ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ
1
Ἀποκάλυψις Ἰησοῦ χριστοῦ, ἣν ἔδωκεν αὐτῷ θεὸς δεῖξαι τοῖς δούλοις αὐτοῦ, δεῖ γενέσθαι ἐν τάχει, καὶ ἐσήμανεν ἀποστείλας διὰ τοῦ ἀγγέλου αὐτοῦ τῷ δούλῳ αὐτοῦ Ἰωάννῃ, ὃς ἐμαρτύρησεν τὸν λόγον τοῦ θεοῦ καὶ τὴν μαρτυρίαν Ἰησοῦ χριστοῦ, ὅσα *εἶδεν. *2 Μακάριος ἀναγινώσκων, καὶ οἱ ἀκούοντες τοὺς λόγους τῆς προφητείας καὶ τηροῦντες τὰ ἐν αὐτῇ γεγραμμένα· γὰρ καιρὸς ἐγγύς.
Ἰωάννης ταῖς ἑπτὰ ἐκκλησίαις ταῖς ἐν τῇ Ἀσίᾳ· χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ *θεοῦ ὢν καὶ ἦν καὶ ἐρχόμενος· καὶ ἀπὸ τῶν ἑπτὰ πνευμάτων *ἐνώπιον τοῦ θρόνου αὐτοῦ· καὶ ἀπὸ Ἰησοῦ χριστοῦ, μάρτυς πιστός, πρωτότοκος *τῶν νεκρῶν, καὶ ἄρχων τῶν βασιλέων τῆς γῆς. Τῷ *ἀγαπῶντιἡμᾶς, καὶ λούσαντι ἡμᾶς *2ἀπὸτῶν ἁμαρτιῶν ἡμῶν ἐν τῷ αἵματι αὐτοῦ· καὶ ἐποίησεν ἡμᾶς *βασιλείαν,⸃ ἱερεῖς τῷ θεῷ καὶ πατρὶ αὐτοῦ· αὐτῷ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας *τῶν αἰώνων.⸌ Ἀμήν. Ἰδού, ἔρχεται μετὰ τῶν νεφελῶν, καὶ ὄψεται αὐτὸν πᾶς ὀφθαλμός, καὶ οἵτινες αὐτὸν ἐξεκέντησαν· καὶ κόψονται ἐπαὐτὸν πᾶσαι αἱ φυλαὶ τῆς γῆς. Ναί, ἀμήν.
Ἐγώ εἰμι τὸ Ἄλφα καὶ τὸ , *λέγει *κύριος θεός,⸃ ὢν καὶ ἦν καὶ ἐρχόμενος, παντοκράτωρ.
Ἐγὼ Ἰωάννης, *ἀδελφὸς ὑμῶν καὶ *κοινωνὸς*2ἐν τῇ θλίψει καὶ βασιλείᾳ καὶ ὑπομονῇ*3ἐν χριστῷ Ἰησοῦ,⸃ ἐγενόμην ἐν τῇ νήσῳ τῇ καλουμένῃ Πάτμῳ, *4διὰ τὸν λόγον τοῦ θεοῦ καὶ διὰ τὴν μαρτυρίαν*5Ἰησοῦ χριστοῦ.⸃ 10 Ἐγενόμην ἐν πνεύματι ἐν τῇ κυριακῇ ἡμέρᾳ· καὶ ἤκουσα *φωνὴν ὀπίσω μουμεγάλην ὡς σάλπιγγος, 11 λεγούσης, * βλέπεις γράψον εἰς βιβλίον, καὶ πέμψον ταῖς *ἑπτὰἐκκλησίαις, *2 εἰς Ἔφεσον, καὶ εἰς Σμύρναν, καὶ εἰς Πέργαμον, καὶ εἰς Θυάτειρα, καὶ εἰς Σάρδεις, καὶ εἰς Φιλαδέλφειαν, καὶ εἰς Λαοδίκειαν. 12 Καὶ *ἐκεῖἐπέστρεψα βλέπειν τὴν φωνὴν ἥτις *ἐλάλειμετἐμοῦ. Καὶ ἐπιστρέψας εἶδον ἑπτὰ λυχνίας χρυσᾶς, 13 καὶ ἐν μέσῳ τῶν *ἑπτὰλυχνιῶν ὅμοιον *υἱῷἀνθρώπου, ἐνδεδυμένον ποδήρη, καὶ περιεζωσμένον πρὸς τοῖς μαστοῖς ζώνην χρυσῆν. 