22
Καὶ ἔδειξέν μοι *ποταμὸν καθαρὸνὕδατος ζωῆς, λαμπρὸν ὡς κρύσταλλον, ἐκπορευόμενον ἐκ τοῦ θρόνου τοῦ θεοῦ καὶ τοῦ ἀρνίου. Ἐν μέσῳ τῆς πλατείας αὐτῆς, καὶ τοῦ ποταμοῦ *ἐντεῦθεν καὶ ἐκεῖθεν,⸃ ξύλον ζωῆς, ποιοῦν καρποὺς δώδεκα, κατὰ μῆνα *ἕκαστον *2ἀποδιδοὺςτὸν καρπὸν αὐτοῦ· καὶ τὰ φύλλα τοῦ ξύλου εἰς θεραπείαν τῶν ἐθνῶν. Καὶ πᾶν *κατάθεμαοὐκ ἔσται *2ἔτι·⸃ καὶ θρόνος τοῦ θεοῦ καὶ τοῦ ἀρνίου ἐν αὐτῇ ἔσται· καὶ οἱ δοῦλοι αὐτοῦ λατρεύσουσιν αὐτῷ, καὶ ὄψονται τὸ πρόσωπον αὐτοῦ· καὶ τὸ ὄνομα αὐτοῦ ἐπὶ τῶν μετώπων αὐτῶν. Καὶ νὺξ οὐκ ἔσται *ἐκεῖ,⸃ καὶ *χρείαν οὐκ ἔχουσιν*2λύχνου καὶ φωτὸς ἡλίου,⸃ ὅτι κύριος θεὸς *3φωτιεῖ*αὐτούς· καὶ βασιλεύσουσιν εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Καὶ *λέγειμοι, Οὗτοι οἱ λόγοι πιστοὶ καὶ ἀληθινοί· καὶ *2κύριος θεὸς*3τῶν πνευμάτων τῶν προφητῶνἀπέστειλεν τὸν ἄγγελον αὐτοῦ δεῖξαι τοῖς δούλοις αὐτοῦ δεῖ γενέσθαι ἐν τάχει. *Καὶἰδού, ἔρχομαι ταχύ. Μακάριος τηρῶν τοὺς λόγους τῆς προφητείας τοῦ βιβλίου τούτου.
Κἀγὼ Ἰωάννης *ἀκούων καὶ βλέπων ταῦτα.⸊ Καὶ ὅτε ἤκουσα καὶ ἔβλεψα, ἔπεσον προσκυνῆσαι ἔμπροσθεν τῶν ποδῶν τοῦ ἀγγέλου τοῦ δεικνύοντός μοι ταῦτα. Καὶ λέγει μοι, Ὅρα μή· σύνδουλός σού *εἰμι, *καὶ τῶν ἀδελφῶν σου τῶν προφητῶν, καὶ τῶν τηρούντωντοὺς λόγους τοῦ βιβλίου τούτου· τῷ θεῷ προσκύνησον.
10 Καὶ λέγει μοι, Μὴ σφραγίσῃς τοὺς λόγους τῆς προφητείας τοῦ βιβλίου τούτου· * καιρὸς γὰρἐγγύς ἐστιν. 11  * ἀδικῶν ἀδικησάτω ἔτι· καὶ ῥυπαρὸς ῥυπαρευθήτω ἔτι· καὶ δίκαιος δικαιοσύνην ποιησάτω ἔτι·⸃ καὶ ἅγιος ἁγιασθήτω ἔτι. 12  *Ἰδού, ἔρχομαι ταχύ, καὶ μισθός μου μετἐμοῦ, ἀποδοῦναι ἑκάστῳ ὡς τὸ ἔργον *ἔσται αὐτοῦ.⸃ 13 Ἐγὼ *τὸ Ἄλφα καὶ τὸ , * πρῶτος καὶ ἔσχατος, ἀρχὴ καὶ τὸ τέλος.⸃ 14 Μακάριοι οἱ *ποιοῦντες τὰς ἐντολὰς αὐτοῦ,⸃ ἵνα ἔσται ἐξουσία αὐτῶν ἐπὶ τὸ ξύλον τῆς ζωῆς, καὶ τοῖς πυλῶσιν εἰσέλθωσιν εἰς τὴν πόλιν. 15 Ἔξω *οἱ κύνες καὶ οἱ φαρμακοὶ καὶ οἱ πόρνοι καὶ οἱ φονεῖς καὶ οἱ εἰδωλολάτραι, καὶ πᾶς *2 φιλῶν καὶ ποιῶν ψεῦδος.
