18
*Μετὰ ταῦτα εἶδον *ἄλλονἄγγελον καταβαίνοντα ἐκ τοῦ οὐρανοῦ, ἔχοντα ἐξουσίαν μεγάλην· καὶ γῆ ἐφωτίσθη ἐκ τῆς δόξης αὐτοῦ. Καὶ *ἔκραξεν ἰσχυρᾷ φωνῇ,⸃ λέγων, Ἔπεσεν *Βαβυλὼν μεγάλη, καὶ ἐγένετο κατοικητήριον *2δαιμόνων,⸃ καὶ φυλακὴ παντὸς πνεύματος ἀκαθάρτου, καὶ φυλακὴ παντὸς ὀρνέου ἀκαθάρτου *2 καὶ μεμισημένου. Ὅτι ἐκ τοῦ *οἴνου τοῦ θυμοῦτῆς πορνείας αὐτῆς *πεπτώκασινπάντα τὰ ἔθνη, καὶ οἱ βασιλεῖς τῆς γῆς μεταὐτῆς ἐπόρνευσαν, καὶ οἱ ἔμποροι τῆς γῆς ἐκ τῆς δυνάμεως τοῦ στρήνους αὐτῆς ἐπλούτησαν.
Καὶ ἤκουσα ἄλλην φωνὴν ἐκ τοῦ οὐρανοῦ, λέγουσαν, *Ἔξελθε*ἐξ αὐτῆς λαός μου,⸊ ἵνα μὴ συγκοινωνήσητε ταῖς ἁμαρτίαις αὐτῆς, καὶ *2ἐκ τῶν πληγῶν αὐτῆς ἵνα μὴ λάβητε·⸊ ὅτι *ἐκολλήθησαναὐτῆς αἱ ἁμαρτίαι ἄχρι τοῦ οὐρανοῦ, καὶ ἐμνημόνευσεν * θεὸς τὰ ἀδικήματα αὐτῆς. Ἀπόδοτε αὐτῇ ὡς καὶ αὐτὴ ἀπέδωκεν, *καὶ διπλώσατε *αὐτῇ*διπλᾶ κατὰ τὰ ἔργααὐτῆς· ἐν τῷ ποτηρίῳ ἐκέρασεν κεράσατε αὐτῇ διπλοῦν. Ὅσα ἐδόξασεν *αὐτὴνκαὶ ἐστρηνίασεν, τοσοῦτον δότε αὐτῇ βασανισμὸν *καὶ πένθος·⸌ ὅτι ἐν τῇ καρδίᾳ αὐτῆς λέγει *2ὅτιΚάθημαι βασίλισσα, καὶ χήρα οὐκ εἰμί, καὶ πένθος οὐ μὴ ἴδω. Διὰ τοῦτο ἐν μιᾷ ἡμέρᾳ ἥξουσιν αἱ πληγαὶ αὐτῆς, θάνατος καὶ πένθος καὶ λιμός, καὶ ἐν πυρὶ κατακαυθήσεται, ὅτι ἰσχυρὸς κύριος θεὸς *κρίναςαὐτήν. Καὶ *κλαύσουσιν*καὶ κόψονται ἐπ*2αὐτὴνοἱ βασιλεῖς τῆς γῆς οἱ μεταὐτῆς πορνεύσαντες καὶ στρηνιάσαντες, ὅταν βλέπωσιν τὸν καπνὸν τῆς πυρώσεως αὐτῆς, 10 ἀπὸ μακρόθεν ἑστηκότες διὰ τὸν φόβον τοῦ βασανισμοῦ αὐτῆς, λέγοντες, Οὐαί, οὐαί, πόλις μεγάλη Βαβυλών, πόλις ἰσχυρά, ὅτι *μιᾷ ὥρᾳ ἦλθεν κρίσις σου. 11 Καὶ οἱ ἔμποροι τῆς γῆς *κλαύσουσιν καὶ πενθήσουσινἐπ*2αὐτῇ,⸃ ὅτι τὸν γόμον αὐτῶν οὐδεὶς ἀγοράζει οὐκέτι· 12 γόμον χρυσοῦ, καὶ ἀργύρου, καὶ λίθου τιμίου, καὶ *μαργαρίτου,⸃ καὶ *2βυσσίνου,⸃ καὶ *3πορφυροῦ,⸃ καὶ σηρικοῦ, καὶ κοκκίνου· καὶ πᾶν ξύλον θύϊνον, καὶ πᾶν σκεῦος ἐλεφάντινον, καὶ πᾶν σκεῦος ἐκ ξύλου τιμιωτάτου, καὶ χαλκοῦ, καὶ σιδήρου, καὶ μαρμάρου· 13 καὶ κινάμωμον, *καὶ θυμιάματα, καὶ μύρον, καὶ λίβανον, καὶ οἶνον, καὶ ἔλαιον, καὶ σεμίδαλιν, καὶ σῖτον, *καὶ πρόβατα, καὶ κτήνη·⸊ καὶ ἵππων, καὶ ῥαιδῶν, καὶ σωμάτων, καὶ ψυχὰς ἀνθρώπων. 