14
Καὶ εἶδον, καὶ ἰδού, *τὸἀρνίον ἑστηκὸς ἐπὶ τὸ ὄρος Σιών, καὶ μεταὐτοῦ *2ἀριθμὸςἑκατὸν τεσσαράκοντα τέσσαρες χιλιάδες, ἔχουσαι *3τὸ ὄνομα αὐτοῦ καὶτὸ ὄνομα τοῦ πατρὸς αὐτοῦ γεγραμμένον ἐπὶ τῶν μετώπων αὐτῶν. Καὶ ἤκουσα φωνὴν ἐκ τοῦ οὐρανοῦ, ὡς φωνὴν ὑδάτων πολλῶν, καὶ ὡς φωνὴν βροντῆς μεγάλης· καὶ * φωνὴ ἣν ἤκουσα*ὡςκιθαρῳδῶν κιθαριζόντων ἐν ταῖς κιθάραις αὐτῶν. Καὶ ᾄδουσιν *ᾠδὴν καινὴν ἐνώπιον τοῦ θρόνου, καὶ ἐνώπιον τῶν τεσσάρων ζῴων καὶ τῶν πρεσβυτέρων· καὶ οὐδεὶς ἐδύνατο μαθεῖν τὴν ᾠδήν, εἰ μὴ αἱ ἑκατὸν τεσσαράκοντα τέσσαρες χιλιάδες, οἱ ἠγορασμένοι ἀπὸ τῆς γῆς. *Οὗτοί εἰσιν οἳ μετὰ γυναικῶν οὐκ ἐμολύνθησαν· παρθένοι γάρ εἰσιν. Οὗτοί εἰσιν οἱ ἀκολουθοῦντες τῷ ἀρνίῳ ὅπου ἂν *2ὑπάγῃ.⸃ Οὗτοι*ὑπὸ Ἰησοῦἠγοράσθησαν ἀπὸ τῶν ἀνθρώπων, ἀπαρχὴ τῷ θεῷ καὶ τῷ ἀρνίῳ. Καὶ *οὐχ εὑρέθη ἐν τῷ στόματι αὐτῶν*ψεῦδος·⸃ ἄμωμοι *γάρεἰσιν. *
Καὶ εἶδον *ἄγγελον πετόμενον ἐν μεσουρανήματι, ἔχοντα εὐαγγέλιον αἰώνιον, *εὐαγγελίσαι*2τοὺς καθημένους ἐπὶ τῆς γῆς, καὶ ἐπὶ πᾶν ἔθνοςκαὶ φυλὴν καὶ γλῶσσαν καὶ λαόν, *λέγωνἐν φωνῇ μεγάλῃ, Φοβήθητε *2τὸν κύριον,⸃ καὶ δότε αὐτῷ δόξαν, ὅτι ἦλθεν ὥρα τῆς κρίσεως αὐτοῦ, καὶ προσκυνήσατε *3αὐτὸν τὸν ποιήσαντα*4τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ πηγὰς ὑδάτων.⸃
Καὶ ἄλλος *δεύτερος ἄγγελοςἠκολούθησεν, λέγων, Ἔπεσεν *Βαβυλὼν *2 μεγάλη, *3 ἐκ τοῦ οἴνου τοῦ θυμοῦ τῆς πορνείας αὐτῆς πεπότικεν πάντα *τὰἔθνη.