16 Ἐγὼ Ἰησοῦς ἔπεμψα τὸν ἄγγελόν μου μαρτυρῆσαι ὑμῖν ταῦτα ἐπὶ ταῖς ἐκκλησίαις. Ἐγώ εἰμι ῥίζα καὶ τὸ γένος *Δαυίδ, ἀστὴρ * λαμπρὸς πρωϊνός.⸃
17 Καὶ τὸ πνεῦμα καὶ νύμφη λέγουσιν, *Ἔρχου. Καὶ ἀκούων εἰπάτω, Ἔρχου.⸃ *2Καὶ διψῶν *3ἐρχέσθω·⸃ θέλων*4λαβέτω*ὕδωρ ζωῆς δωρεάν.
18  *Μαρτυρῶ**ἐγὼπαντὶ *2τῷἀκούοντι τοὺς λόγους τῆς προφητείας τοῦ βιβλίου τούτου, ἐάν τις *2ἐπιθῇ*3ἐπαὐτά,⸃ *4ἐπιθήσαι* θεὸς ἐπαὐτὸντὰς *2 πληγὰς τὰς γεγραμμένας ἐν *3τῷβιβλίῳ τούτῳ· 19 καὶ ἐάν τις *ἀφέλῃἀπὸ τῶν λόγων *τοῦβιβλίου τῆς προφητείας ταύτης, *2ἀφέλοι θεὸς τὸ μέρος αὐτοῦ ἀπὸ *2τοῦ*3ξύλουτῆς ζωῆς, καὶ ἐκ τῆς πόλεως τῆς ἁγίας, *τῶν γεγραμμένων ἐν *3τῷβιβλίῳ τούτῳ.
20 Λέγει μαρτυρῶν ταῦτα, *Ναί, ἔρχομαι ταχύ. Ἀμήν. Ναί, ἔρχου,⸃ κύριε Ἰησοῦ.
21  χάρις *τοῦ κυρίου Ἰησοῦ χριστοῦμετὰ *2πάντων τῶν ἁγίων.⸃ *Ἀμήν.⸌
* 22:1 ⸂ ποταμὸν καθαρὸν RP f 35 ¦ καθαρὸν ποταμὸν TR ¦ ποταμὸν TNT2 WH NA NIV SBL * 22:2 ⸂ ἐντεῦθεν καὶ ἐκεῖθεν RP TNT2 WH NA NIV SBL ¦ ἐντεῦθεν καὶ ἐντεῦθεν f 35 TR * 22:2 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ ἕνα TR * 22:2 ⸂2 ἀποδιδοὺς RP f 35 TNT2 ¦ ἀποδιδοῦν TR WH NA NIV SBL * 22:3 ⸂ κατάθεμα RP f 35 TNT2 WH NA NIV SBL ¦ κατανάθεμα TR * 22:3 ⸂2 ἔτι RP TR TNT2 WH NA NIV SBL ¦ ἐκεῖ f 35 * 22:5 ⸂ ἐκεῖ RP f 35 TR ¦ ἔτι TNT2 WH NA NIV SBL * 22:5 ⸉ χρείαν οὐκ ἔχουσιν RP f 35 ¦ χρείαν οὐκ ἔχουσι TR ¦ οὐκ ἔχουσιν χρείαν TNT2 WH NA NIV SBL * 22:5 ⸂2 λύχνου καὶ φωτὸς ἡλίου RP f 35 TR ¦ φωτὸς λύχνου καὶ φωτὸς ἡλίου TNT2 NA NIV ¦ φωτὸς λύχνου καὶ φῶς ἡλίου WH SBL * 22:5 ⸂3 φωτιεῖ RP f 35 ¦ φωτίζει TR ¦ φωτίσει TNT2 WH NA NIV SBL * 22:5 ⸆ – RP f 35 TR ¦ ἐπ᾽ TNT2 WH NA NIV SBL * 22:6 ⸂ λέγει RP f 35 ¦ εἶπέ TR ¦ εἶπέν TNT2 WH NA NIV SBL * 22:6 ⸂2 κύριος ὁ θεὸς RP