14 Καὶ ὀπώρα *τῆς ἐπιθυμίας τῆς ψυχῆς σουἀπῆλθεν ἀπὸ σοῦ, καὶ πάντα τὰ λιπαρὰ καὶ τὰ λαμπρὰ *ἀπώλετοἀπὸ σοῦ, καὶ *οὐκέτι*2αὐτὰ οὐ μὴ εὕρῃς.⸃ 15 Οἱ ἔμποροι τούτων, οἱ πλουτήσαντες ἀπαὐτῆς, ἀπὸ μακρόθεν στήσονται διὰ τὸν φόβον τοῦ βασανισμοῦ αὐτῆς, *κλαίοντες καὶ πενθοῦντες, 16 καὶ λέγοντες,⸃ Οὐαί, οὐαί, πόλις μεγάλη, περιβεβλημένη βύσσινον καὶ πορφυροῦν καὶ κόκκινον, καὶ κεχρυσωμένη **χρυσίῳκαὶ λίθῳ τιμίῳ καὶ *2μαργαρίταις·⸃ 17 ὅτι μιᾷ ὥρᾳ ἠρημώθη τοσοῦτος πλοῦτος. Καὶ πᾶς κυβερνήτης, καὶ πᾶς *ἐπὶ *τόπον πλέων,⸃ καὶ *ναῦται, καὶ ὅσοι τὴν θάλασσαν ἐργάζονται, ἀπὸ μακρόθεν ἔστησαν, 18 καὶ *ἔκραζον,⸃ *2βλέποντεςτὸν καπνὸν τῆς πυρώσεως αὐτῆς, λέγοντες, Τίς ὁμοία τῇ πόλει τῇ μεγάλῃ; 19  *Καὶ ἔβαλον χοῦν ἐπὶ τὰς κεφαλὰς αὐτῶν, καὶ ἔκραζον*2κλαίοντες καὶ πενθοῦντες καὶ λέγοντες,⸃ Οὐαί, οὐαί, πόλις μεγάλη, ἐν ἐπλούτησαν πάντες οἱ ἔχοντες *τὰπλοῖα ἐν τῇ θαλάσσῃ ἐκ τῆς τιμιότητος αὐτῆς, ὅτι μιᾷ ὥρᾳ ἠρημώθη. 20 Εὐφραίνου ἐπ*αὐτῇ,⸃ οὐρανέ, *2καὶ οἱ ἅγιοι, καὶ οἱ ἀπόστολοι, καὶ οἱ προφῆται,⸃ ὅτι ἔκρινεν θεὸς τὸ κρίμα ὑμῶν ἐξ αὐτῆς.
21 Καὶ ἦρεν εἷς ἄγγελος ἰσχυρὸς λίθον ὡς μύλον μέγαν, καὶ ἔβαλεν εἰς τὴν θάλασσαν, λέγων, *Οὕτωςὁρμήματι βληθήσεται Βαβυλὼν μεγάλη πόλις, καὶ οὐ μὴ εὑρεθῇ ἔτι. 22 Καὶ φωνὴ κιθαρῳδῶν καὶ μουσικῶν καὶ αὐλητῶν καὶ σαλπιστῶν οὐ μὴ ἀκουσθῇ ἐν σοὶ ἔτι, καὶ πᾶς τεχνίτης πάσης τέχνης οὐ μὴ εὑρεθῇ ἐν σοὶ ἔτι, καὶ φωνὴ μύλου οὐ μὴ ἀκουσθῇ ἐν σοὶ ἔτι, 23 καὶ φῶς λύχνου οὐ μὴ φανῇ ἐν σοὶ ἔτι, καὶ φωνὴ νυμφίου καὶ νύμφης οὐ μὴ ἀκουσθῇ ἐν σοὶ ἔτι· ὅτι οἱ ἔμποροί σου ἦσαν οἱ μεγιστᾶνες τῆς γῆς· ὅτι ἐν τῇ φαρμακείᾳ σου ἐπλανήθησαν πάντα τὰ ἔθνη. 24 Καὶ ἐν αὐτῇ *αἵματαπροφητῶν καὶ ἁγίων εὑρέθη, καὶ πάντων τῶν ἐσφαγμένων ἐπὶ τῆς γῆς.