Καὶ *ἄλλος ἄγγελος τρίτοςἠκολούθησεν αὐτοῖς, λέγων ἐν φωνῇ μεγάλῃ, Εἴ τις *προσκυνεῖ τὸ θηρίονκαὶ τὴν εἰκόνα αὐτοῦ, καὶ λαμβάνει χάραγμα ἐπὶ τοῦ μετώπου αὐτοῦ, ἐπὶ τὴν χεῖρα αὐτοῦ, 10 καὶ αὐτὸς πίεται ἐκ τοῦ οἴνου τοῦ θυμοῦ τοῦ θεοῦ, τοῦ κεκερασμένου ἀκράτου ἐν τῷ ποτηρίῳ τῆς ὀργῆς αὐτοῦ, καὶ βασανισθήσεται ἐν πυρὶ καὶ θείῳ ἐνώπιον *τῶν ἁγίων ἀγγέλων,⸃ καὶ ἐνώπιον τοῦ ἀρνίου· 11 καὶ καπνὸς τοῦ βασανισμοῦ αὐτῶν *εἰς αἰῶνας αἰώνων ἀναβαίνει·⸊ καὶ οὐκ ἔχουσιν ἀνάπαυσιν ἡμέρας καὶ νυκτὸς οἱ προσκυνοῦντες τὸ θηρίον καὶ τὴν εἰκόνα αὐτοῦ, καὶ εἴ τις λαμβάνει τὸ χάραγμα τοῦ ὀνόματος αὐτοῦ. 12  *Ὧδε ὑπομονὴ τῶν ἁγίων ἐστίν· οἱ τηροῦντες*2τὰς ἐντολὰς τοῦ θεοῦ καὶ τὴν πίστιν Ἰησοῦ.⸃
13 Καὶ ἤκουσα φωνῆς ἐκ τοῦ οὐρανοῦ λεγούσης, *Γράψον, Μακάριοι οἱ νεκροὶ οἱ ἐν κυρίῳ ἀποθνῄσκοντες ἀπἄρτι· *λέγει Ναὶτὸ πνεῦμα, ἵνα *ἀναπαύσωνταιἐκ τῶν κόπων αὐτῶν· τὰ *2δὲἔργα αὐτῶν ἀκολουθεῖ μεταὐτῶν.
14 Καὶ εἶδον, καὶ ἰδού, νεφέλη λευκή, καὶ ἐπὶ τὴν νεφέλην *καθήμενον ὅμοιον*2υἱῷἀνθρώπου, ἔχων ἐπὶ τῆς κεφαλῆς αὐτοῦ στέφανον χρυσοῦν, καὶ ἐν τῇ χειρὶ αὐτοῦ δρέπανον ὀξύ. 15 Καὶ ἄλλος ἄγγελος ἐξῆλθεν ἐκ τοῦ ναοῦ, κράζων ἐν *φωνῇ μεγάλῃτῷ καθημένῳ ἐπὶ τῆς νεφέλης, Πέμψον τὸ δρέπανόν σου καὶ θέρισον· ὅτι ἦλθεν * ὥρα *2 θερίσαι, ὅτι ἐξηράνθη θερισμὸς τῆς γῆς. 16 Καὶ ἔβαλεν καθήμενος ἐπὶ *τὴν νεφέληντὸ δρέπανον αὐτοῦ ἐπὶ τὴν γῆν, καὶ ἐθερίσθη γῆ.
17 Καὶ ἄλλος ἄγγελος ἐξῆλθεν ἐκ τοῦ ναοῦ τοῦ ἐν τῷ οὐρανῷ, ἔχων καὶ αὐτὸς δρέπανον ὀξύ. 18 Καὶ ἄλλος ἄγγελος *ἐξῆλθενἐκ τοῦ θυσιαστηρίου, *ἔχων ἐξουσίαν ἐπὶ τοῦ πυρός, *καὶ ἐφώνησεν κραυγῇ μεγάλῃτῷ ἔχοντι τὸ δρέπανον τὸ ὀξύ, λέγων, Πέμψον σου τὸ δρέπανον τὸ ὀξὺ καὶ τρύγησον τοὺς βότρυας *2τῆς ἀμπέλουτῆς γῆς, ὅτι ἤκμασαν αἱ σταφυλαὶ αὐτῆς. 19 Καὶ ἔβαλεν ἄγγελος τὸ δρέπανον αὐτοῦ εἰς τὴν γῆν, καὶ ἐτρύγησεν τὴν ἄμπελον τῆς γῆς, καὶ ἔβαλεν εἰς *τὴν ληνὸν τοῦ θυμοῦ τοῦ θεοῦ τὸν μέγαν.⸃ 20 Καὶ ἐπατήθη ληνὸς *ἔξωθεντῆς πόλεως, καὶ ἐξῆλθεν αἷμα ἐκ τῆς ληνοῦ ἄχρι τῶν χαλινῶν τῶν ἵππων, ἀπὸ σταδίων χιλίων ἑξακοσίων.