f 35 TR ¦ ὁ κύριος ὁ θεὸς TNT2 WH NA NIV SBL * 22:6 ⸂3 τῶν πνευμάτων τῶν προφητῶν RP f 35 TNT2 WH NA NIV SBL ¦ τῶν ἁγίων προφητῶν TR * 22:7 ⸋ Καὶ RP TNT2 WH NA NIV SBL ¦ – f 35 TR * 22:8 ⸉ ἀκούων καὶ βλέπων ταῦτα RP f 35 TNT2 WH NA NIV SBL ¦ βλέπων ταῦτα καὶ ἀκούων TR * 22:9 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ γάρ TR * 22:9 ⸂ καὶ τῶν ἀδελφῶν … καὶ τῶν τηρούντων RP TR TNT2 WH NA NIV SBL ¦ καὶ τῶν ἀδελφῶν … τῶν τηρούντων f 35 * 22:10 ⸂ ὁ καιρὸς γὰρ RP TNT2 WH NA NIV SBL ¦ ὅτι ὁ καιρὸς f 35 TR * 22:11 ⸂ Ὁ ἀδικῶν ἀδικησάτω ἔτι· καὶ ὁ ῥυπαρὸς ῥυπαρευθήτω ἔτι· καὶ ὁ δίκαιος δικαιοσύνην ποιησάτω ἔτι· RP f 35 ¦ Ὁ ἀδικῶν ἀδικησάτω ἔτι· καὶ ὁ ῥυπῶν ῥυπωσάτω ἔτι· καὶ ὁ δίκαιος δικαιωθήτω ἔτι· TR ¦ Ὁ ἀδικῶν ἀδικησάτω ἔτι· καὶ ὁ ῥυπαρὸς ῥυπανθήτω ἔτι· καὶ ὁ δίκαιος δικαιοσύνην ποιησάτω ἔτι· TNT2 WH NA NIV ¦ Ὁ ἀδικῶν ἀδικησάτω ἔτι· καὶ ὁ ῥυπαρὸς ῥυπαρευθήτω ἔτι· καὶ ὁ δίκαιος δικαιοσύνην ποιησάτω ἔτι· SBL * 22:12 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ Καὶ TR * 22:12 ⸂ ἔσται αὐτοῦ RP f 35 ¦ αὐτοῦ ἐσται TR ¦ ἐστὶν αὐτοῦ TNT2 WH NA NIV SBL * 22:13 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ εἰμι TR * 22:13 ⸂ ὁ πρῶτος καὶ ὁ ἔσχατος, ἡ ἀρχὴ καὶ τὸ τέλος RP WH NA NIV SBL ¦ ἀρχὴ καὶ τέλος, ὁ πρῶτος καὶ ὁ ἔσχατος f 35 TR ¦ ὁ πρῶτος καὶ ὁ ἔσχατος, ἀρχὴ καὶ τέλος TNT2 * 22:14 ⸂ ποιοῦντες τὰς ἐντολὰς αὐτοῦ RP f 35 TR ¦ πλύνοντες τὰς στολὰς αὐτῶν TNT2 WH NA NIV SBL * 22:15 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ δὲ TR * 22:15 ⸆2 – RP f 35 TNT2 WH NA NIV SBL ¦ ὁ TR * 22:16 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ τοῦ TR * 22:16 ⸂ ὁ λαμπρὸς ὁ πρωϊνός RP f 35 TNT2 WH NA NIV SBL ¦ ὁ λαμπρὸς καὶ ὀρθρινός