* 18:1 ⸆ – RP TNT2 WH NA NIV SBL ¦ Καὶ f 35 TR * 18:1 ⸋ ἄλλον RP f 35 TNT2 WH NA NIV SBL ¦ – TR * 18:2 ⸂ ἔκραξεν ἰσχυρᾷ φωνῇ RP ¦ ἔκραξεν ἐν ἰσχυρᾷ φωνῇ f 35 TNT2 WH NA NIV SBL ¦ ἔκραξεν ἐν ἰσχύϊ φωνῇ μεγάλη TR * 18:2 ⸆ – RP TNT2 ¦ ἔπεσεν f 35 WH NA NIV SBL ¦ ἔπεσε TR * 18:2 ⸂2 δαιμόνων RP f 35 TR ¦ δαιμονίων TNT2 WH NA NIV SBL * 18:2 ⸆2 – RP f 35 TR TNT2 WH NA25 NIV73 ¦ καὶ φυλακὴ παντὸς θηρίου ἀκαθάρτου NA27+28 NIV11 SBL * 18:3 ⸉ οἴνου τοῦ θυμοῦ RP TR TNT2 WH NA NIV SBL ¦ θυμοῦ τοῦ οἴνου f 35 * 18:3 ⸂ πεπτώκασιν RP ¦ πέπωκεν f 35 ¦ πέπωκε TR ¦ πέπτωκαν TNT2 WH SBL ¦ πέπωκαν NA NIV * 18:4 ⸂ Ἔξελθε RP ¦ Ἐξέλθετε f 35 TR ¦ Ἐξέλθατε TNT2 WH NA NIV SBL * 18:4 ⸉ ἐξ αὐτῆς ὁ λαός μου RP f 35 TR TNT2 ¦ ὁ λαός μου, ἐξ αὐτῆς WH NA NIV SBL * 18:4 ⸉2 ἐκ τῶν πληγῶν αὐτῆς ἵνα μὴ λάβητε RP f 35 TNT2 WH NA NIV SBL ¦ ἵνα μὴ λάβητε ἐκ τῶν πληγῶν αὐτῆς TR * 18:5 ⸂ ἐκολλήθησαν RP f 35 TNT2 WH NA NIV SBL ¦ ἠκολούθησαν TR * 18:5 ⸆ – RP TR TNT2 WH NA NIV SBL ¦ αὐτῆς f 35 * 18:6 ⸆ – RP TNT2 WH NA NIV SBL ¦ ὑμῖν f 35 TR * 18:6 ⸋ αὐτῇ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 18:6 ⸂ διπλᾶ κατὰ τὰ ἔργα RP f 35 TR ¦ τὰ διπλᾶ κατὰ τὰ ἔργα TNT2 WH NA NIV SBL * 18:7 ⸂ αὐτὴν RP TNT2 NA NIV ¦ ἑαυτὴν f 35 TR ¦ αὑτὴν WH SBL * 18:7 ⸋ καὶ πένθος RP TR TNT2 WH NA NIV SBL ¦ – f 35 * 18:7 ⸋2 ὅτι RP f 35 TNT2 WH NA NIV SBL ¦ – TR * 18:8 ⸂ κρίνας RP f 35 TNT2 WH NA NIV SBL ¦ κρίνων TR * 18:9 ⸂ κλαύσουσιν RP f 35 TNT2 WH NA NIV SBL ¦ κλαύσονται TR * 18:9 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ αὐτὴν TR * 18:9 ⸂2 αὐτὴν RP f 35 TNT2 WH NA NIV SBL ¦ αὐτῇ TR * 18:10 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ ἐν TR * 18:11 ⸂ κλαύσουσιν καὶ πενθήσουσιν RP ¦ κλαίουσιν καὶ πενθοῦσιν f 35 TNT2 WH NA NIV SBL ¦ κλαίουσι καὶ πενθοῦσιν TR * 18:11 ⸂2 αὐτῇ RP f 35 TR ¦ αὐτήν TNT2 WH NA NIV SBL * 18:12 ⸂ μαργαρίτου RP f 35 TR ¦ μαργαριτῶν TNT2 WH NA NIV SBL * 18:12 ⸂2 βυσσίνου RP TNT2 WH NA NIV SBL ¦ βύσσου f 35 TR * 18:12 ⸂3 πορφυροῦ RP f 35 ¦ πορφύρας TR TNT2 WH NA NIV SBL * 18:13 ⸆ – RP f 35 TR ¦ καὶ ἄμωμον TNT2 WH NA NIV SBL * 18:13 ⸉ καὶ πρόβατα, καὶ κτήνη RP ¦ καὶ κτήνη, καὶ πρόβατα f 35 TR TNT2 WH NA NIV SBL * 18:14 ⸉ τῆς ἐπιθυμίας τῆς ψυχῆς σου RP f 35 TR ¦ σου τῆς ἐπιθυμίας τῆς ψυχῆς TNT2 WH NA NIV SBL * 18:14 ⸂ ἀπώλετο RP TNT2 WH NA NIV SBL ¦ ἀπώλοντο f 35 ¦ ἀπῆλθεν TR * 18:14 ⸋ οὐκέτι RP f 35 TR WH NA NIV SBL ¦ – TNT2 * 18:14 ⸂2 αὐτὰ οὐ μὴ εὕρῃς RP ¦ οὐ μὴ εὑρήσεις αὐτὰ f 35 ¦ οὐ μὴ εὑρήσῃς αὐτὰ TR ¦ οὐ μὴ αὐτὰ εὑρήσουσιν TNT2 WH NA NIV SBL * 18:15 ⸂ κλαίοντες καὶ πενθοῦντες, καὶ λέγοντες RP f 35 TR ¦ κλαίοντες καὶ πενθοῦντες, λέγοντες TNT2 WH NA NIV SBL * 18:16 ⸆ – RP TNT2 SBL ¦ ἐν f 35 TR WH NA NIV * 18:16 ⸂ χρυσίῳ RP TNT2 WH NA NIV SBL ¦ χρυσῷ f 35 TR * 18:16 ⸂2 μαργαρίταις RP f 35 TR ¦ μαργαρίτῃ TNT2 WH NA NIV SBL * 18:17 ⸋ ὁ RP f 35 TNT2 WH NA NIV SBL ¦ – TR * 18:17 ⸂ τόπον πλέων RP TNT2 WH NA NIV SBL ¦ τῶν πλοίων πλέων f 35 ¦ τῶν πλοίων TR * 18:17 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ ὁ ὅμιλος TR * 18:18 ⸂ ἔκραζον RP f 35 TR NA NIV ¦ ἔκραζαν TNT2 ¦ ἔκραξαν WH SBL * 18:18 ⸂2 βλέποντες RP f 35 TNT2 WH NA NIV SBL ¦ ὁρῶντες TR * 18:19 ⸂ Καὶ ἔβαλον … καὶ ἔκραζον RP f 35 TR TNT2 NA NIV ¦ Καὶ ἔβαλον … καὶ ἔκραξαν WH SBL * 18:19 ⸂2 κλαίοντες καὶ πενθοῦντες καὶ λέγοντες RP f 35 ¦ κλαίοντες καὶ πενθοῦντες, λέγοντες TR TNT2 WH NA NIV SBL * 18:19 ⸋ τὰ RP f 35 TNT2 WH NA NIV SBL ¦ – TR * 18:20 ⸂ αὐτῇ RP f 35 TNT2 WH NA NIV SBL ¦ αὐτήν TR * 18:20 ⸂2 καὶ οἱ ἅγιοι, καὶ οἱ ἀπόστολοι, καὶ οἱ προφῆται RP f 35 TNT2 WH NA NIV SBL ¦ καὶ οἱ ἅγιοι ἀπόστολοι καὶ οἱ προφῆται TR * 18:21 ⸋ Οὕτως RP TR TNT2 WH NA NIV SBL ¦ – f 35 * 18:24 ⸂ αἵματα RP f 35 ¦ αἷμα TR TNT2 WH NA NIV SBL