* 14:1 ⸋ τὸ RP TNT2 WH NA NIV SBL ¦ – f 35 TR * 14:1 ⸋2 ἀριθμὸς RP ¦ – f 35 TR TNT2 WH NA NIV SBL * 14:1 ⸋3 τὸ ὄνομα αὐτοῦ καὶ RP f 35 TNT2 WH NA NIV SBL ¦ – TR * 14:2 ⸂ ἡ φωνὴ ἣν ἤκουσα RP f 35 TNT2 WH NA NIV SBL ¦ φωνὴν ἤκουσα TR * 14:2 ⸋ ὡς RP f 35 TNT2 WH NA NIV SBL ¦ – TR * 14:3 ⸆ – RP f 35 NA25 NIV ¦ ὡς TR TNT2 WH NA27+28 SBL * 14:4 ⸂ Οὗτοί εἰσιν … Οὗτοί εἰσιν … Οὗτοί RP f 35 TR ¦ Οὗτοί εἰσιν … Οὗτοί … Οὗτοί TNT2 WH NA NIV SBL * 14:4 ⸂2 ὑπάγῃ RP f 35 TR NA NIV SBL ¦ ὑπάγει TNT2 WH * 14:4 ⸋ ὑπὸ Ἰησοῦ RP f 35 ¦ – TR TNT2 WH NA NIV SBL * 14:5 ⸉ οὐχ εὑρέθη ἐν τῷ στόματι αὐτῶν RP ¦ ἐν τῷ στόματι αὐτῶν οὐχ εὑρέθη f 35 TR TNT2 WH NA NIV SBL * 14:5 ⸂ ψεῦδος RP f 35 TNT2 WH NA NIV SBL ¦ δόλος TR * 14:5 ⸋ γάρ RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL * 14:5 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ ἐνώπιον τοῦ θρόνου τοῦ θεοῦ TR * 14:6 ⸆ – RP ¦ ἄλλον f 35 TR TNT2 WH NA NIV SBL * 14:6 ⸂ εὐαγγελίσαι RP TR TNT2 WH NA NIV SBL ¦ εὐαγγελίσασθαι f 35 * 14:6 ⸂2 τοὺς καθημένους ἐπὶ τῆς γῆς, καὶ ἐπὶ πᾶν ἔθνος RP f 35 ¦ τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς, καὶ πᾶν ἔθνος TR ¦ ἐπὶ τοὺς καθημένους ἐπὶ τῆς γῆς, καὶ ἐπὶ πᾶν ἔθνος TNT2 WH NA NIV SBL * 14:7 ⸂ λέγων RP f 35 TNT2 WH NA NIV SBL ¦ λέγοντα TR * 14:7 ⸂2 τὸν κύριον RP ¦ τὸν θεὸν f 35 TR TNT2 WH NA NIV SBL * 14:7 ⸂3 αὐτὸν τὸν ποιήσαντα RP ¦ τῷ ποιήσαντι f 35 TR TNT2 WH NA NIV SBL * 14:7 ⸂4 τὸν οὐρανὸν … καὶ τὴν θάλασσαν καὶ πηγὰς ὑδάτων RP f 35 ¦ τὸν οὐρανὸν … καὶ θάλασσαν καὶ πηγὰς ὑδάτων TR TNT2 WH NA NIV SBL * 14:8 ⸂ δεύτερος ἄγγελος RP TNT2 WH SBL ¦ ἄγγελος δεύτερος f 35 NA NIV ¦ ἄγγελος TR * 14:8 ⸆ – RP ¦ ἔπεσεν f 35 TNT2 WH NA NIV SBL ¦ ἔπεσε TR * 14:8 ⸆2 – RP f 35 TNT2 WH NA NIV SBL ¦ ἡ πόλις TR * 14:8 ⸆3 – RP f 35 ¦ ὅτι