TR * 22:17 ⸂ Ἔρχου … Ἔρχου RP f 35 TNT2 WH NA NIV SBL ¦ Ἐλθε … Ἐλθε TR * 22:17 ⸂2 Καὶ ὁ διψῶν … ὁ θέλων RP f 35 TNT2 WH NA NIV SBL ¦ Καὶ ὁ διψῶν … καὶ ὁ θέλων TR * 22:17 ⸂3 ἐρχέσθω RP f 35 TNT2 WH NA NIV SBL ¦ ἐλθέτω TR * 22:17 ⸂4 λαβέτω RP f 35 TNT2 WH NA NIV SBL ¦ λαμβανέτω TR * 22:17 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ τὸ TR * 22:18 ⸂ Μαρτυρῶ RP f 35 TNT2 WH NA NIV SBL ¦ Συμμαρτυροῦμαι TR * 22:18 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ γὰρ TR * 22:18 ⸋ ἐγὼ RP f 35 TNT2 WH NA NIV SBL ¦ – TR * 22:18 ⸋2 τῷ RP TNT2 WH NA NIV SBL ¦ – f 35 TR * 22:18 ⸂2 ἐπιθῇ RP f 35 TNT2 WH NA NIV SBL ¦ ἐπιτιθῇ TR * 22:18 ⸂3 ἐπ᾽ αὐτά RP f 35 TNT2 WH NA NIV SBL ¦ πρὸς ταῦτα TR * 22:18 ⸂4 ἐπιθήσαι RP f 35 ¦ ἐπιθήσει TR TNT2 WH NA NIV SBL * 22:18 ⸉ ὁ θεὸς ἐπ᾽ αὐτὸν RP TR TNT2 WH NA NIV SBL ¦ ἐπ᾽ αὐτὸν ὁ θεὸς f 35 * 22:18 ⸆2 – RP TR TNT2 WH NA NIV SBL ¦ ἑπτὰ f 35 * 22:18 ⸋3 τῷ RP f 35 TNT2 WH NA NIV SBL ¦ – TR * 22:19 ⸂ ἀφέλῃ RP f 35 TNT2 WH NA NIV SBL ¦ ἀφαιρῇ TR * 22:19 ⸋ τοῦ RP f 35 TNT2 WH NA NIV SBL ¦ – TR * 22:19 ⸂2 ἀφέλοι RP f 35 ¦ ἀφαιρήσει TR ¦ ἀφελεῖ TNT2 WH NA NIV SBL * 22:19 ⸋2 τοῦ RP f 35 TNT2 WH NA NIV SBL ¦ – TR * 22:19 ⸂3 ξύλου RP f 35 TNT2 WH NA NIV SBL ¦ βίβλου TR * 22:19 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ καὶ TR * 22:19 ⸋3 τῷ RP f 35 TNT2 WH NA NIV SBL ¦ – TR * 22:20 ⸂ Ναί, ἔρχομαι … Ναί, ἔρχου RP f 35 TR ¦ Ναί, ἔρχομαι … Ἔρχου TNT2 WH NA NIV SBL * 22:21 ⸂ τοῦ κυρίου Ἰησοῦ χριστοῦ RP f 35 WH ¦ τοῦ κυρίου ἡμῶν Ἰησοῦ χριστοῦ TR ¦ τοῦ κυρίου Ἰησοῦ TNT2 NA NIV SBL * 22:21 ⸂2 πάντων τῶν ἁγίων RP f 35 ¦ πάντων ὑμῶν TR ¦ τῶν ἁγίων TNT2 WH NIV ¦ πάντων NA SBL * 22:21 ⸋ Ἀμήν. RP f 35 TR NIV ¦ – TNT2 WH NA SBL