14  δὲ κεφαλὴ αὐτοῦ καὶ αἱ τρίχες λευκαὶ *ὡς ἔριον λευκόν, ὡς χιών· καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ὡς φλὸξ πυρός·⸃ 15 καὶ *οἱ πόδες αὐτοῦ ὅμοιοι χαλκολιβάνῳ, ὡς ἐν καμίνῳ πεπυρωμένοι·⸃ καὶ φωνὴ αὐτοῦ ὡς φωνὴ ὑδάτων πολλῶν. 16 Καὶ ἔχων ἐν τῇ δεξιᾷ *αὐτοῦ χειρὶἀστέρας ἑπτά· καὶ ἐκ τοῦ στόματος αὐτοῦ ῥομφαία δίστομος ὀξεῖα ἐκπορευομένη· καὶ ὄψις αὐτοῦ, ὡς ἥλιος φαίνει ἐν τῇ δυνάμει αὐτοῦ. 17 Καὶ ὅτε εἶδον αὐτόν, ἔπεσα πρὸς τοὺς πόδας αὐτοῦ ὡς νεκρός· καὶ *ἔθηκεντὴν δεξιὰν αὐτοῦ *ἐπἐμέ, λέγων, *2 Μὴ φοβοῦ· ἐγώ εἰμι πρῶτος καὶ ἔσχατος, 18 καὶ ζῶν, καὶ ἐγενόμην νεκρός, καὶ ἰδού, ζῶν εἰμὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, *ἀμήν·⸌ καὶ ἔχω τὰς κλεῖς *τοῦ θανάτου καὶ τοῦ ᾍδου.⸊ 19 Γράψον *οὖν εἶδες, καὶ εἰσιν, καὶ μέλλει *γίνεσθαιμετὰ ταῦτα· 20 τὸ μυστήριον τῶν ἑπτὰ ἀστέρων *ὧνεἶδες ἐπὶ τῆς δεξιᾶς μου, καὶ τὰς ἑπτὰ λυχνίας τὰς χρυσᾶς. Οἱ ἑπτὰ ἀστέρες ἄγγελοι τῶν ἑπτὰ ἐκκλησιῶν εἰσίν· καὶ *2αἱ λυχνίαι αἱ ἑπτὰἑπτὰ ἐκκλησίαι εἰσίν.
* 1:2 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ τε TR * 1:2 ⸆2 – RP TR TNT2 WH NA NIV SBL ¦ καὶ ἅτινά εἰσιν καὶ ἃ χρὴ γενέσθαι μετὰ ταῦτα f 35 * 1:4 ⸂ θεοῦ RP ¦ – f 35 TNT2 WH NA NIV SBL ¦ τοῦ TR * 1:4 ⸆ – RP TNT2 WH NA NIV SBL ¦ ἐστιν f 35 TR * 1:5 ⸆ – RP TNT2 WH NA NIV SBL ¦ ἐκ f 35 TR * 1:5 ⸂ ἀγαπῶντι RP TNT2 WH NA NIV SBL ¦ ἀγαπήσαντι f 35 TR * 1:5 ⸂2 ἀπὸ RP f 35 TR ¦ ἐκ TNT2 WH NA NIV SBL * 1:6 ⸂ βασιλείαν RP f 35 TNT2 WH NA NIV SBL ¦ βασιλεῖς καὶ TR * 1:6 ⸋ τῶν αἰώνων RP f 35 TR TNT2 NA NIV SBL ¦ – WH * 1:8 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ ἀρχὴ καὶ τέλος TR * 1:8 ⸂ κύριος ὁ θεός RP f 35 TNT2 WH NA NIV SBL ¦ ὁ κύριος TR * 1:9 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ καὶ TR * 1:9 ⸂ κοινωνὸς RP f 35 ¦ συγκοινωνὸς TR TNT2 NA NIV SBL ¦ συνκοινωνὸς WH * 1:9 ⸂2 ἐν τῇ θλίψει καὶ βασιλείᾳ καὶ ὑπομονῇ RP f 35 TNT2 WH NA NIV SBL ¦ ἐν τῇ θλίψει καὶ ἐν τῇ βασιλείᾳ καὶ ὑπομονῇ TR * 1:9 ⸂3 ἐν χριστῷ Ἰησοῦ RP f 35 ¦ Ἰησοῦ χριστοῦ TR ¦ ἐν Ἰησοῦ TNT2 WH NA NIV SBL * 1:9 ⸂4 διὰ τὸν λόγον … καὶ διὰ τὴν μαρτυρίαν RP f 35 TR ¦ διὰ τὸν λόγον … καὶ τὴν μαρτυρίαν TNT2 WH NA NIV SBL * 1:9 ⸂5 Ἰησοῦ χριστοῦ RP f 35 TR ¦ Ἰησοῦ TNT2 WH NA NIV SBL * 1:10 ⸉ φωνὴν ὀπίσω μου RP f 35 ¦ ὀπίσω μου φωνὴν TR TNT2 WH NA NIV SBL * 1:11 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ Ἐγώ εἰμι τὸ Α καὶ τὸ Ω, ὁ πρῶτος καὶ ὁ ἔσχατος· καί TR * 1:11 ⸋ ἑπτὰ RP f 35 TNT2 WH NA NIV SBL ¦ – TR * 1:11 ⸆2 – RP f 35 TNT2 WH NA NIV SBL ¦ ταῖς ἐν Ἀσίᾳ TR * 1:12 ⸋ ἐκεῖ RP f 35 ¦ – TR TNT2 WH NA NIV SBL * 1:12 ⸂ ἐλάλει RP f 35 TNT2 WH NA NIV SBL ¦ ἐλάλησε TR * 1:13 ⸋ ἑπτὰ RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL * 1:13 ⸂ υἱῷ RP f 35 TR TNT2 ¦ υἱὸν WH NA NIV SBL * 1:14 ⸂ ὡς ἔριον λευκόν, ὡς χιών … ὡς φλὸξ πυρός RP TNT2 WH NA NIV SBL ¦ ὡσει ἔριον λευκόν, ὡς χιών … ὡς φλὸξ πυρός f 35 TR * 1:15 ⸂ οἱ πόδες … ὡς ἐν καμίνῳ πεπυρωμένοι· RP f 35 TR ¦ οἱ πόδες … ὡς ἐν καμίνῳ πεπυρωμένης TNT2 WH NA NIV SBL * 1:16 ⸉ αὐτοῦ χειρὶ RP TR ¦ χειρὶ αὐτοῦ f 35 TNT2 WH NA NIV SBL * 1:17 ⸂ ἔθηκεν RP TNT2 WH NA NIV SBL ¦ ἔπεθηκεν f 35 ¦ ἔπεθηκε TR * 1:17 ⸆ – RP TNT2 WH NA NIV SBL ¦ χεῖρα f 35 TR * 1:17 ⸆2 – RP f 35 TNT2 WH NA NIV SBL ¦ μοι TR * 1:18 ⸋ ἀμήν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 1:18 ⸉ τοῦ θανάτου καὶ τοῦ ᾍδου RP f 35 TNT2 WH NA NIV SBL ¦ τοῦ ᾍδου καὶ τοῦ θανάτου TR * 1:19 ⸋ οὖν RP f 35 TNT2 WH NA NIV SBL ¦ – TR * 1:19 ⸂ γίνεσθαι RP TR TNT2 WH SBL ¦ γενέσθαι f 35 NA NIV * 1:20 ⸂ ὧν RP f 35 TR ¦ οὓς TNT2 WH NA NIV SBL * 1:20 ⸂2 αἱ λυχνίαι αἱ ἑπτὰ RP TNT2 WH NA NIV SBL ¦ αἱ ἑπτὰ λυχνίαι ἃς εἶδες f 35 TR