TR ¦ ἣ TNT2 WH NA NIV SBL * 14:8 ⸋ τὰ RP f 35 TNT2 WH NA NIV SBL ¦ – TR * 14:9 ⸂ ἄλλος ἄγγελος τρίτος RP f 35 TNT2 WH NA NIV SBL ¦ τρίτος ἄγγελος TR * 14:9 ⸉ προσκυνεῖ τὸ θηρίον RP f 35 TNT2 WH NA NIV SBL ¦ τὸ θηρίον προσκυνεῖ TR * 14:10 ⸂ τῶν ἁγίων ἀγγέλων RP f 35 TR ¦ ἀγγέλων ἁγίων TNT2 WH NA NIV SBL * 14:11 ⸉ εἰς αἰῶνας αἰώνων ἀναβαίνει RP f 35 TNT2 WH NA NIV SBL ¦ ἀναβαίνει εἰς αἰῶνας αἰώνων TR * 14:12 ⸂ Ὧδε ἡ ὑπομονὴ … οἱ τηροῦντες RP TNT2 WH NA NIV SBL ¦ Ὧδε ἡ ὑπομονὴ … ὧδε οἱ τηροῦντες f 35 ¦ Ὧδε ὑπομονὴ … ὧδε οἱ τηροῦντες TR * 14:12 ⸂2 τὰς ἐντολὰς τοῦ θεοῦ καὶ τὴν πίστιν Ἰησοῦ RP TR TNT2 WH NA NIV SBL ¦ τὰς ἐντολὰς τοῦ θεοῦ καὶ τὴν πίστιν τοῦ Ἰησοῦ f 35 * 14:13 ⸆ – RP TNT2 WH NA NIV SBL ¦ μοι f 35 TR * 14:13 ⸉ λέγει Ναὶ RP f 35 TR ¦ Ναὶ, λέγει TNT2 WH NA NIV SBL * 14:13 ⸂ ἀναπαύσωνται RP f 35 TR ¦ ἀναπαήσονται TNT2 WH NA NIV SBL * 14:13 ⸂2 δὲ RP f 35 TR ¦ γὰρ TNT2 WH NA NIV SBL * 14:14 ⸂ καθήμενον ὅμοιον RP TNT2 WH NA NIV SBL ¦ καθήμενος ὅμοιος f 35 TR * 14:14 ⸂2 υἱῷ RP f 35 TR TNT2 ¦ υἱὸν WH NA NIV SBL * 14:15 ⸉ φωνῇ μεγάλῃ RP f 35 TNT2 WH NA NIV SBL ¦ μεγάλῃ φωνῇ TR * 14:15 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ σοι TR * 14:15 ⸆2 – RP TNT2 WH NA NIV SBL ¦ τοῦ f 35 TR * 14:16 ⸂ τὴν νεφέλην RP f 35 TR ¦ τῆς νεφέλης TNT2 WH NA NIV SBL * 14:18 ⸋ ἐξῆλθεν RP f 35 TR TNT2 WH NA NIV ¦ – SBL * 14:18 ⸆ – RP f 35 TR TNT2 ¦ ὁ WH NA NIV SBL * 14:18 ⸂ καὶ ἐφώνησεν κραυγῇ μεγάλῃ RP f 35 ¦ καὶ ἐφώνησε κραυγῇ μεγάλῃ TR ¦ καὶ ἐφώνησε φωνῇ μεγάλῃ TNT2 ¦ καὶ ἐφώνησεν φωνῇ μεγάλῃ WH NA NIV SBL * 14:18 ⸋2 τῆς ἀμπέλου RP f 35 TNT2 WH NA NIV SBL ¦ – TR * 14:19 ⸂ τὴν ληνὸν … τοῦ θεοῦ τὸν μέγαν RP f 35 TNT2 WH NA NIV SBL ¦ τὴν ληνὸν … τοῦ θεοῦ τὴν μέγαλην TR * 14:20 ⸂ ἔξωθεν RP f 35 TNT2 WH NA NIV SBL ¦ ἔξω TR