 WH NA NIV SBL ¦ – f 35 TR * 15:5 ⸉ χριστὸν Ἰησοῦν RP f 35 TR WH NA NIV SBL ¦ Ἰησοῦν χριστὸν TNT2 * 15:7 ⸂ ὑμᾶς RP TNT2 NA27+28 NIV SBL ¦ ἡμᾶς f 35 TR WH NA25 * 15:7 ⸆ – RP f 35 TR ¦ τοῦ TNT2 WH NA NIV SBL * 15:8 ⸂ δέ RP f 35 TR ¦ γὰρ TNT2 WH NA NIV SBL * 15:8 ⸂2 χριστὸν Ἰησοῦν RP f 35 ¦ Ἰησοῦν χριστὸν TR ¦ χριστὸν TNT2 WH NA NIV SBL * 15:8 ⸂3 γεγενῆσθαι RP f 35 TR WH NA NIV SBL ¦ γένεσθαι TNT2 * 15:9 ⸆ – RP TR TNT2 WH NA NIV SBL ¦ κύριε f 35 * 15:11 ⸉ τὸν κύριον πάντα τὰ ἔθνη RP f 35 TR ¦ πάντα τὰ ἔθνη τὸν κύριον TNT2 WH NA NIV SBL * 15:11 ⸂ ἐπαινέσατε RP f 35 TR ¦ ἐπαινεσάτωσαν TNT2 WH NA NIV SBL * 15:14 ⸆ – RP f 35 TR TNT2 SBL ¦ τῆς WH NA NIV * 15:14 ⸂ ἄλλους RP f 35 ¦ ἀλλήλους TR TNT2 WH NA NIV SBL * 15:15 ⸂ Τολμηρότερον RP f 35 TR NA27+28 NIV SBL ¦ Τολμηροτέρως TNT2 WH NA25 * 15:15 ⸋ ἀδελφοί RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 15:15 ⸂2 ὑπὸ RP f 35 TR NA27+28 NIV SBL ¦ ἀπὸ TNT2 WH NA25 * 15:16 ⸉ Ἰησοῦ χριστοῦ RP f 35 TR ¦ χριστοῦ Ἰησοῦ TNT2 WH NA NIV SBL * 15:17 ⸆ – RP f 35 TR ¦ τὴν TNT2 WH NA NIV SBL * 15:17 ⸋ τὸν RP f 35 TNT2 WH NA NIV SBL ¦ – TR * 15:18 ⸉ λαλεῖν τι RP f 35 TR ¦ τι λαλεῖν TNT2 WH NA NIV SBL * 15:19 ⸂ πνεύματος RP f 35 TR NA NIV SBL ¦ πνεύματος ἁγίου TNT2 WH * 15:19 ⸋ θεοῦ RP f 35 TR NA27+28 NIV11 ¦ – TNT2 WH NA25 NIV73 SBL * 15:20 ⸂ φιλοτιμούμενον RP f 35 TR WH NA NIV SBL ¦ φιλοτιμοῦμαι TNT2 * 15:21 ⸉ Οἷς οὐκ ἀνηγγέλη περὶ αὐτοῦ, ὄψονται· RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ Ὄψονται οἷς οὐκ ἀνηγγέλη περὶ αὐτοῦ· WH NA25 * 15:23 ⸂ ἐν RP f 35 TNT2 WH NA NIV SBL ¦ ἐκ TR * 15:23 ⸂2 πολλῶν RP f 35 TR NA27+28 NIV ¦ ἱκανῶν TNT2 WH NA25 SBL * 15:24 ⸂ ἐὰν RP f 35 TR ¦ ἂν TNT2 WH NA NIV SBL * 15:24 ⸋ ἐλεύσομαι πρὸς ὑμᾶς· RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 15:27 ⸉ αὐτῶν εἰσιν RP f 35 TR ¦ εἰσιν αὐτῶν TNT2 WH NA NIV SBL * 15:28 ⸋ τὴν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 15:29 ⸂ τοῦ εὐαγγελίου τοῦ χριστοῦ RP f 35 TR ¦ χριστοῦ TNT2 WH NA NIV SBL * 15:31 ⸂ ἵνα … καὶ ἵνα RP f 35 TR ¦ ἵνα … καὶ TNT2 WH NA NIV SBL * 15:31 ⸉ γένηται τοῖς ἁγίοις RP f 35 TR ¦ τοῖς ἁγίοις γένηται TNT2 WH NA NIV SBL * 15:32 ⸂ ἔλθω πρὸς ὑμᾶς διὰ θελήματος θεοῦ, καὶ RP f 35 TR TNT2 ¦ ἐλθὼν πρὸς ὑμᾶς διὰ θελήματος θεοῦ συναναπαύσωμαι WH NA NIV SBL